- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:2.27.1-2.27.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
罗马人向波斯攻城土丘下方开凿地道并引燃易燃物,又以火器伪装烟雾来源;库思老识破火患源自地下并下令扑救,但已无济于事。
Ἐν τούτῳ δὲ Ῥωμαῖοι ἐποίουν τοιάδε. διώρυχα ἐκ τῆς πόλεως ἔνερθεν τῶν πολεμίων τοῦ χώματος ἐργασάμενοι ἐκέλευον τοὺς ὀρύσσοντας μὴ μεθίεσθαι τοῦ ἔργου τούτου, ἕως ὑπὸ τὸν λόφον γένωνται μέσον.1 ταύτῃ γὰρ καῦσαι τὸ χῶμα τοῦτο διενοοῦντο.
与此同时,罗马人采取了如下行动。他们从城内向敌人的土丘下方开凿了一条坑道,并吩咐挖掘者不要松懈这项工作,直到他们抵达土丘的正中央下方为止。因为他们打算借此途径烧毁这座土丘。
προϊούσης δὲ τῆς διώρυχος κατὰ τὸν λόφον μάλιστα μέσον πάταγός τις ἐς τῶν Περσῶν τοὺς ὕπερθεν ἑστῶτας ἦλθεν.
当坑道推进到土丘约略居中处时,一阵声响传到了站在上方的波斯人耳中。
αἰσθόμενοί τε τοῦ ποιουμένου καὶ αὐτοὶ ἄνωθεν ἀρξάμενοι ἐφ’ ἑκάτερα τοῦ μέσου ὤρυσσον, ὅπως λάβοιεν τοὺς ἐκείνῃ κακουργοῦντας Ῥωμαίους.
他们察觉到了底下的动静,自己也从上面开始向中央部位的两侧挖掘,企图捉拿在那一带破坏的罗马人。
ὃ δὴ γνόντες Ῥωμαῖοι τούτου μὲν ἀπέσχοντο, χοῦν ἐπὶ τὸν κενωθέντα χῶρον ἐπιβαλόντες, ἐκ δὲ ἄκρου χώματος κάτωθεν, ὃ πρὸς τῷ τείχει ἐτύγχανεν ὄν, ξύλα τε καὶ λίθους καὶ χοῦν ἐκφορήσαντες καθάπερ οἰκίσκου σχῆμα εἰργάσαντο, πρέμνα τε δένδρων τῶν ῥᾷστα καιομένων ξηρὰ ἐνταῦθα ἐσέβαλλον, ἐλαίῳ τε καταβεβρεγμένα τῷ ἐκ κέδρου πεποιημένῳ καὶ θείῳ τε καὶ ἀσφάλτῳ πολλῇ.
罗马人察觉了这一点后,便放弃了该处的工作,将泥土填入挖空的空隙中;随后在恰好靠着城墙的土丘边缘下方,运出了木料、石块和泥土,造成了一座犹如小屋般的空间,并将极易燃烧的干枯树桩投入其中,上面浇透了雪松炼制的油、硫磺和大量沥青。
καὶ οἱ μὲν ταῦτα ἐν παρασκευῇ εἶχον, οἱ δὲ Περσῶν ἄρχοντες πολλάκις ἐντυχόντες Μαρτίνῳ τοιαῦτα μὲν οἷά πέρ μοι εἴρηται διελέχθησαν, δόκησιν παρεχόμενοι ὡς τοὺς ἀμφὶ τῇ εἰρήνῃ ἐνδέξονται λόγους.
正当他们做好这些准备时,波斯将领们屡次与马丁会面,进行了正如我所陈述的那番交谈,摆出一副愿意接受议和言辞的假象。
ἐπεὶ δὲ ὁ λόφος αὐτοῖς ἐτετέλεστο ἤδη, καὶ πλησιάζων μὲν τῷ περιβόλῳ τῆς πόλεως, ὕψει δὲ αὐτὸν πολλῷ ὑπεραίρων ἐπὶ μέγα ἐπῆρτο, Μαρτῖνον μὲν ἀπεπέμψαντο διαρρήδην ἀπειπόντες τὴν ξύμβασιν, ἔργου δὲ ἔχεσθαι τὸ λοιπὸν ἔμελλον.
但当土丘已由他们建造完毕,既逼近城垣,又在高度上远远凌驾其上、拔地高耸时,他们便断然拒绝议和并将马丁打发回去,准备自此全面投入强攻。
Διὸ δὴ Ῥωμαῖοι τῶν δένδρων τὰ πρέμνα εὐθὺς ἔκαυσαν ἅπερ ἐς τοῦτο ἡτοίμαστο. τοῦ δὲ πυρὸς μοῖραν μὲν τοῦ χώματός τινα καύσαντος, οὔπω δὲ διὰ παντὸς ἐξικνεῖσθαι ἰσχύσαντος, τὰ ξύλα δεδαπανῆσθαι πάντα ἔτυχεν.2 ἀεὶ γὰρ ἐσέβαλον ἐς τὴν διώρυχα ξύλα ἕτερα, οὐδένα ἀνιέντες καιρόν.
因此,罗马人立刻点燃了为此目的而备好的树桩。然而火势虽烧毁了土丘的一部分,却尚未能蔓延贯通全体,木料却碰巧已全部耗尽;他们便一刻不停地持续向坑道内投入别的木料。
ἤδη δὲ τοῦ πυρὸς ἅπαν ἐνεργοῦντος τὸ χῶμα, καπνός τις ὕπερθεν πανταχῆ τοῦ λόφου ἐφαίνετο νύκτωρ, Ῥωμαῖοί τε οὔπω ἐθέλοντες αἴσθησιν τοῦ ποιουμένου Πέρσαις παρέχειν ἐπενόουν τάδε.
及至大火已波及整个土丘,夜间土丘各处均有阵阵烟雾显现;罗马人尚不愿让波斯人察觉到底下的实情,便想出了如下计策。
ἀνθράκων τε καὶ πυρὸς ἀγγεῖα μικρὰ ἐμπλησάμενοι, ταῦτά τε καὶ πυρφόρους οἰστοὺς τοῦ χώματος πανταχόσε συχνὰ ἔπεμπον· ἃ δὴ οἱ Πέρσαι, ὅσοι φυλακὴν ἐνταῦθα εἶχον, ξὺν πάσῃ σπουδῇ περιιόντες ἐσβέννυον καὶ ἀπ’ αὐτοῦ φύεσθαι τὸν καπνὸν ᾤοντο.
他们把木炭和火装满小陶罐,将这些罐子以及火箭频繁地射向土丘各处;而负责该处守卫的波斯人则全速四处奔走将其扑灭,并以为烟雾正是由此而生。
προϊόντος δὲ τοῦ κακοῦ πλήθει μὲν πολλῷ ἐβοήθουν οἱ βάρβαροι, βάλλοντες δὲ αὐτοὺς ἀπὸ τοῦ περιβόλου Ῥωμαῖοι πολλοὺς ἔκτειναν.
然而随着火势加剧,蛮族人倾巢来援,而罗马人自城垣上向他们射击,杀伤甚众。
οὗ δὴ καὶ Χοσρόης ἀμφὶ ἡλίου ἀνατολὰς ἦλθε,3 καί οἱ τὸ πλεῖστον τοῦ στρατοῦ εἵπετο, ἔς τε τὸν λόφον ἀναβὰς πρῶτος ἔλαβε τοῦ κακοῦ αἴσθησιν.
正是在此处,库思老亦于日出时分亲临,大军主力紧随其后;他登上了土丘,第一个看出了这场灾害的本质。
ἔνερθεν γὰρ ἀπεφήνατο τοῦ καπνοῦ τὸ αἴτιον εἶναι, οὐκ ἀφ’ ὧν ἐσηκόντιζον οἱ πολέμιοι, βοηθεῖν τε κατὰ τάχος ἐκέλευε τὸ στράτευμα ὅλον.
因为他断言烟雾的起因来自地下,而非来自敌人射入的器物,并命令全军迅速全力施救。
καὶ Ῥωμαῖοι θαρσοῦντες ἐς αὐτοὺς ὕβριζον, τῶν δὲ βαρβάρων οἱ μέν τινες χοῦν, οἱ δὲ καὶ ὕδωρ ἐπιβάλλοντες ᾖ ὁ καπνὸς διεφαίνετο, περιέσεσθαι τοῦ δεινοῦ ἤλπιζον, ἀνύειν μέντοι οὐδὲν οὐδαμῆ εἶχον.
罗马人见状士气大振,对他们尽情嘲弄;蛮族人则有的在烟雾透出之处覆盖泥土,有的倾倒清水,希望能克服险情,却根本无法取得任何成效。
- 2.27.1ἕως ὑπὸ τὸν λόφον γένωνται μέσον
连词 ἕως 在未带 ἄν 的情况下引导虚拟式(γένωνται),这在晚期希腊语及普罗科匹阿斯的行文中极为常见。尽管位于过去时主句动词(ἐκέλευον)之后,仍保留虚拟式以表达指向未来的时间限度(“直到他们到达……为止”)。
- 2.27.7τὰ ξύλα δεδαπανῆσθαι πάντα ἔτυχεν
动词 τυγχάνω 在古典希腊语中通常接分词补足语,而在此处与完成时不定词 δεδαπανῆσθαι 连用,构成近似无人称的结构,表示附带发生的结果(“木料碰巧已被耗尽”)。
- 2.27.11οὗ δὴ καὶ Χοσρόης ἀμφὶ ἡλίου ἀνατολὰς ἦλθε
关系副词 οὗ 表示地点(“此处/该处”),以前文所述交战施救的土丘工事(或现场)为先行词,置于句首以承上启下,引出库思老在拂晓时分的登场。
