← 普罗科皮乌斯

战史

§2.26.35-2.26.46

斯蒂芬的旧恩求情与和谈破裂

斯蒂芬以旧恩劝谕库思老罢兵却遭其提出苛刻条件;在波斯攻城土丘不断加高的危局下,马丁出面求和,却受到波斯将领的推诿与欺瞒。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.26.35

ἐντεῦθεν γὰρ ἔγωγε ὥρμημαι, ὅσπερ σε τῶν ἐσομένων οὐδὲν προειδὼς ἐξέθρεψά τε καὶ τῷ πατρὶ τῷ σῷ ξύμβουλος γεγονώς, ἐφ’ ᾧ σε τῆς ἀρχῆς διάδοχον καταστήσεται,1 σοὶ μὲν τῆς Περσῶν βασιλείας αἰτιώτατος γέγονα, τῇ δὲ πατρίδι τῶν παρόντων κακῶν.

因为我自己正是出身于此地;我虽对未来的事态一无所知,却不仅抚育了您,而且成了您父亲的谋士,促使其立您为王位继承人,因而我对于您而言是获得波斯王位的主因,而对于故土而言却是招致当前灾祸的首恶。

§2.26.36

οἱ γὰρ ἄνθρωποι τὰ πολλὰ τῶν ἀτυχημάτων σφίσιν αὐτοῖς ἐκ τοῦ ἐπὶ πλεῖστον τῶν ξυμβησομένων προστρίβονται.

因为世人大抵都是将未来降临的大多数不幸加诸自身的。

§2.26.37

ἀλλ’ εἴ τίς σε τῆς τοιαύτης εὐεργεσίας εἰσέρχεται μνήμη, μηδὲν ἡμᾶς ἐργάσῃ περαιτέρω κακόν, ταύτην διδούς μοι τὴν ἀμοιβήν, ἐξ ἧς σοι, ὦ βασιλεῦ, τὸ μὴ δοκεῖν ὠμοτάτῳ εἶναι2 ξυμβήσεται.” Στέφανος μὲν τοσαῦτα εἶπε.

然而,若您心中对这般的恩德尚存哪怕一丝记忆,就请休要再对我们加害,以此作为对我的回报吧;借由这一回报,大王啊,您也将得以避免被视为极其残忍之人。”斯蒂芬所言仅止于此。

§2.26.38

Χοσρόης δὲ οὐ πρότερον ἀπαλλαγήσεσθαι ὡμολόγει ἐνθένδε, εἰ μὴ Πέτρον τε καὶ Περάνιον αὐτῷ παραδοῖεν Ῥωμαῖοι, ὅτι δή οἱ, δοῦλοί γε ὄντες πατρῷοι, τετολμήκασιν ἀντιτάξασθαι.

但库思老声明,除非罗马人将彼得与佩拉尼乌斯交予他,否则他决不从该地撤离,理由是他们身为其祖传的奴仆,竟敢与他抗衡。

§2.26.39

τοῦτο δὲ ἢν μὴ δρᾶν Ῥωμαίοις ἐν ἡδονῇ ἐστιν, ἀλλὰ δυοῖν αὐτοὺς ἐπάναγκες ἑλέσθαι τὸ ἕτερον, ἢ πεντακόσια κεντηνάρια χρυσοῦ σφίσι διδόναι, ἢ δέξασθαι τῇ πόλει τῶν οἱ ἐπιτηδείων τινάς, οἳ τὰ χρήματα διερευνησάμενοι ἅπαντα τὸν μὲν χρυσόν τε καὶ ἄργυρον, ὅσον δὴ ἐνταῦθα ξυμβαίνει εἶναι, κομίζοντες ἐς αὐτὸν ἥξουσι, τἄλλα δὲ τοὺς κυρίους ἐάσουσιν ἔχειν. ταῦτα μὲν ὁ Χοσρόης ἀπέρριψεν, Ἔδεσσαν ἐξελεῖν πόνῳ οὐδενὶ ἐλπίδα ἔχων. οἱ δὲ πρέσβεις (ἅπαντα γὰρ σφίσιν ἀδύνατα ἔδοξεν εἶναι ὅσα ἐκεῖνος ἀπήγγελλε) διαπορούμενοί τε καὶ λίαν ἀσχάλλοντες ἐπὶ τὴν πόλιν ἐβάδιζον.

而若罗马人不愿做此事,他们就必须在二者之中择其一:要么交纳五百肯特那里亚的黄金,要么在城中接纳其数名亲信,由他们搜查所有的财产,并将城中现存的全部金银搜刮携带归于他处,其余财物则留给原主保有。库思老抛出这些苛求,乃是抱有无需费任何力气便攻取埃德萨的希望。使者们(因为他所通告的一切在他们看来皆无可能实现)困惑万分且极为痛心,踏上了返回城中的路途。

§2.26.41

ἐπεί τε ἐντὸς τοῦ περιβόλου γενόμενοι τὰ παρὰ Χοσρόου ἀπήγγελλον, θορύβου τε καὶ θρήνων ἡ πόλις ἔμπλεως ἐγένετο.

当他们步入城垣之内并通报了来自库思老的答复后,全城陷入了骚乱与哀号之中。

§2.26.42

Ἡ μὲν οὖν τοῦ λόφου κατασκευὴ ἐπί τε ὕψος ᾔρετο μέγα καὶ σπουδῇ πολλῇ ἐπίπροσθεν ᾔει. Ῥωμαῖοι δὲ οὐκ ἔχοντες ὅ τι καὶ δράσουσι, πάλιν τοὺς πρέσβεις παρὰ Χοσρόην ἀπέστελλον.

于是,土丘的建造不断拔高到极大的高度,并以极快的速度向前推进。罗马人不知所措,再次派遣使者前往库思老处。

§2.26.43

οἵπερ ἐπειδὴ ἐν τῷ τῶν πολεμίων στρατοπέδῳ ἐγένοντο, περί τε τῶν αὐτῶν δεησόμενοι ἔφασκον ἥκειν, λόγου μὲν οὐδ’ ὁπωστιοῦν πρὸς Περσῶν ἔτυχον, ὕβρει δὲ καὶ θορύβῳ πολλῷ ἐνθένδε ἐξελαυνόμενοι ἐς τὴν πόλιν ἐχώρουν.

及至他们抵达敌方军营,声称自己乃是为同样的事情前来恳求,却未从波斯人那里获得任何言语答复,反而在侮辱与巨大的喧嚣声中被驱逐出来,退回城内。

§2.26.44

τὰ μὲν οὖν πρῶτα Ῥωμαῖοι τὸ κατὰ τὸν λόφον τεῖχος ἑτέρᾳ ἐνεχείρουν οἰκοδομίᾳ τινὶ ὑπερβαλέσθαι· ὡς δὲ καὶ ταύτης τὸ Περσῶν ἔργον πολλῷ καθυπέρτερον ἐγίνετο ἤδη, τῆς μὲν οἰκοδομίας ἀπέστησαν, Μαρτῖνον δὲ πείθουσι τὰ ἀμφὶ τῇ ξυμβάσει τρόπῳ δὴ ὅτῳ βούλοιτο διοικήσασθαι. καὶ ὃς ἄγχιστα τοῦ τῶν πολεμίων στρατοπέδου γενόμενος τῶν τισιν ἐν Πέρσαις ἀρχόντων ἐς λόγους ἦλθεν.

起初,罗马人企图在正对土丘的城墙上方加盖另一座构筑物以图居高临下;但当波斯人的工事已然远远高过这一增建部分时,他们便放弃了建造,转而劝说马丁按其所愿的任何方式去处置有关议和的事宜。于是马丁来到紧邻敌军营地之处,与波斯将领中的数人进行了交涉。

§2.26.45

οἱ δὲ τὸν Μαρτῖνον ἐξαπατῶντες εἰρηναῖα μὲν σφῶν τὸν βασιλέα βούλεσθαι ἔφασαν, αὐτὸν δὲ ὡς ἥκιστα οἷόν τε εἶναι τὸν Ῥωμαίων αὐτοκράτορα πείθειν τῆς πρὸς Χοσρόην φιλονεικίας ἀφέμενον τὴν εἰρήνην ποτὲ πρὸς αὐτὸν θήσεσθαι· ἐπεὶ καὶ Βελισάριον, ὅνπερ τῇ τε δυνάμει καὶ τῷ ἀξιώματι πολὺ Μαρτίνου προὔχειν οὐδ’ ἂν αὐτὸς ἀντείποι, πεῖσαι μὲν ἔναγχος τὸν Περσῶν βασιλέα, ὄντα δή που ἐν μέσοις Ῥωμαίοις, ἐνθένδε ἀπαλλάσσεσθαι ἐς τὰ Περσῶν ἤθη, ὑποσχόμενον πρέσβεις τε παρ’ αὐτὸν οὐκ εἰς μακρὰν ἐκ Βυζαντίου ἀφίξεσθαι καὶ τὴν εἰρήνην ἐν τῷ βεβαίῳ κρατύνασθαι, πρᾶξαι δὲ τῶν ὡμολογημένων οὐδέν,3 ἀδύνατον γεγονότα τὴν Ἰουστινιανοῦ βασιλέως βιάσασθαι γνώμην.

波斯将领欺骗马丁,声称他们的国王虽然渴望和平,但马丁自己绝无可能说服罗马皇帝放弃对库思老的敌意并与其缔结和约;因为即便是贝利撒留——哪怕马丁本人也不会否认他在军力与威望上皆远胜于自己——不久前虽然说服了身处罗马领地腹地的波斯国王撤离该地返回波斯境内,并许诺来自拜占庭的使节不久即将抵达其处以稳固确立和平,最终却未能履行任何已商定的事项,因为他根本无力改变皇帝查士丁尼的意志。

语法注3 条
  1. 2.26.35ἐφ’ ᾧ σε τῆς ἀρχῆς διάδοχον καταστήσεται

    介词短语 ἐφ’ ᾧ 后接将来时直陈语气 καταστήσεται,构成表示约定或条件的从句(“以立你为王位继承人为条件”)。

  2. 2.26.37τὸ μὴ δοκεῖν ὠμοτάτῳ εἶναι

    带定冠词及否定词的不定式(τὸ μὴ δοκεῖν)充当动词 ξυμβήσεται 的主语。述语形容词 ὠμοτάτῳ 采用与格,乃是受到与格代词 σοι 的吸引而发生的一致(“使您不致被看似最残忍之人”)。

  3. 2.26.46ἐπεὶ καὶ Βελισάριον ... πεῖσαι μὲν ... πρᾶξαι δὲ τῶν ὡμολογημένων οὐδέν

    因果从属连词 ἐπεί 在间接引语中引导对格加不定式结构。对格名词 Βελισάριον 是两个并列不定式 πεῖσαι 与 πρᾶξαι 的共同逻辑主语;中间插入了关系分句及数个分词短语,形成了较长的分隔结构(hyperbaton)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:2.26.35-2.26.46