← 普罗科皮乌斯

战史

§2.26.20-2.26.34

库思老筑土丘攻城与医者斯蒂芬的使团

库思老因勒索埃德萨全城财产而与使者谈判破裂,遂开始在城墙前修筑巨大的攻城土丘。在蛮族利用毛织防护幕化解罗马人的箭石防御后,恐慌的埃德萨人派出与波斯王室有旧的医者斯蒂芬随使团面见库思老,向其劝讲仁君之道。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.26.20

ὀλίγῳ τε ὕστερον μεταπεμψάμενος αὐτοὺς ὁ Χοσρόης, ἐπειδὴ παρ’ αὐτὸν ἵκοντο, κατέλεξε μὲν ὅσα τε πρότερον καὶ ὅντινα τρόπον ἐξηνδραπόδισε Ῥωμαίων χωρία, ἠπείλησε δὲ τὰ δεινότερα Ἐδεσσηνοῖς πρὸς Περσῶν ἔσεσθαι, εἰ μὴ πάντα σφίσι τὰ χρήματα δοῖεν ὅσα τοῦ περιβόλου ἐντὸς ἔχουσιν· οὕτω γὰρ μόνως ἐνθένδε ἀπαλλαγήσεσθαι τὸν στρατὸν ἔφασκε.

不久之后,库思老召见他们;当他们来到他面前时,他列举了自己先前曾以何种方式将多少罗马领地掳为奴役,并威胁说,除非他们交出城垣内所拥有的一切财产,否则埃德萨人必将遭受波斯人更可怕的打击;因为他声称,唯有在此条件下军队才会从该地撤离。

§2.26.21

ταῦτα οἱ πρέσβεις ἀκούσαντες ὡμολόγουν μὲν παρὰ Χοσρόου τὴν εἰρήνην ὠνήσεσθαι, ἤν γε σφίσι μὴ τὰ ἀδύνατα ἐπαγγείλειε· τοῦ δὲ κινδύνου τὸ πέρας οὐδενὶ τῶν πάντων ἔφασαν πρὸ τῆς ἀγωνίας ἔνδηλον εἶναι.

使者们听罢,同意向库思老赎买和平,前提是他不向他们提出绝无可能履行的要求;然而他们表示,在交战之前,这场冒险的结局对世上任何人都绝非一目了然。

§2.26.22

πόλεμον γὰρ τοῖς αὐτὸν διαφέρουσιν ἐπὶ τοῖς ὁμολογουμένοις οὐ μή ποτε εἶναι.1 τότε μὲν οὖν ξὺν ὀργῇ ὁ Χοσρόης τοὺς πρέσβεις ἐκέλευεν ὅτι τάχιστα ἀπαλλάσσεσθαι.

因为对于进行战争的人而言,绝不可能存在结果已然注定的战争。于是,库思老当时勃然大怒,命令使者们尽快离去。

§2.26.23

Ἡμέρᾳ δὲ ἀπὸ τῆς προσεδρείας ὀγδόῃ λόφον ἐπαναστῆσαι χειροποίητον τῷ τῆς πόλεως περιβόλῳ βουλόμενος, ἐπεὶ τὰ δένδρα ἐκτεμὼν αὐτοῖς φύλλοις πολλὰ ἐκ χωρίων ἐγγύς πη ὄντων πρὸ τοῦ τείχους ἐν τετραγώνῳ ξυνέθηκεν, οὗ δὴ βέλος ἐκ τῆς πόλεως ἐξικνεῖσθαι ἀδύνατα ἦν, χοῦν τε πολύν τινα ἀτεχνῶς ὕπερθεν τῶν δένδρων ξυναμησάμενος μέγα τι χρῆμα λίθων ἐπέβαλλεν, οὐκ ἐχόντων εἰς οἰκοδομίαν ἐπιτηδείως, ἀλλ’ εἰκῆ τμηθέντων, ἐκείνου μόνου ἐπιμελούμενος, ὅπως δὴ ὁ λόφος ὅτι τάχιστα ἐς ὕψος μέγα ἐπαίροιτο.

围城第八日,他企图针对城垣筑起一座人工高丘;他从附近砍伐了许多带着枝叶的树木,在城前城内飞矢不及之处堆叠成方形,又在树木上方实实在在地聚拢起大量泥土,并倾倒了极多未经适宜筑造加工、仅是随意凿出的石料,他所关心的唯有使这座土丘尽快升至极高的高度。

§2.26.24

καὶ ξύλα μακρὰ τοῦ τε χοῦ καὶ τῶν λίθων μεταξὺ ἐς ἀεὶ ἐμβαλλόμενος ἔνδεσμον ἐποιεῖτο τοῦ ἔργου, ὅπως μὴ ὑψηλὸν γενόμενον ἀσθενὲς εἴη. Πέτρος δὲ ὁ Ῥωμαίων στρατηγὸς ʽἐνταῦθα γὰρ ξὺν Μαρτίνῳ καὶ Περανίῳ ἐτύγχανεν ὢν’ τοὺς ταῦτα ἐργαζομένους ἀναστέλλειν ἐθέλων Οὔννων τῶν οἱ ἑπομένων τινὰς ἐπ’ αὐτοὺς ἔπεμψεν.

他还在泥土与石块之间不断横置长木,作为该建筑物的加固约束,以免堆高后结构脆弱。罗马将领彼得(他碰巧与马丁及佩拉尼乌斯同在此处)为了遏止从事该项工程的工匠,派遣了麾下的几名匈人袭向他们。

§2.26.26

οἱ δὲ πολλοὺς ἐκ τοῦ αἰφνιδίου ἐπελθόντες ἀνεῖλον, καὶ πάντων μάλιστα τῶν τις δορυφόρων, Ἀργὴκ ὄνομα· μόνος γὰρ ἑπτὰ καὶ εἴκοσιν ἔκτεινε. τῶν μέντοι βαρβάρων φυλακὴν ἀκριβῆ τὸ λοιπὸν ποιουμένων, οὐκέτι ἐπεξιέναι τινὲς ἐπ’ αὐτοὺς ἔσχον.2

这些人乘其不意发动突袭,斩杀了许多人,其中尤以一名叫作阿尔格克的卫士最为突出;因为他单枪匹马就斩杀了二十七人。然而,由于蛮族此后严加防范,再也没有人能够向他们发起出击。

§2.26.28

ἐπεὶ δὲ προϊόντες ἐντὸς βέλους οἱ τεχνῖται τοῦ ἔργου τούτου ἐγένοντο, καρτερώτατα ἤδη ἀμυνόμενοι ἀπὸ τοῦ περιβόλου Ῥωμαῖοι τάς τε σφενδόνας ἐπ’ αὐτοὺς καὶ τὰ τόξα ἐνήργουν. διὸ δὴ οἱ βάρβαροι ἐπενόουν τάδε.

及至这项工程的工匠步步推进至弓矢射程之内时,罗马人从城垣上竭力防守,向他们施放投石与弓箭。因此蛮族人想出了以下计策。

§2.26.29

προκαλύμματα ἐκ τραγείων τριχῶν, ἃ δὴ καλοῦσι Κιλίκια, πάχους τε καὶ μήκους διαρκῶς ἔχοντα, ἀρτήσαντες ἐκ ξύλων μακρῶν ἐπίπροσθεν ἀεὶ τὴν ἄγεσταν ἐργαζομένων ἐτίθεντο ʽοὕτω γὰρ τὸ ποιούμενον τῇ Λατίνων φωνῇ ἐκάλουν Ῥωμαῖοἰ.

他们将山羊毛织成、厚度与长度皆充足且被称为基利家布的防护幕悬挂在长木上,始终置于建造‘阿格斯塔’(罗马人用拉丁语如此称呼该构筑物)的工匠前方。

§2.26.30

ἐνταῦθα γὰρ οὔτε πυρφόροι οἰστοὶ οὔτε τὰ ἄλλα βέλη ἐξικνεῖσθαι εἶχον, ἀλλ’ αὐτοῦ ἐπὶ τῶν προκαλυμμάτων ἀποκρουόμενα ξύμπαντα ἔμενε.

因为火箭与其他飞矢皆无法射及此处,而是全部在防护幕上受阻,留在了原处。

§2.26.31

καὶ τότε Ῥωμαῖοι ἐς δέος μέγα ἐμπεπτωκότες τοὺς πρέσβεις παρὰ Χοσρόην σὺν θορύβῳ πολλῷ ἔπεμπον καὶ Στέφανον σὺν αὐτοῖς, ἔν γε τοῖς κατ’ αὐτὸν ἰατροῖς λόγιον, ὃς δὴ Καβάδην τὸν Περόζου νοσοῦντά ποτε ἰασάμενος κύριος χρημάτων μεγάλων πρὸς αὐτοῦ γέγονεν.

此时罗马人陷入了极大的恐慌,在一片慌乱中派遣使者前往库思老处,并随行派出了斯蒂芬——当代医者中的饱学之士,他曾在佩罗兹之子卡巴德斯患病时将其治愈,并由此从卡巴德斯处获得了巨额财富。

§2.26.32

ὃς δή, ἐπεὶ παρὰ Χοσρόην ξὺν τοῖς ἄλλοις ἐγένετο, ἔλεξεν ὧδε, “Βασιλέως τὴν φιλανθρωπίαν ἀγαθοῦ γνώρισμα πάντες ἐκ παλαιοῦ νενομίκασιν.

斯蒂芬与其他使者一同来到库思老面前,开口说道:“自古以来,人皆认为仁慈方为良君之标志。

§2.26.33

οὐκοῦν, ὦ κράτιστε βασιλεῦ, φόνους σοι καὶ μάχας ἐργαζομένῳ καὶ πόλεων ἀνδραποδισμοὺς τῶν μὲν ἄλλων ἴσως ὀνομάτων παρέσται τυχεῖν, τὸ δὲ ἀγαθῷ εἶναι δοκεῖν οὐ μήποτε ἔσται.3

因此,至强至盛的国王啊,对于制造杀戮与征战、将城池洗劫为奴的您而言,或许可以获得其他一切名衔,但被视为善人却绝无可能。

§2.26.34

καίτοι πασῶν γε ἥκιστα χρῆν τῇ Ἐδεσσηνῶν πόλει παρὰ σοῦ τι ξυμβῆναι φλαῦρον.

然而,埃德萨之城本应最不该从您那里遭受任何灾祸。

语法注3 条
  1. 2.26.22πόλεμον γὰρ τοῖς αὐτὸν διαφέρουσιν ἐπὶ τοῖς ὁμολογουμένοις οὐ μή ποτε εἶναι.

    动词 διαφέρω 支配宾格 πόλεμον 时意为“进行战争”。介词短语 ἐπὶ τοῖς ὁμολογουμένοις 意为“在预先确定/人所共知的条件(或结果)之下”,表达的是胜负绝不可能在战前即成定局的格言式论断。双重否定词 οὐ μή 在间接引语的不定式结构中仍表达极其强烈的绝对否定(“绝不可能”)。

  2. 2.26.27οὐκέτι ἐπεξιέναι τινὲς ἐπ’ αὐτοὺς ἔσχον.

    动词 ἔχω 的不定过去时 ἔσχον 后接不定式 ἐπεξιέναι,表示“能够”。与否定副词 οὐκέτι 连用,表示“再也没有人能够向他们发起出击”。

  3. 2.26.33τὸ δὲ ἀγαθῷ εἶναι δοκεῖν οὐ μήποτε ἔσται.

    带冠词的不定式短语 τὸ ... δοκεῖν 作主语。系动词 εἶναι 的表语形容词 ἀγαθῷ 受到前句中与格代词 σοι(...σοι ...παρέσται τυχεῖν)的格吸引而同样采用与格。其句意即为“(对您而言)被视作善良之人”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:2.26.20-2.26.34