- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:2.26.1-2.26.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
库思老为报复基督徒的神而再次进犯埃德萨,在城外发生前哨小规模冲突后,他为避免攻城失利的耻辱而提议以巨款换取撤兵并开展谈判。
Τῷ δὲ ἐπιγινομένῳ ἔτει Χοσρόης ὁ Καβάδου τὸ τέταρτον ἐς γῆν τὴν Ῥωμαίων ἐσέβαλλεν, ἐπὶ τὴν Μεσοποταμίαν τὸ στράτευμα ἄγων.
次年,卡巴德斯之子库思老第四次入侵罗马领地,率军进逼美索不达米亚。
αὕτη δὲ ἡ ἐσβολὴ τῷ Χοσρόῃ τούτῳ οὐ πρὸς Ἰουστινιανὸν τὸν Ῥωμαίων βασιλέα πεποίηται, οὐ μὴν οὐδὲ ἐπ’ ἄλλων ἀνθρώπων οὐδένα, ὅτι μὴ ἐπὶ τὸν θεὸν ὅνπερ Χριστιανοὶ σέβονται μόνον.
然而,库思老的这一入侵行动并非针对罗马皇帝查士丁尼,亦非针对任何其他人,而仅仅是针对基督徒所敬奉的神。
ἐπειδὴ γὰρ ἐν τῇ πρώτῃ ἐφόδῳ Ἐδέσσης ἀποτυχὼν ἀνεχώρησε, πολλή τις ἐγεγόνει αὐτῷ τε καὶ μάγοις, ἅτε πρὸς τοῦ τῶν Χριστιανῶν θεοῦ ἡσσημένοις, κατήφεια.
因为自从他在对埃德萨的第一次进攻中受挫退却以来,由于败于基督徒的神之手,他本人与拜火教僧侣们心中都笼罩着巨大的沮丧与阴霾。
ἣν δὴ παρηγορῶν ὁ Χοσρόης1 ἐν τοῖς βασιλείοις Ἐδεσσηνοὺς μὲν ἀνδραποδιεῖν ἠπείλησεν ἅπαντας ἐς τὰ Περσῶν ἤθη, τὴν δὲ πόλιν μηλόβοτον καταστήσεσθαι.
库思老在王宫中为了排解这股沮丧,曾扬言要将所有埃德萨人掳为奴隶流放到波斯故土,并将这座城市变为牧羊之地。
παντὶ γοῦν τῷ στρατῷ ἀγχοῦ Ἐδέσσης γενόμενος, Οὔννων τῶν οἱ ἑπομένων τινὰς ἐπὶ τὸν τῆς πόλεως περίβολον ἔπεμψεν ὃς δὴ τοῦ ἱπποδρόμου καθύπερθέν ἐστιν, ἄλλο μὲν οὐδὲν κακουργήσοντας, πρόβατα δὲ ἁρπασομένους ἅπερ οἱ ποιμένες πολλὰ ἐνταῦθά πη παρὰ τὸ τείχισμα στήσαντες ἔτυχον, χωρίου τε ἰσχύϊ θαρσοῦντες, ὅτι δὴ ἄναντες ὑπερφυῶς ἦν, καὶ οὔποτε τολμήσειν τοὺς πολεμίους οἰόμενοι οὕτω πη ἄγχιστα τοῦ τείχους ἰέναι.
无论如何,他率领全军进抵埃德萨附近后,派出了随从的几名匈人前往位于赛马场上方的城墙一带;其目的不在于进行其他破坏,而在于劫掠牧羊人碰巧大批聚集在城墙旁的羊群。牧民们倚仗地势险峻——因为那里是一段极陡峭的斜坡——并料定敌军绝不敢如此靠近城墙。
οἱ μὲν οὖν βάρβαροι τῶν προβάτων ἥπτοντο ἤδη, οἱ δὲ ποιμένες καρτερώτατα διεκώλυον.
于是,蛮族兵正要下手捉羊,牧民们则极力阻拦。
Περσῶν τε τοῖς Οὔννοις ἐπιβεβοηθηκότων πολλῶν, ἀγέλην μὲν ἐνθένδε ἀφελέσθαι τινὰ οἱ βάρβαροι ἴσχυσαν, Ῥωμαίων δὲ στρατιωτῶν τε καὶ τῶν ἀπὸ τοῦ δήμου ἐπεξελθόντων τοῖς πολεμίοις, ἡ μὲν μάχη ἐκ χειρὸς γέγονεν, ἡ δὲ ἀγέλη αὐτόματος ἐς τοὺς ποιμένας ἐπανῆκεν αὖθις.
许多波斯兵赶来支援匈人,蛮族兵这才得以夺走其中一群;然而,当罗马士兵和城中百姓出城向敌军发起突击时,双方便展开了肉搏混战,而羊群却自行跑回了牧民身边。
τῶν τέ τις Οὔννων πρὸ τῶν ἄλλων μαχόμενος μάλιστα πάντων ἠνώχλει Ῥωμαίους.
匈人中有一人格外突前奋战,给罗马人造成了极大的困扰。
καί τις αὐτὸν ἀγροῖκος ἐς γόνυ τὸ δεξιὸν σφενδόνῃ ἐπιτυχὼν βάλλει, ὁ δὲ πρηνὴς ἀπὸ τοῦ ἵππου ἐς τὸ ἔδαφος εὐθὺς ἔπεσεν, ὃ δὴ Ῥωμαίους ἔτι μᾶλλον ἐπέρρωσεν.
此时一名农夫用投石器准确地击中了他的右膝,他立刻一头从马上栽倒在地,这使得罗马人更加士气大振。
ἥ τε μάχη πρωὶ ἀρξαμένη ἐτελεύτα ἐς μέσην ἡμέραν, ἐν ᾗ ἑκάτεροι τὸ πλέον ἔχειν οἰόμενοι διελύθησαν.
战斗从清晨打响,直到正午方歇,双方皆自以为占了上风而各自散去。
καὶ Ῥωμαῖοι μὲν ἐντὸς τοῦ περιβόλου ἐγένοντο, οἱ δὲ βάρβαροι ἀπὸ σταδίων τῆς πόλεως ἑπτὰ διεσκηνημένοι ἐστρατοπεδεύσαντο ἅπαντες.
罗马人退入城垣之内,蛮族全军则在距离该城七斯塔德之处安营扎寨。
Τότε ὁ Χοσρόης εἴτε τινὰ ὄψιν ὀνείρου εἶδεν ἤ τις αὐτῷ ἔννοια γέγονεν, ὡς δὶς ἐγχειρήσας ἢν μὴ δυνατὸς εἴη Ἔδεσσαν ἐξελεῖν, πολλήν οἱ αἰσχύνην τινὰ περιβαλέσθαι ξυμβήσεται.2
此时库思老无论是在梦中见到了何种异象,抑或心头生出何种念头,意识到自己若两次尝试仍无法攻陷埃德萨,必将为自身招致极大的耻辱。
διὸ δὴ πολλῶν χρημάτων ἀποδόσθαι τὴν ἀναχώρησιν Ἐδεσσηνοῖς ἔγνω.
因此,他决定以巨资将退兵之事出卖给埃德萨人。
τῇ γοῦν ἐπιγινομένῃ ἡμέρᾳ Παῦλος ἑρμηνεὺς παρὰ τὸ τεῖχος ἥκων ἔφασκε Ῥωμαίους χρῆναι παρὰ Χοσρόην σταλῆναι τῶν δοκίμων τινάς.
次日,翻译保罗来到城墙下,声称罗马人中应选派几名德高望重之士前往库思老处。
οἱ δὲ κατὰ τάχος τέσσαρας ἀπολεξάμενοι τῶν ἐν σφίσιν αὐτοῖς ἐπιφανῶν ἔπεμψαν.
他们迅速在显贵中推选出四人前往。
οἷς δὴ ἐς τὸ Μήδων ἀφικομένοις στρατόπεδον ἐντυχὼν γνώμῃ βασιλέως ὁ Ζαβεργάνης ἀπειλαῖς τε πολλαῖς δεδιξάμενος ἀνεπυνθάνετο αὐτῶν ὁπότερα σφίσιν αἱρετώτερα τυγχάνει ὄντα, πότερον τὰ ἐς τὴν εἰρήνην, ἢ τὰ ἐς τὸν πόλεμον ἄγοντα.
当他们抵达米底军营时,扎贝尔加内斯奉国王之命接见了他们,在以诸多言辞予以恐吓之后,询问他们究竟何者更为可取:是导向和平之事,抑或导向战争之事。
τῶν δὲ τὴν εἰρήνην ἑλέσθαι ἂν πρὸ τῶν κινδύνων ὁμολογούντων, “Οὐκοῦν,” ἔφη ὁ Ζαβεργάνης, “ὠνεῖσθαι ὑμᾶς ταύτην ἀνάγκη χρημάτων πολλῶν.”
使者们承认比起危险他们更愿选择和平,扎贝尔加内斯便道:“那么,你们必须耗费巨资将其买下。”
οἵ τε πρέσβεις ἔφασαν τοσαῦτα δώσειν ὅσα παρέσχοντο πρότερον, ἡνίκα τὴν Ἀντιόχειαν ἐξελὼν ἐπ’ αὐτοὺς ἦλθε.
使者们表示愿意奉上如同先前他在攻下安条克后来犯时他们所交付的同等数额。
καὶ ὁ Ζαβεργάνης αὐτοὺς ξὺν γέλωτι ἀπεπέμψατο, ἐφ’ ᾧ ἐνδελεχέστατα βουλευσάμενοι ἀμφὶ τῇ σωτηρίᾳ οὕτω δὴ αὖθις παρ’ αὐτοὺς ἔλθωσιν.3
扎贝尔加内斯大笑着将他们遣回,条件是他们必须为自身的安全彻底深思熟虑之后,再行前来。
- 2.26.4ἣν δὴ παρηγορῶν ὁ Χοσρόης
关系代词 ἣν 指向前文的名词 κατήφεια(沮丧、消沉),作分词 παρηγορῶν(安慰、抚平)的直接宾语,意为“为了排解这种沮丧/羞愧”,表现了库思老试图洗雪此前失败耻辱的心理动机。
- 2.26.12ὡς δὶς ἐγχειρήσας ἢν μὴ δυνατὸς εἴη Ἔδεσσαν ἐξελεῖν, πολλήν οἱ αἰσχύνην τινὰ περιβαλέσθαι ξυμβήσεται
承接 ἔννοια 的间接引语结构。条件从句(ἢν μὴ δυνατὸς εἴη)因受从属历史时态支配,由原本带有 ἄν 的虚拟式转为祈愿式;主句则保留了将来时直陈式(ξυμβήσεται),统领不定式 περιβαλέσθαι,生动再现了库思老认定“若两次尝试仍不能破城,必招致奇耻大辱”的确信心理。
- 2.26.19ἐφ’ ᾧ ἐνδελεχέστατα βουλευσάμενοι ἀμφὶ τῇ σωτηρίᾳ οὕτω δὴ αὖθις παρ’ αὐτοὺς ἔλθωσιν
连词 ἐφ’ ᾧ 后接虚拟式 ἔλθωσιν,构成表示“在……的条件下”的规定从句。表明扎贝尔加内斯遣回使者附带有明确条件,即他们必须对自身安危进行彻底商议后再行返回。
