- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:2.25.20-2.25.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在安格隆战役中,纳尔塞斯遭伏击身负致命伤,导致罗马全军崩溃溃逃,遭受了前所未有的惨烈败绩。
Πρῶτος δὲ Ναρσῆς ξύν τε τοῖς Ἐρούλοις καὶ Ῥωμαίων τοῖς ἑπομένοις ἐς χεῖρας τοῖς πολεμίοις ἦλθεν, ὠθισμοῦ τε γενομένου ἐτρέψατο τοὺς κατ’ αὐτὸν Πέρσας.
纳尔塞斯率先率领赫鲁利人以及跟随他的罗马军与敌交锋;在肉搏推挤之中,他击溃了与自己对阵的波斯兵。
φεύγοντές τε οἱ βάρβαροι ἐς τὸ φρούριον ἀνέβαινον δρόμῳ, ἔνθα δὴ ἀλλήλους ἔργα ἀνήκεστα ἐν τῇ στενοχωρίᾳ εἰργάζοντο.1
败逃的蛮族兵奔向要塞高处,在狭窄之处彼此践踏造成了无可挽救的重创。
καὶ τότε Ναρσῆς τε αὐτὸς τοῖς ἀμφ’ αὐτὸν ἐγκελευσάμενος πολλῷ ἔτι μᾶλλον τοῖς πολεμίοις ἐνέκειτο, καὶ Ῥωμαίων οἱ λοιποὶ ἔργου εἴχοντο. ἐξελθόντες δὲ ἐκ τοῦ αἰφνιδίου ἐκ τῶν κατὰ τοὺς στενωποὺς οἰκίσκων οἱ προλοχίζοντες, ὥσπερ ἐρρήθη, τῶν τε Ἐρούλων τινὰς κτείνουσιν, ἀπροσδόκητοι ἐπιπεσόντες, καὶ Ναρσῆν κατὰ κόρρης αὐτὸν παίουσι.
此时纳尔塞斯亲自激励部属,更猛烈地压制敌军,其余罗马兵亦投入战斗。然而,正如前文所述,预先埋伏在窄巷屋舍中的伏兵突现,出其不意地扑来,杀死了几名赫鲁利人,并重击了纳尔塞斯本人的太阳穴。
καὶ αὐτὸν Ἰσαάκης ὁ ἀδελφὸς καιρίαν τυπέντα ὑπεξήγαγε τῶν μαχομένων. ὃς δὴ ὀλίγῳ ὕστερον ἐτελεύτησεν, ἀνὴρ ἀγαθὸς ἐν τῷ πόνῳ τούτῳ γενόμενος.
其兄伊萨克将身负致命伤的他从战阵中救出。此人不久之后身亡,在这场苦战中展现了勇士的风范。
ταραχῆς δέ, ὡς τὸ εἰκός, ἐνθένδε πολλῆς ἐς τὸν Ῥωμαίων στρατὸν ἐμπεσούσης, ἅπαν ὁ Ναβέδης ἐπαφῆκε τοῖς ἐναντίοις τὸ Περσῶν στράτευμα.
正如意料之中的那样,罗马全军由此陷入极大的混乱,纳贝德斯趁势将波斯全军压向敌手。
οἱ δὲ βάλλοντες ἐν τοῖς στενωποῖς ἐς πολεμίων πάμπολυ πλῆθος πολλούς τε ἄλλους εὐπετῶς ἔκτεινον καὶ διαφερόντως Ἐρούλους, οἳ ξὺν τῷ Ναρσῇ τὰ πρῶτα τοῖς ἐναντίοις ἐπιπεσόντες ἀφύλακτοι ἐκ τοῦ ἐπὶ πλεῖστον ἐμάχοντο.2
波斯兵在窄巷中向密集如云的敌群放箭,轻而易举地杀死了其他众多敌兵,尤其是赫鲁利人;他们当初随同纳尔塞斯率先扑向敌人,交战时大体毫无防备。
οὔτε γὰρ κράνος οὔτε θώρακα οὔτε ἄλλο τι φυλακτήριον Ἔρουλοι ἔχουσιν, ὅτι μὴ ἀσπίδα καὶ τριβώνιον ἁδρόν, ὃ δὴ διεζωσμένοι ἐς τὸν ἀγῶνα καθίστανται.
因为赫鲁利人除了一面盾牌和一件厚实的外袍以外,既无头盔,亦无胸甲,亦无其他任何防具,他们只是将外袍束紧便投身战斗。
δοῦλοι μέντοι Ἔρουλοι καὶ ἀσπίδος χωρὶς ἐς μάχην χωροῦσιν, ἐπειδὰν δὲ ἄνδρες ἐν πολέμῳ ἀγαθοὶ γένωνται, οὕτω δὴ ἀσπίδας αὐτοῖς ἐφιᾶσιν οἱ δεσπόται προβάλλεσθαι ἐν ταῖς ξυμβολαῖς. τὰ μὲν τῶν Ἐρούλων ταύτῃ πη ἔχει.
赫鲁利人的奴隶甚至不带盾牌参战,唯有当他们在战争中证明自己勇猛过人时,主人才允许他们在交锋时持盾自卫。赫鲁利人的习俗大抵如此。
Ῥωμαῖοι δὲ οὐκ ἐνεγκόντες τοὺς πολεμίους ἀνὰ κράτος ἅπαντες ἔφευγον, οὔτε ἀλκῆς μεμνημένοι οὔτε τινὰ αἰδῶ ἢ ἄλλο τι ἐν νῷ ἀγαθὸν ἔχοντες.
罗马人抵挡不住敌军,全军拼死奔逃,既记不得勇气,亦不存任何羞耻或高尚的念头。
Πέρσαι δὲ αὐτοὺς ὑποπτεύοντες οὐκ ἐς φυγὴν ἀναίσχυντον οὕτω τετράφθαι, ἀλλ’ ἐνέδραις τισὶν ἐς αὐτοὺς χρῆσθαι, ἄχρι ἐς τὰς δυσχωρίας διώξαντες εἶτα ἀνέστρεφον, οὐ τολμῶντες ἐν τῷ ὁμαλεῖ ὀλίγοι πρὸς πολλοὺς διαμάχεσθαι.
波斯兵怀疑他们并非如此不知羞耻地溃逃,而是设下了某种伏兵引诱他们,故而仅追逐至险峻地形便返身撤退,不敢以寡兵在平地与众敌鏖战。
Ῥωμαῖοι μέντοι, καὶ διαφερόντως οἱ στρατηγοὶ πάντες, δίωξιν ἐπὶ σφᾶς ἀεὶ ποιεῖσθαι τοὺς πολεμίους οἰόμενοι ἔφευγον ἔτι μᾶλλον, οὐδένα ἀνιέντες καιρόν, θέουσι μὲν τοῖς ἵπποις ἐγκελευόμενοι μάστιγι καὶ κραυγῇ, τοὺς δὲ θώρακας καὶ τὰ ἄλλα ὅπλα ῥιπτοῦντες σπουδῇ τε καὶ θορύβῳ ἐς ἔδαφος.
然而罗马人,尤其是全体将领,误以为敌军仍在持续追击,逃得更加猛烈,丝毫不敢懈怠;他们用马鞭和叫喊催赶飞奔的战马,仓皇失措地将胸甲和其他武器抛弃于地。
οὐ γὰρ ἀντιτάξασθαι καταλαμβάνουσιν αὐτοὺς ἐθάρσουν Πέρσαις, ἀλλ’ ἐν μόνοις τοῖς τῶν ἵππων ποσὶ τὰς τῆς σωτηρίας ἐλπίδας εἶχον καί, τὸ ξύμπαν εἰπεῖν, τοιαύτη γέγονεν ἡ φυγὴ ὥστε τῶν ἵππων σχεδόν τι αὐτοῖς οὐδεὶς διεβίω, ἀλλ’ ἡνίκα τοῦ δρόμου ἐπαύσαντο, πεσόντες εὐθὺς διεφθάρησαν.3
因为他们根本不敢面对追赶上来的波斯兵,只将生还的希望全寄托于马蹄之上;总而言之,奔逃的惨烈程度使得他们的战马几乎无一存活,跑势甫歇便纷纷倒地毙命。
καὶ πάθος τοῦτο μέγα Ῥωμαίοις οἷον οὔποτε πρότερον γέγονε. πολλοί τε γὰρ αὐτῶν ἔθανον καὶ πλείους ἔτι ὑπὸ τοῖς πολεμίοις ἐγένοντο.
这对罗马人而言乃是一场前所未有的惨败。因为他们不仅死伤惨重,落入敌手的更是数目庞大。
ὅπλα τε αὐτῶν οἱ πολέμιοι καὶ ὑποζύγια ἔλαβον τοσαῦτα τὸ πλῆθος, ὥστε πλουσιώτερα δοκεῖν ἐκ τούτου γενέσθαι τοῦ ἔργου τὰ Περσῶν πράγματα.
敌军缴获了数量如此庞大的武器和驮畜,以至于波斯国的财富因这一战果显得更为丰盈。
Ἀδόλιος δὲ διὰ φρουρίου ἐν ταύτῃ δὴ τῇ ὑπαγωγῇ παριὼν ἐν Περσαρμενίοις κειμένου λίθῳ τε τὴν κεφαλὴν πρός του τῶν ταύτῃ ᾠκημένων πληγεὶς αὐτοῦ διεφθάρη, οἵ τε ἀμφὶ τὸν Ἰοῦστον καὶ Περάνιον ἐσβαλόντες ἐς τὰ ἐπὶ Ταραύνων χωρία καὶ ὀλίγα ἄττα ληισάμενοι εὐθὺς ἐπανῆλθον.
阿多利乌斯在这次溃退中穿过位于波斯亚美尼亚境内的一座要塞时,被当地一名居民掷石击中头部,当场毙命;而尤斯图斯和佩拉尼乌斯率军攻入塔劳农一带,稍作掳掠之后便立即撤回。
- 2.25.21ἀλλήλους ἔργα ἀνήκεστα ἐν τῇ στενοχωρίᾳ εἰργάζοντο
动词 εἰργάζοντο 支配的双宾格句式(ἀλλήλους 表示承受者,ἔργα ἀνήκεστα 表示所施加的不可挽回的灾难)。此处生动描绘了溃逃的波斯军在要塞隘口处慌乱互相踩踏挤压造成的惨重伤害。
- 2.25.26οἳ ξὺν τῷ Ναρσῇ τὰ πρῶτα τοῖς ἐναντίοις ἐπιπεσόντες ἀφύλακτοι ἐκ τοῦ ἐπὶ πλεῖστον ἐμάχοντο
关系从句中包含两个副词性短语:τὰ πρῶτα(“首先、最先”)与 ἐκ τοῦ ἐπὶ πλεῖστον(“大体上、在大多数情况下”)。主格分词 ἐπιπεσόντες 与关系代词 οἳ 一致,表动作之发起;形容词 ἀφύλακτοι 作谓语性主格补足语(“在毫无防具的状态下”),修饰未完成体主要动词 ἐμάχοντο。
- 2.25.32ὥστε τῶν ἵππων σχεδόν τι αὐτοῖς οὐδεὶς διεβίω, ἀλλ’ ἡνίκα τοῦ δρόμου ἐπαύσαντο, πεσόντες εὐθὺς διεφθάρησαν
由 ὥστε 引导的结果状语从句(带直陈式,表示实际发生的结果)。主语 οὐδεὶς 带有部分属格 τῶν ἵππων 以及与格 αὐτοῖς(关系与格/不利与格)。在由 ἀλλʼ 引导的后半分句中,插入了时间从句 ἡνίκα τοῦ δρόμου ἐπαύσαντο,过去时分词 πεσόντες 与主要动词 διεφθάρησαν 紧密结合,表示力竭倒地后立即毙命。
