- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:2.25.1-2.25.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在富庶且为贸易枢纽的杜比奥斯附近的安格隆,纳贝德斯率少数兵力构筑了坚固的防御阵地;而罗马军队因误信波斯撤军的假情报,以极度混乱的纪律进军,遭遇敌军阵列后只得仓促布阵对峙。
Ἔστι δὲ τὸ Δούβιος χώρα τις τά τε ἄλλα ἀγαθὴ καὶ ἀέρων τε καὶ ὑδάτων εὐεξίαν τινὰ διαρκῶς ἔχουσα, Θεοδοσιουπόλεως δὲ ὁδῷ ἡμερῶν ὀκτὼ διέχει.
杜比奥斯在其他方面是一块富饶之地,且始终享有优良的空气与水源,距离狄奥多西波利斯有八天的行程。
καὶ πεδία μὲν ἐνταῦθα ἱππήλατά ἐστι, κῶμαι δὲ πολλαὶ πολυανθρωπότατοι ᾤκηνται ἀγχοτάτω ἀλλήλαις καὶ πολλοὶ ἔμποροι κατ’ ἐργασίαν ἐν ταύταις οἰκοῦσιν.
该地有宜于骑马的平原,许多人口稠密的村庄彼此极为靠近,许多商人为了经商而定居其中。
ἔκ τε γὰρ Ἰνδῶν καὶ τῶν πλησιοχώρων Ἰβήρων πάντων τε ὡς εἰπεῖν τῶν ἐν Πέρσαις ἐθνῶν καὶ Ῥωμαίων τινῶν τὰ φορτία ἐσκομιζόμενοι ἐνταῦθα ἀλλήλοις ξυμβάλλουσι.
因为他们从印度人、邻近的伊比利亚人、波斯境内的几乎所有民族以及部分罗马人那里运来货物,在此彼此交易。
τόν τε τῶν Χριστιανῶν ἱερέα Καθολικὸν καλοῦσι τῇ Ἑλλήνων φωνῇ, ὅτι δὴ ἐφέστηκεν εἷς ὢν ἅπασι τοῖς ταύτῃ χωρίοις.
他们用希腊语称呼那位基督教祭司为“普世牧首”,是因为他独自一人主管此地的所有地方。
Δούβιος δὲ ἄποθεν ὅσον εἴκοσι καὶ ἑκατὸν σταδίων ἐν δεξιᾷ ἰόντι ἐκ Ῥωμαίων τῆς γῆς1 ὄρος ἐστὶ δύσβατόν τε καὶ ἄλλως κρημνῶδες, καὶ κώμη τις ἐν δυσχωρίᾳ στενοτάτη κειμένη, Ἀγγλὼν ὄνομα.
距杜比奥斯约一百二十斯塔迪昂处,在从罗马领地前行者的右手边,有一座险阻难行且格外陡峭的山丘,在最狭窄的险要处坐落着一个名为安格隆的村庄。
οὗ δὴ ὁ Ναβέδης, ἐπειδὴ τάχιστα τῶν πολεμίων τὴν ἔφοδον ἔγνω, παντὶ τῷ στρατῷ ἀποχωρήσας χωρίου τε ἰσχύϊ θαρσήσας καθεῖρξεν αὑτόν.
纳贝德斯一得知敌军逼近,便率全军退至彼处,依仗地形的险固将自己固守在内。
καὶ ἡ μὲν κώμη ἐς τοῦ ὄρους τὰ ἔσχατα κεῖται, φρούριον δὲ ἐχυρὸν τῇ κώμῃ ταύτῃ ὁμώνυμον ἐν τῷ κρημνώδει ἐστίν.
该村庄位于山脚边缘,在险峻之处则有一座与村庄同名的坚固要塞。
ὁ γοῦν Ναβέδης λίθοις μὲν καὶ ἁμάξαις τὰς ἐπὶ τὴν κώμην ἀποφράξας εἰσόδους δυσπρόσοδον ἔτι μᾶλλον εἰργάσατο ταύτην.
纳贝德斯用石块和车架堵塞了通往村庄的通道,使其更加难以接近。
ἐπίπροσθε δὲ τάφρον τινὰ ὀρύξας ἐνταῦθα τὸ στράτευμα ἔστησε, προλοχίσας οἰκίσκους τινὰς παλαιοὺς ἐνέδραις πεζῶν. ἐς τετρακισχιλίους δὲ ἄνδρας ἅπαν ξυνῄει τὸ Περσῶν στράτευμα.
他在前方挖掘了一道壕沟并在彼处布防军队,预先在几处旧屋舍中设下了步兵埋伏。波斯全军合起来约为四千人。
Ταῦτα μὲν οὖν ἐπράσσετο τῇδε. Ῥωμαῖοι δὲ ἀφικόμενοι ἐς χῶρον ἡμέρας ὁδῷ Ἀγγλῶν διέχοντα, τῶν τινα πολεμίων ἐπὶ κατασκοπῇ ἰόντα λαβόντες ἐπυνθάνοντο ὅπη ποτὲ τανῦν ὁ Ναβέδης εἴη. καὶ ὃς ἀνακεχωρηκέναι τὸν ἄνδρα ἐξ Ἀγγλῶν παντὶ τῷ Μήδων στρατῷ ἔφασκεν.
彼处的情形便是如此。罗马人抵达距安格隆有一日行程的地方,俘获了一名出外侦察的敌军,便查问纳贝德斯此刻究竟在何处。那人声称此人已率全体米底大军撤离了安格隆。
ὃ δὴ ὁ Ναρσῆς ἀκούσας δεινὰ ἐποιεῖτο, καὶ τοῖς ξυνάρχουσι τὴν μέλλησιν ὀνειδίζων ἐλοιδορεῖτο.
纳尔塞斯听闻此事大为愤慨,严加斥责同僚将领的迟疑不决。
ταὐτὸ δὲ τοῦτο καὶ ἄλλοι ἐποίουν, ἐς ἀλλήλους ὑβρίζοντες, καὶ τὸ λοιπὸν μάχης τε καὶ κινδύνου ἀφροντιστήσαντες ληίζεσθαι τὰ ἐκείνῃ χωρία ἐν σπουδῇ ἐποιοῦντο.
其他人亦是如此,相互辱骂,自此不再顾虑战斗与危险,专心致志于掳掠当地村邑。
ἄραντες τοίνυν ἀστρατήγητοί τε καὶ ἄτακτοι κόσμῳ οὐδενὶ ἐπίπροσθεν ᾔεσαν, οὔτε τι ἔχοντες σύμβολον ἐν σφίσιν αὐτοῖς, ᾗπερ ἐν τοῖς τοιούτοις ἀγῶσιν εἴθισται, οὔτε πη διακεκριμένοι ἐν τάξει.
于是他们拔营前行,既无统帅亦无秩序,不成任何阵形,彼此之间既未约定此类交战中所惯用的口令,亦未按编制清晰排列。
τοῖς γὰρ σκευοφόροις οἱ στρατιῶται ἀναμιγνύμενοι ἐπορεύοντο ὡς ἐπὶ ἁρπαγὴν ἑτοιμοτάτην ἰόντες χρημάτων μεγάλων.
因为士兵们与辎重队混杂在一起,前行时仿佛是去极易得手地夺取大笔财富一般。
ἐπεὶ δὲ Ἀγγλῶν ἀγχοῦ ἐγένοντο, πέμπουσι κατασκόπους, οἳ δὴ αὐτοῖς ἐπανιόντες ἀπήγγελλον τὴν τῶν πολεμίων παράταξιν.
当他们行至靠近安格隆之处时,派出了斥候,斥候返回后向他们报告了敌军的阵列。
οἱ δὲ στρατηγοὶ τῷ ἀπροσδοκήτῳ καταπλαγέντες ἀναστρέφειν μὲν ξὺν στρατῷ τοσούτῳ τὸ πλῆθος αἰσχρόν τε καὶ ἄνανδρον ὅλως ᾤοντο εἶναι, τάξαντες δὲ ὡς ἐκ τῶν παρόντων εἰς τὰ τρία τέλη τὸ στράτευμα εὐθὺ τῶν πολεμίων ἐχώρουν.
将领们因这出乎意料的局面而惊慌失措,认为率领如此庞大的军队掉头撤退乃是可耻且极其懦弱之举;于是他们依当前局势勉强将大军列为三个阵队,直奔敌军而去。
Πέτρος μὲν οὖν κέρας τὸ δεξιὸν εἶχε, Βαλεριανὸς δὲ τὸ εὐώνυμον, εἰς δὲ τὸ μέσον οἱ ἀμφὶ Μαρτῖνον ἐτάσσοντο. γενόμενοι δὲ ἄγχιστά πη τῶν ἐναντίων ἡσύχαζον, τὴν τάξιν σὺν ἀκοσμίᾳ φυλάσσοντες.
彼得统领右翼,瓦勒良统领左翼,马丁及其部属则列于中军。他们行至极其靠近敌军之处便停了下来,阵线却保持得极为混乱。
αἴτιον δὲ ἦν ἥ τε δυσχωρία κρημνώδης ὑπερφυῶς οὖσα καὶ τὸ ἐξ ὑπογύου διαταχθέντας ἐς τὴν μάχην καθίστασθαι.
其原因既在于险阻的地形异常陡峭,又在于他们是仓促布阵以投入交战。
ἔτι μέντοι καὶ οἱ βάρβαροι σφᾶς αὐτοὺς ἐς ὀλίγον ξυναγαγόντες ἡσυχῆ ἔμενον, περισκοπούμενοι τῶν ἐναντίων τὴν δύναμιν, προειρημένον αὐτοῖς πρὸς Ναβέδου2 χειρῶν μὲν ὡς ἥκιστα ἄρχειν, ἢν δέ πη ἐπισκήψωσιν οἱ πολέμιοι, κατὰ τὸ δυνατὸν σφίσιν ἀμύνασθαι.
此外,蛮族军队亦将自身紧缩于一小块区域内安静待命,观察对手的虚实,因为纳贝德斯预先叮嘱他们绝不要先行动手,但若敌军发起进攻,便竭尽所能自卫还击。
- 2.25.5ἐν δεξιᾷ ἰόντι ἐκ Ῥωμαίων τῆς γῆς
现在分词与格 ἰόντι 是空间方位语境中表示观察者或行进者视角的“评判者与格”(dative of reference / person judging),意为“在从罗马领地前行者的右手边”。
- 2.25.19προειρημένον αὐτοῖς πρὸς Ναβέδου
此为完成时被动分词中性单数(προειρημένον)构成的非人称绝对宾格(accusative absolute),不带名词主语,独立充当原因或背景从句(“因纳贝德斯已预先叮嘱他们……”),后接的不定词从句(χειρῶν μὲν ὡς ἥκιστα ἄρχειν...)作其命令的具体内容。
