← 普罗科皮乌斯

战史

§2.23.1-2.23.12

死者激增与埋葬秩序的彻底崩溃

记述了拜占庭瘟疫的发展与加剧,记录了死者激增导致埋葬秩序崩溃、皇帝任命狄奥多鲁斯主持丧葬、城墙塔楼填埋尸体造成恶臭,以及传统丧葬礼俗彻底废弛的惨状。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.23.1

Ἡ μὲν οὖν νόσος ἐν Βυζαντίῳ ἐς τέσσαρας διῆλθε μῆνας, ἤκμασε δὲ ἐν τρισὶ μάλιστα.

这场瘟疫在拜占庭持续了四个月,其中最猖獗的大约有三个月。

§2.23.2

καὶ κατ’ ἀρχὰς μὲν ἔθνησκον τῶν εἰωθότων ὀλίγῳ πλείους, εἶτα ἔτι μᾶλλον τὸ κακὸν ᾔρετο, μετὰ δὲ ἐς πεντακισχιλίους ἡμέρᾳ ἑκάστῃ ἐξικνεῖτο τὸ τῶν νεκρῶν μέτρον, καὶ αὖ πάλιν ἐς μυρίους τε καὶ τούτων ἔτι πλείους ἦλθε.

起初,死者仅比往常略多,随后灾祸进一步蔓延,后来每日死亡人数达到五千,继而又增至一万,甚至还要多于此数。

§2.23.3

τὰ μὲν οὖν πρῶτα τῆς ταφῆς αὐτὸς ἕκαστος ἐπεμελεῖτο τῶν κατὰ τὴν οἰκίαν νεκρῶν, οὓς δὴ καὶ ἐς ἀλλοτρίας θήκας ἐρρίπτουν ἢ λανθάνοντες ἢ βιαζόμενοι· ἔπειτα δὲ πάντα ἐν ἅπασι ξυνεταράχθη.

起初,每个人各自照料家中的死者并予以埋葬,他们或者偷偷摸摸,或者强行将死者投入他人的墓穴;但随后万事陷入彻底的混乱之中。

§2.23.4

δοῦλοί τε γὰρ ἔμειναν δεσποτῶν ἔρημοι, ἄνδρες τε τὰ πρότερα λίαν εὐδαίμονες τῆς τῶν οἰκετῶν ὑπουργίας ἢ νοσούντων ἢ τετελευτηκότων ἐστέρηντο, πολλαί τε οἰκίαι παντάπασιν ἔρημοι ἀνθρώπων ἐγένοντο.

因为奴隶失去了主人,而以往极其富有的人也因仆从生病或离世而失去了侍奉,许多宅邸完全断绝了人烟。

§2.23.5

διὸ δὴ ξυνέβη τισὶ τῶν γνωρίμων τῇ ἀπορίᾳ ἡμέρας πολλὰς ἀτάφοις εἶναι. Ἔς τε βασιλέα ἡ τοῦ πράγματος πρόνοια, ὡς τὸ εἰκός, ἦλθε. στρατιώτας οὖν ἐκ παλατίου καὶ χρήματα νείμας Θεόδωρον ἐκέλευε τοῦ ἔργου τούτου ἐπιμελεῖσθαι, ὃς δὴ ἀποκρίσεσι ταῖς βασιλικαῖς ἐφειστήκει, ἀεὶ τῷ βασιλεῖ τὰς τῶν ἱκετῶν δεήσεις ἀγγέλλων, σημαίνων τε αὖθις ὅσα ἂν αὐτῷ βουλομένῳ εἴη.1 ῥεφερενδάριον τῇ Λατίνων φωνῇ τὴν τιμὴν ταύτην καλοῦσι Ῥωμαῖοι.

因此甚至有些达官显贵,由于无人照看,竟连续数日不得安葬。对这桩事务的处置,自然而然落到了皇帝身上。于是皇帝从宫中调拨卫兵并拨发资金,责令狄奥多鲁斯主管此事;此人主管皇帝的批复,始终向皇帝呈报祈求者的请求,并转达皇帝的所有旨意。罗马人用拉丁语称这一官职为奏闻官。

§2.23.7

οἷς μὲν οὖν οὔπω παντάπασιν ἐς ἐρημίαν ἐμπεπτωκότα τὰ κατὰ τὴν οἰκίαν ἐτύγχανεν, αὐτοὶ ἕκαστοι τὰς τῶν προσηκόντων ἐποιοῦντο ταφάς.

因此,凡家中境况尚未完全陷入荒绝的人,都各自安葬自己的亲属。

§2.23.8

Θεόδωρος δὲ τά τε βασιλέως διδοὺς χρήματα καὶ τὰ οἰκεῖα προσαναλίσκων τοὺς ἀπημελημένους τῶν νεκρῶν ἔθαπτεν.

而狄奥多鲁斯一方面发放皇帝所赐钱财,一方面追加耗费自己的家资,埋葬了那些无人过问的死者。

§2.23.9

ἐπεὶ δὲ τὰς θήκας ἁπάσας αἳ πρότερον ἦσαν ἐμπίπλασθαι τῶν νεκρῶν ἔτυχεν, οἱ δὲ ὀρύσσοντες ἅπαντα ἐφεξῆς τὰ ἀμφὶ τὴν πόλιν χωρία, ἐνταῦθά τε τοὺς θνήσκοντας κατατιθέμενοι, ὡς ἕκαστός πη ἐδύνατο, ἀπηλλάσσοντο, ἔπειτα δὲ οἱ τὰς κατώρυχας ταύτας ποιούμενοι πρὸς τῶν ἀποθνησκόντων τὸ μέτρον οὐκέτι ἀντέχοντες, ἐς τοὺς πύργους τοῦ περιβόλου ἀνέβαινον2 ὃς ἐν Συκαῖς ἐστι· τάς τε ὀροφὰς περιελόντες ἐνταῦθα ἐρρίπτουν τὰ σώματα οὐδενὶ κόσμῳ, καὶ ξυννήσαντες, ὥς πη ἑκάστῳ παρέτυχεν, ἐμπλησάμενοί τε τῶν νεκρῶν ὡς εἰπεῖν ἅπαντας, εἶτα ταῖς ὀροφαῖς αὖθις ἐκάλυπτον. καὶ ἀπ’ αὐτοῦ πνεῦμα δυσῶδες ἐς τὴν πόλιν ἰὸν ἔτι μᾶλλον ἐλύπει τοὺς ταύτῃ ἀνθρώπους, ἄλλως τε ἢν καὶ ἄνεμός τις ἐκεῖθεν ἐπίφορος ἐπιπνεύσειε.

当先前所有的墓穴都已填满死尸时,人们接连掘开城郊的所有土地,将死者安放于此,然后各自竭尽所能离去;但随后,挖掘这些墓穴的人再也无法承受死亡人数的激增,便登上了位于叙凯的城墙各塔楼;他们拆去塔顶,毫无秩序地将尸体丢掷在里面,众人随意堆积,可以说填满了所有的塔楼,随后又用屋顶将它们重新遮盖起来。由此散发的一股恶臭传入城内,令那里的居民更加痛苦,尤其是当顺风从那处吹来之时。

§2.23.12

Πάντα τε ὑπερώφθη τότε τὰ περὶ τὰς ταφὰς νόμιμα. οὔτε γὰρ παραπεμπόμενοι ᾗ νενόμισται οἱ νεκροὶ ἐκομίζοντο οὔτε καταψαλλόμενοι ἧπερ εἰώθει, ἀλλ’ ἱκανὸν ἦν, εἰ φέρων τις ἐπὶ τῶν ὤμων τῶν τετελευτηκότων τινὰ ἔς τε τῆς πόλεως τὰ ἐπιθαλάσσια ἐλθὼν ἔρριψεν, οὗ δὴ ταῖς ἀκάτοις ἐμβαλλόμενοι σωρηδὸν ἔμελλον ὅπη παρατύχοι κομίζεσθαι.

当时关于埋葬的所有习俗全遭废弃。因为死者既未按照惯例由送葬队伍护送,也未按照习俗受到哀歌咏唱,只要有人肩扛一具死尸,来到城边的海滨将其抛下便已足够;死者在那里被乱七八糟地堆装在驳船上,任其运往碰巧能够运至的任何地方。

语法注2 条
  1. 2.23.6ὅσα ἂν αὐτῷ βουλομένῳ εἴη

    这是由与格代词 αὐτῷ 与分词 βουλομένῳ 结合构成的表愿望的述语与格结构(相当于拉丁语的 mihi volenti est 句型),意为“凡符合其意愿之事”。希求法 εἴη 是间接引语从属分句中的过去时态配置。

  2. 2.23.9ἐπεὶ δὲ τὰς θήκας ἁπάσας αἳ πρότερον ἦσαν ἐμπίπλασθαι τῶν νεκρῶν ἔτυχεν, οἱ δὲ ὀρύσσοντες ... ἀπηλλάσσοντο, ἔπειτα δὲ οἱ τὰς κατώρυχας ταύτας ποιούμενοι ... ἐς τοὺς πύργους τοῦ περιβόλου ἀνέβαινον

    这是一个复杂的长句:时间从句 ἐπεὶ δὲ ... ἔτυχεν 之后,主句由带有归结连词 δέ 的 οἱ δὲ ... ἀπηλλάσσοντο 引出,随后又通过 ἔπειτα δὲ ... ἀνέβαινον 推进到下一阶段。连续的 δέ 分句清晰展现了人们从临时掘坑埋尸,到连挖坑也无法应对而改将尸体塞入塔楼的过程。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:2.23.1-2.23.12