- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:2.23.13-2.23.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在瘟疫的恐惧下,党争者与恶人一度痛改前非协助收尸,但脱险后却变本加厉地作恶。全城百业停顿并爆发饥荒,包括染病的皇帝在内,全城居民皆身着平民便服闭门不出。
τότε καὶ τοῦ δήμου ὅσοι στασιῶται πρότερον ἦσαν, ἔχθους τοῦ ἐς ἀλλήλους ἀφέμενοι τῆς τε ὁσίας τῶν τετελευτηκότων κοινῇ ἐπεμέλοντο καὶ φέροντες αὐτοὶ τοὺς οὐ προσήκοντας σφίσι νεκροὺς ἔθαπτον.
当时,民众中凡先前参与党争的人,都放下了对彼此的仇恨,共同照料死者的应有葬仪,亲自抬运并埋葬了与自己毫无亲属关系的死尸。
ἀλλὰ καὶ ὅσοι πράγμασι τὰ πρότερα παριστάμενοι αἰσχροῖς τε καὶ πονηροῖς ἔχαιρον, οἵδε τὴν ἐς τὴν δίαιταν ἀποσεισάμενοι παρανομίαν τὴν εὐσέβειαν ἀκριβῶς ἤσκουν, οὐ τὴν σωφροσύνην μεταμαθόντες οὐδὲ τῆς ἀρετῆς ἐρασταί τινες ἐκ τοῦ αἰφνιδίου γεγενημένοι· ἐπεὶ τοῖς ἀνθρώποις ὅσα ἐμπέπηγε φύσει ἢ χρόνου μακροῦ διδασκαλίᾳ ῥᾷστα δὴ οὕτω μεταβάλλεσθαι ἀδύνατά ἐστιν, ὅτι μὴ θείου τινὸς ἀγαθοῦ ἐπιπνεύσαντος·1 ἀλλὰ τότε ὡς εἰπεῖν ἅπαντες καταπεπληγμένοι μὲν τοῖς ξυμπίπτουσι, τεθνήξεσθαι δὲ αὐτίκα δὴ μάλα οἰόμενοι, ἀνάγκῃ, ὡς τὸ εἰκός, πάσῃ τὴν ἐπιείκειαν ἐπὶ καιροῦ μετεμάνθανον.
不仅如此,凡以往热衷于投身可耻与邪恶行径的人,也都摒弃了生活中的违法乱纪,一丝不苟地躬行敬虔;这并非由于他们重新学会了节制,亦非他们突然之间变成了美德的崇尚者;因为人类因天性或长久熏陶而根深蒂固的事物,除非有某种神圣的良善之气吹拂,否则绝不可能如此轻而易举地改变。然而在当时,可以说所有人都被眼前的灾祸吓破了胆,自以为大难临头、转瞬即死,自然在迫不得已之下,为应付眼前危机而暂时重新学得了良善。
ταῦτά τοι, ἐπειδὴ τάχιστα τῆς νόσου ἀπαλλαγέντες ἐσώθησαν ἔν τε τῷ ἀσφαλεῖ γεγενῆσθαι ἤδη ὑπετόπασαν, ἅτε τοῦ κακοῦ ἐπ’ ἄλλους ἀνθρώπων τινὰς κεχωρηκότος, ἀγχίστροφον αὖθις τῆς γνώμης τὴν μεταβολὴν ἐπὶ τὰ χείρω πεποιημένοι, μᾶλλον ἢ πρότερον τὴν τῶν ἐπιτηδευμάτων ἀτοπίαν ἐνδείκνυνται, σφᾶς αὐτοὺς μάλιστα τῇ τε πονηρίᾳ καὶ τῇ ἄλλῃ παρανομίᾳ νενικηκότες·2 ἐπεὶ καὶ ἀπισχυρισάμενος ἄν τις οὐ τὰ ψευδῆ εἴποι ὡς ἡ νόσος ἥδε εἴτε τύχῃ τινὶ εἴτε προνοίᾳ ἐς τὸ ἀκριβὲς ἀπολεξαμένη τοὺς πονηροτάτους ἀφῆκεν. ἀλλὰ ταῦτα μὲν τῷ ὑστέρῳ ἀποδέδεικται χρόνῳ.
因此,当他们一旦摆脱了疾病而幸免于难,并料想自己已经处于安全之中——因为灾祸已经转向了另外一些人——他们便立刻又急剧转变心智,滑向更为恶劣的境地,比以往更甚地表现出其行径的乖张,在邪恶与其他不法之事上实实在在地超越了以往的自己。事实上,若有人断言这场瘟疫无论是出于偶然还是神意,都极为精准地选出最邪恶之徒并予以放过,此人所言亦绝非虚妄。然而,这些事情乃是在日后的岁月中才显明出来的。
Τότε δὲ ἀγοράζοντά τινα οὐκ εὐπετὲς ἐδόκει εἶναι ἔν γε Βυζαντίῳ ἰδεῖν, ἀλλ’ οἴκοι καθήμενοι ἅπαντες ὅσοις ξυνέβαινε τὸ σῶμα ἐρρῶσθαι, ἢ τοὺς νοσοῦντας ἐθεράπευον, ἢ τοὺς τετελευτηκότας ἐθρήνουν.
当时,在拜占庭要想在市场上见到行人并非易事;凡是碰巧身体健全的人全都闭门不出,要么照看病患,要么为死者哀恸。
ἢν δέ τις καὶ προϊόντι τινὶ ἐντυχεῖν ἴσχυσεν, ὅδε τῶν τινα νεκρῶν ἔφερεν. ἐργασία τε ξύμπασα ἤργει, καὶ τὰς τέχνας οἱ τεχνῖται μεθῆκαν ἁπάσας, ἔργα τε ἄλλα ὅσα δὴ ἕκαστοι ἐν χερσὶν εἶχον.
即使有人碰巧能遇见一个走在街上的人,此人也是在搬运某具尸体。所有的商业劳动尽皆停滞,手艺人放弃了所有手艺,也放下了各自手中正在从事的其他所有事务。
ἐν πόλει γοῦν ἀγαθοῖς ἅπασιν ἀτεχνῶς εὐθηνούσῃ λιμός τις ἀκριβὴς ἐπεκώμαζεν. ἄρτον ἀμέλει ἢ ἄλλο ὁτιοῦν διαρκῶς ἔχειν χαλεπόν τε ἐδόκει καὶ λόγου πολλοῦ ἄξιον εἶναι· ὥστε καὶ τῶν νοσούντων τισὶν ἄωρον ξυμβῆναι δοκεῖν ἀπορίᾳ τῶν ἀναγκαίων τὴν τοῦ βίου καταστροφήν.
总之,在这座本应各项物资极度丰足的城市中,一场彻底的饥荒肆虐横行。能够充足地获得面包或任何其他物品,被视为极其困难且值得大书特书之事;以至于人们认为,有些病人之所以过早结束生命,正是由于缺乏生活必需品所致。
καὶ τὸ ξύμπαν εἰπεῖν, χλαμύδα οὐκ ἦν ἐνδιδυσκόμενόν τινα ἐν Βυζαντίῳ τὸ παράπαν ἰδεῖν,3 ἄλλως τε ἡνίκα βασιλεῖ νοσῆσαι ξυνέβη (καὶ αὐτῷ γὰρ ξυνέπεσε βουβῶνα ἐπῆρθαι), ἀλλ’ ἐν πόλει βασιλείαν ἐχούσῃ ξυμπάσης τῆς Ῥωμαίων ἀρχῆς ἱμάτια ἐν ἰδιωτῶν λόγῳ ἅπαντες ἀμπεχόμενοι ἡσυχῆ ἔμενον.
概括言之,在拜占庭完全见不到有任何人身着官袍,尤其是当皇帝也碰巧染病之时(因为他自身也碰巧生出了腹股沟肿块);在这座统辖整个罗马帝国帝权的城中,所有人都穿着普通平民的衣裳,静静地留在家中。
τὰ μὲν οὖν ἀμφὶ τῷ λοιμῷ ἔν τε τῇ ἄλλῃ Ῥωμαίων γῇ καὶ ἐν Βυζαντίῳ ταύτῃ πη ἔσχεν. ἐπέσκηψε δὲ καὶ ἐς τὴν Περσῶν γῆν καὶ ἐς βαρβάρους τοὺς ἄλλους ἅπαντας.
关于瘟疫之事,在罗马人的其余领土以及拜占庭大体便是如此。而且它也降临到了波斯人的土地以及所有其他蛮族之中。
- 2.23.15ὅτι μὴ θείου τινὸς ἀγαθοῦ ἐπιπνεύσαντος
成语性短语 ὅτι μή 相当于 εἰ μή,意为“除……之外”或“除非”。此处它与后接的独立属格(θείου τινὸς ἀγαθοῦ ἐπιπνεύσαντος)连用,表示唯一能使根深蒂固的人性发生转变的例外条件。
- 2.23.16σφᾶς αὐτοὺς μάλιστα τῇ τε πονηρίᾳ καὶ τῇ ἄλλῃ παρανομίᾳ νενικηκότες
完成体分词 νενικηκότες 与反身代词宾格 σφᾶς αὐτούς 连用,字面意思为“在邪恶上战胜了自己”,系一种修辞表达,意指他们“超越了以往的自己”,即作恶程度比过去犹有过之。
- 2.23.20χλαμύδα οὐκ ἦν ἐνδιδυσκόμενόν τινα ἐν Βυζαντίῳ τὸ παράπαν ἰδεῖν
οὐκ ἦν ἰδεῖν 为非人称句式,意为“不可能见到”,支配宾格及分词结构 τινα ἐνδιδυσκόμενον(着装的某人)。短袍(χλαμύς)在帝国后期特指官员或军人的公职服饰,此句借此象征公职行动与城市行政机能的彻底停摆。
