- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:2.22.24-2.22.39
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
记述了患者狂乱投水坠楼的情形、医者解剖尸体发现痈疽、病程与医治效果的全无定规、孕妇染病极高的致死率,以及腹股沟腺肿化脓与存活及后遗症的关联。
ἔκ τε γὰρ τῶν στρωμάτων ἐκπίπτοντας καὶ καλινδουμένους ἐς τὸ ἔδαφος ἀντικαθίστων αὖθις, καὶ ῥιπτεῖν σφᾶς αὐτοὺς ἐκ τῶν οἰκημάτων ἐφιεμένους ὠθοῦντές τε καὶ ἀνθέλκοντες ἐβιάζοντο.
事实上,他们把那些从床上跌落并在地上翻滚的人重新抬回,又通过推挡和拉拽,强行阻止那些企图从房舍中跳出的人。
ὕδωρ τε οἷς παρατύχοι, ἐμπεσεῖν ἤθελον, οὐ δὴ οὐχ ὅσον τοῦ ποτοῦ ἐπιθυμίᾳ1 (ἐς γὰρ θάλασσαν οἱ πολλοὶ ὥρμηντο), ἀλλ’ αἴτιον ἦν μάλιστα ἡ τῶν φρενῶν νόσος.
凡是有水的地方,人们都想跳入其中——这倒不是由于对饮水的渴求(因为许多人直奔大海而去),最主要的原因实是神志的错乱。
πολὺς δὲ αὐτοῖς καὶ περὶ τὰς βρώσεις ἐγένετο πόνος. οὐ γὰρ εὐπετῶς προσίεντο ταύτας. πολλοί τε ἀπορίᾳ τοῦ θεραπεύοντος διεφθάρησαν, ἢ λιμῷ πιεζόμενοι, ἢ ἀφ’ ὑψηλοῦ καθιέντες τὸ σῶμα. ὅσοις δὲ οὔτε κῶμα οὔτε παραφροσύνη ἐνέπεσε, τούτοις δὴ ὅ τε βουβὼν ἐσφακέλιζε καὶ αὐτοὶ ταῖς ὀδύναις οὐκέτι ἀντέχοντες ἔθνησκον.
在进食方面也给他们带来了极大的痛苦,因为他们并不容易咽下食物。许多人因缺乏看护者而丧生,或者受饥饿所迫,或者从高处投身而下。至于那些既未陷入昏迷也未发狂的人,其腹股沟腺肿发生坏死,他们自己也再无法忍受剧痛而死去。
τεκμηριώσειε δ’ ἄν τις καὶ τοῖς ἄλλοις ἅπασι κατὰ ταὐτὰ ξυμβῆναι,2 ἀλλ’ ἐπεὶ ἐν αὑτοῖς ὡς ἥκιστα ἦσαν, ξυνεῖναι τῆς ὀδύνης οὐδαμῆ εἶχον, τοῦ πάθους αὐτοῖς τοῦ ἀμφὶ τὰς φρένας παραιρουμένου τὴν αἴσθησιν.
人们尽可推断,同样的事情也发生在其他所有人身上;但由于他们完全神志不清,因而根本无法察觉痛苦,因为他们头脑所受的病患剥夺了他们的感知。
Ἀπορούμενοι γοῦν τῶν τινες ἰατρῶν τῇ τῶν ξυμπιπτόντων ἀγνοίᾳ τό τε τῆς νόσου κεφάλαιον ἐν τοῖς βουβῶσιν ἀποκεκρίσθαι οἰόμενοι, διερευνᾶσθαι τῶν τετελευτηκότων τὰ σώματα ἔγνωσαν. καὶ διελόντες τῶν βουβώνων τινάς, ἄνθρακος δεινόν τι χρῆμα ἐμπεφυκὸς εὗρον.
于是,有些医者由于不明白出现的种种症状而陷入困境,以为疾病的症结深藏在腺肿之中,便决定解剖查验死者的尸体;他们剖开一些腺肿,发现里面生出了一种可怕的痈疽之物。
Ἔθνησκον δὲ οἱ μὲν αὐτίκα, οἱ δὲ ἡμέραις πολλαῖς ὕστερον, τισί τε φλυκταίναις μελαίναις ὅσον φακοῦ μέγεθος ἐξήνθει τὸ σῶμα, οἳ οὐδὲ μίαν ἐπεβίων ἡμέραν, ἀλλ’ εὐθυωρὸν ἅπαντες ἔθνησκον.
有人立刻死去,有人则在多日之后丧生;有些人的身上发出了如小扁豆大小的黑色脓疱,他们甚至连一天都活不过去,而是全都立刻死去。
πολλοὺς δὲ καί τις αὐτόματος αἵματος ἐπιγινόμενος ἔμετος εὐθὺς διεχρήσατο.
还有许多人由于并发的自发性呕血而立刻丧命。
ἐκεῖνο μέντοι ἀποφήνασθαι ἔχω, ὡς τῶν ἰατρῶν οἱ δοκιμώτατοι πολλοὺς μὲν τεθνήξεσθαι προηγόρευον, οἳ δὴ κακῶν ἀπαθεῖς ὀλίγῳ ὕστερον παρὰ δόξαν ἐγίνοντο, πολλοὺς δὲ ὅτι σωθήσονται ἰσχυρίζοντο, οἳ δὴ διαφθαρήσεσθαι ἔμελλον αὐτίκα δὴ μάλα.
然而我可以断言:甚至连最著名的医者也曾预言许多人必死无疑,而这些人不久后却出人意料地脱离了苦痛;他们坚称许多人必能得救,而这些人却立刻就要毙命。
οὕτως αἰτία τις ἦν οὐδεμία ἐν ταύτῃ τῇ νόσῳ ἐς ἀνθρώπου λογισμὸν φέρουσα· πᾶσι γάρ τις ἀλόγιστος ἀπόβασις ἐπὶ πλεῖστον ἐφέρετο, καὶ τὰ λουτρὰ τοὺς μὲν ὤνησε, τοὺς δὲ οὐδέν τι ἧσσον κατέβλαψεν.
因此,在这种疾病中,没有任何原因符合人类的理性推理;因为对所有人而言,在绝大多数情况下都出现无法解释的结局,沐浴对某些人有所助益,对另一些人却同样造成伤害。
ἀμελούμενοί τε πολλοὶ ἔθνησκον, πολλοὶ δὲ παρὰ λόγον ἐσώζοντο. καὶ πάλιν αὖ τὰ τῆς θεραπείας ἐφ’ ἑκάτερα τοῖς χρωμένοις ἐχώρει· καὶ τὸ ξύμπαν εἰπεῖν οὐδεμία μηχανὴ ἀνθρώπῳ ἐς τὴν σωτηρίαν ἐξεύρητο, οὔτε προφυλαξαμένῳ μὴ πεπονθέναι οὔτε τοῦ κακοῦ ἐπιπεσόντος περιγενέσθαι,3 ἀλλὰ καὶ τὸ παθεῖν ἀπροφάσιστον ἦν καὶ τὸ περιεῖναι αὐτόματον.
许多人在无人照管中死去,许多人却出乎意料地获救。而且,医治的效果在接受治疗的人身上同样走向两极;总而言之,人类根本找不到任何求生的手段,无论事前防范免受感染,还是在灾祸降临后幸免于难,患病全无缘由,而幸存纯属偶然。
Καὶ γυναιξὶ δὲ ὅσαι ἐκύουν προὖπτος ἐγίνετο τῇ νόσῳ ἁλισκομέναις ὁ θάνατος. αἱ μὲν γὰρ ἀμβλίσκουσαι ἔθνησκον, αἱ δὲ τίκτουσαι ξὺν αὐτοῖς εὐθὺς τοῖς τικτομένοις ἐφθείροντο.
对于怀孕的妇女而言,一旦染上此病,死亡便是注定的。有些人因流产而死,有些人则在分娩时与初生的婴儿一同立刻丧命。
τρεῖς μέντοι λεχοῦς λέγουσι τῶν παίδων σφίσιν ἀπολομένων περιγενέσθαι, καὶ μιᾶς ἤδη ἐν τῷ τοκετῷ ἀποθανούσης τετέχθαι τε καὶ περιεῖναι τῷ παιδίῳ ξυμβῆναι.
不过据说有三位产妇在孩子夭折后得以幸存,还有一例是母亲已在分娩中死去,婴儿却得以诞生并活了下来。
Ὅσοις μὲν οὖν μείζων τε ὁ βουβὼν ᾔρετο καὶ ἐς πύον ἀφῖκτο, τούτοις δὴ περιεῖναι τῆς νόσου ἀπαλλασσομένοις ξυνέβαινεν, ἐπεὶ δῆλον ὅτι αὐτοῖς ἡ ἀκμὴ ἐς τοῦτο ἐλελωφήκει τοῦ ἄνθρακος, γνώρισμά τε τῆς ὑγείας τοῦτο ἐκ τοῦ ἐπὶ πλεῖστον ἐγίνετο· οἷς δὲ ὁ βουβὼν ἐπὶ τῆς προτέρας ἰδέας διέμεινε, τούτοις περιειστήκει τὰ κακὰ ὧν ἄρτι ἐμνήσθην.
凡是腺肿肿得更大并进而化脓的人,结果往往能摆脱疾病而幸免于难,因为显而易见,痈疽的恶性发展到这一步便告缓和,而这在绝大多数情况下成了康复的标志;但那些腺肿保持原状的人,我刚才提到的那些灾难便降临在他们身上。
τισὶ δὲ αὐτῶν καὶ τὸν μηρὸν ἀποξηρανθῆναι ξυνέβη, ἐφ’ οὗ ὁ βουβὼν ἐπαρθεὶς ὡς ἥκιστα ἔμπυος γέγονεν.
他们当中有些人的大腿甚至萎缩了,那正是腺肿隆起却丝毫未曾化脓的一侧。
ἄλλοις τε οὐκ ἐπ’ ἀκεραίῳ τῇ γλώσσῃ περιγενέσθαι τετύχηκεν, ἀλλ’ ἢ τραυλίζουσιν, ἢ μόλις τε καὶ ἄσημα φθεγγομένοις βιῶναι.
还有些人幸存下来时舌头却未能完好无损,他们活着时要么口吃,要么说话艰难且含混不清。
- 2.22.25οὐ δὴ οὐχ ὅσον τοῦ ποτοῦ ἐπιθυμίᾳ
双重否定(οὐ... οὐχ)在此表强调性的部分否定与限定:“倒不是由于对饮水的渴求”。后文插入句指出“许多人直奔大海”,进一步印证了这并非普通口渴,而是丧失理智的发狂冲动。
- 2.22.28τεκμηριώσειε δ’ ἄν τις καὶ τοῖς ἄλλοις ἅπασι κατὰ ταὐτὰ ξυμβῆναι
由 ἄν 搭配希求法(τεκμηριώσειε)构成的潜能表达(“人们尽可推断”),后接不定词结构。紧接着由 ἀλλά 引出的从句形成转折,指出他们因谵妄而无法感知疼痛,从而限定了这一推论。
- 2.22.34οὔτε προφυλαξαμένῳ μὴ πεπονθέναι οὔτε τοῦ κακοῦ ἐπιπεσόντος περιγενέσθαι
与格分词 προφυλαξαμένῳ 与前面的 ἀνθρώπῳ(对人而言)在格上一致,意为“对于预先防范的人”。带 μή 的完成时不定词 μὴ πεπονθέναι 表示防范的内容(“免受感染/罹患”)。在 οὔτε... οὔτε 的后半部分,则由独立属格(τοῦ κακοῦ ἐπιπεσόντος)搭配不定词 περιγενέσθαι 构成对仗。
