← 普罗科皮乌斯

战史

§2.22.11-2.22.23

瘟疫的早期症状与昏迷及谵妄的病状

本段记叙了瘟疫的初期症状,即微热与腺肿的出现,随后患者分化为深度昏迷与急性谵妄两种病状,以及看护者所承受的极度劳苦。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.22.11

κατ’ ἀρχὰς μὲν οὖν οἱ παραπεπτωκότες ἀποτρέπεσθαι αὐτὰ ἐπειρῶντο, τῶν τε ὀνομάτων ἀποστοματίζοντες τὰ θειότατα καὶ τὰ ἄλλα ἐξοσιούμενοι, ὡς ἕκαστός πη ἐδύνατο, ἤνυον μέντοι τὸ παράπαν οὐδέν, ἐπεὶ κἀν τοῖς ἱεροῖς οἱ πλεῖστοι καταφεύγοντες διεφθείροντο.

起初,那些遇到幻影的人试图驱逐它们,口诵最神圣的诸神之名,并以各自所能采用的其他方式进行禳除;然而,他们完全徒劳无功,因为大多数即使逃入圣所避难的人也难逃一死。

§2.22.12

ὕστερον δὲ οὐδὲ τοῖς φίλοις καλοῦσιν ἐπακούειν ἠξίουν, ἀλλὰ καθείρξαντες αὑτοὺς ἐν τοῖς δωματίοις, ὅτι δὴ οὐκ ἐπαΐοιεν προσεποιοῦντο, καίπερ ἀρασσομένων αὐτοῖς τῶν θυρῶν, δειμαίνοντες δηλονότι μὴ δαιμόνων τις ὁ καλῶν εἴη.

后来,他们甚至不愿理会朋友的呼唤,而是将自己关在房中,即便房门被砰砰敲击,也装作听不见,显然是恐惧呼唤者可能是某个魔鬼。

§2.22.13

τισὶ δὲ οὐχ οὕτως ὁ λοιμὸς ἐπεγίνετο, ἀλλ’ ὄψιν ὀνείρου ἰδόντες ταὐτὸ τοῦτο πρὸς τοῦ ἐπιστάντος πάσχειν ἐδόκουν, ἢ λόγου ἀκούειν προλέγοντος σφίσιν ὅτι δὴ ἐς τῶν τεθνηξομένων τὸν ἀριθμὸν ἀνάγραπτοι εἶεν.

对某些人而言,瘟疫的降临并非如此,而是见到了梦中景象,以为正遭受站在身旁之人同样的对待,或是听到了预告的声音,得知自己已被列入注定死亡者的名册之中。

§2.22.14

τοῖς δὲ πλείστοις οὔτε ὕπαρ οὔτε ὄναρ αἰσθομένοις τοῦ ἐσομένου εἶτα τῇ νόσῳ ξυνέβη ἁλῶναι.

然而对绝大多数人来说,无论清醒还是在梦中,都未曾预感到将要发生之事,便染上了此病。

§2.22.15

ἡλίσκοντο δὲ τρόπῳ τοιῷδε. ἐπύρεσσον ἄφνω, οἱ μὲν ἐξ ὕπνου ἐγηγερμένοι, οἱ δὲ περιπάτους ποιούμενοι, οἱ δὲ ἄλλο ὅ τι δὴ πράσσοντες.

他们患病的情形如下:突然发起烧来,有的是刚从睡梦中醒来,有的正在散步,有的则在忙于其他任何事务。

§2.22.16

καὶ τὸ μὲν σῶμα οὔτε τι διήλλασσε τῆς προτέρας χροιᾶς οὔτε θερμὸν ἦν, ἅτε πυρετοῦ ἐπιπεσόντος, οὐ μὴν οὐδὲ φλόγωσις ἐπεγίνετο, ἀλλ’ οὕτως ἀβληχρός τις ἐξ ἀρχῆς τε καὶ ἄχρις ἑσπέρας ὁ πυρετὸς ἦν ὥστε μήτε τοῖς νοσοῦσιν αὐτοῖς μήτε ἰατρῷ ἁπτομένῳ δόκησιν κινδύνου παρέχεσθαι.

身体既未改变先前的面色,也未像发烧袭来时那样滚烫,实际上甚至没有出现发炎;相反,从一开始直至傍晚,发热都极为轻微,以至于无论是患病者本人,还是触诊的医生,都丝毫感觉不到危险的迹象。

§2.22.17

οὐ γὰρ οὖν οὐδέ τις τελευτᾶν τῶν περιπεπτωκότων ἀπ’ αὐτοῦ ἔδοξεν. ἡμέρᾳ δὲ τοῖς μὲν τῇ αὐτῇ, τοῖς δὲ τῇ ἐπιγενομένῃ, ἑτέροις δὲ οὐ πολλαῖς ὕστερον βουβὼν ἐπῆρτο, οὐκ ἐνταῦθα μόνον, ἔνθα καὶ τὸ τοῦ σώματος μόριον, ὃ δὴ τοῦ ἤτρου ἔνερθέν ἐστι, βουβὼν κέκληται, ἀλλὰ καὶ τῆς μάλης ἐντός, ἐνίοις δὲ καὶ παρὰ τὰ ὦτα καὶ ὅπου ποτὲ τῶν μηρῶν ἔτυχε.

因为陷入此病的人中,确实没有谁看起来会因此丧命。但在某些人身上于当天,在另一些人身上于次日,在其余人身上则于不久后的数日,生出了淋巴结肿块(腺鼠疫肿),不仅生在腹部下方被称为“腹股沟(鼠疫肿)”的那个身体部位,还生在腋窝内侧,有些人的肿块甚至出现在耳旁以及大腿的任意部位。

§2.22.18

Τὰ μὲν οὖν ἄχρι τοῦδε πᾶσιν ὁμοίως σχεδόν τι τοῖς τῇ νόσῳ ἁλισκομένοις ξυνέβαινε· τὰ δὲ ἐνθένδε οὐκ ἔχω εἰπεῖν πότερον ἐν τῷ διαλλάσσοντι τῶν σωμάτων καὶ ἡ διαφορὰ τῶν ξυμπιπτόντων ἐγίνετο, ἢ ὅπη ποτὲ βουλομένῳ εἴη τῷ τὴν νόσον ἐπαγαγόντι.1

到此为止,所有染上此病的人身上的情况几乎完全一致;但自此之后的情形,我无法说清是由于体质的差异导致了并发症状的不同,还是完全取决于降下这场疾病者的意愿。

§2.22.19

ἐπεγίνετο γὰρ τοῖς μὲν κῶμα βαθύ, τοῖς δὲ παραφροσύνη ὀξεῖα, ἑκάτεροί τε τὰ πρὸς τὴν νόσον ἐπιτηδείως ἔχοντα ἔπασχον· οἷς μὲν γὰρ τὸ κῶμα ἐπέκειτο, πάντων ἐπιλελησμένοι τῶν εἰωθότων σφίσιν ἐς ἀεὶ καθεύδειν ἐδόκουν.

因为有些人陷入了深度昏迷,另一些人则陷入了急性谵妄,双方都承受着与各自病情相应的痛苦。那些被深度昏迷笼罩的人,忘却了平日的一切习惯,似乎永远在沉睡。

§2.22.20

καὶ εἰ μέν τις αὐτῶν ἐπιμελοῖτο, μεταξὺ ἤσθιον, τινὲς δὲ καὶ ἀπημελημένοι ἀπορίᾳ τροφῆς εὐθὺς ἔθνησκον.

如果有人照料他们,他们便在间隙中进食;但有些人因无人照料,立即因缺乏食物而死。

§2.22.21

οἱ μέντοι τῷ τῆς παραφροσύνης ἁλόντες κακῷ ἀγρυπνίᾳ τε καὶ φαντασίᾳ πολλῇ εἴχοντο, καί τινας ὑποπτεύοντες ἐπιέναι σφίσιν ὡς δὴ ἀπολοῦντας, ἐς ταραχήν τε καθίσταντο καὶ ἀναβοῶντες ἐξαίσιον οἷον ἐς φυγὴν ὥρμηντο.

然而,那些被谵妄之疾缠身的人,则饱受失眠与剧烈幻觉的折磨;他们怀疑有人正冲他们而来要杀死他们,便陷入骚乱之中,发出骇人的惨叫并拔腿奔逃。

§2.22.22

οἵ τε αὐτοὺς θεραπεύοντες καμάτῳ ἀπαύστῳ ἐχόμενοι τὰ ἀνήκεστα ἐς ἀεὶ ἔπασχον.

照料他们的人承受着永无止境的疲劳,始终遭受着无法医治的劳苦。

§2.22.23

διὸ δὴ ἅπαντες αὐτοὺς οὐχ ἧσσον ἢ τοὺς πονουμένους ᾠκτίζοντο, οὐχ ὅτι τῷ λοιμῷ ἐπιέζοντο ἐκ τοῦ προσιέναι2 ʽοὔτε γὰρ ἰατρῷ οὔτε ἰδιώτῃ μεταλαχεῖν τοῦ κακοῦ τοῦδε τῶν νοσούντων ἢ τῶν τετελευτηκότων ἁπτομένῳ ξυνέβη, ἐπεὶ πολλοὶ μὲν ἀεὶ καὶ τοὺς οὐδὲν σφίσι προσήκοντας ἢ θάπτοντες ἢ θεραπεύοντες ταύτῃ δὴ τῇ ὑπουργίᾳ παρὰ δόξαν ἀντεῖχον, πολλοὶ δὲ τῆς νόσου ἀπροφασίστως αὐτοῖς ἐπιπεσούσης εὐθὺς ἔθνησκον̓, ἀλλ’ ὅτι ταλαιπωρίᾳ πολλῇ εἴχοντο.

因此,所有人对看护者的怜悯丝毫不亚于对病患本身的怜悯,这并非因为他们因靠近患者而遭受瘟疫的压迫(因为无论是医生还是平民,接触病者或死者都并未招致这场灾祸的降临;事实上,许多人虽一再埋葬或照料毫无亲缘关系的人,却在这项役务中出人意料地挺了过来,而许多人却在疾病毫无缘由地袭来时即刻死去),而是因为他们深陷于巨大的苦难之中。

语法注2 条
  1. 2.22.18ὅπη ποτὲ βουλομένῳ εἴη τῷ τὴν νόσον ἐπαγαγόντι

    间接疑问句中的表达:“抑或是完全取决于降下疾病者的意愿”。此处采用了“βουλομένῳ ἐστί τινι”(意为“如某人所愿 / 顺应某人的心意”,相当于拉丁语的 alicui volenti est)这一习惯搭配,在从属从句的历史时态语境下使用希求法 εἴη。与格分词 τῷ ἐπαγαγόντι 即该结构的逻辑主体(实际上指代降下瘟疫的上帝)。

  2. 2.22.23οὐχ ὅτι τῷ λοιμῷ ἐπιέζοντο ἐκ τοῦ προσιέναι

    表原因的关联结构“οὐχ ὅτι ... ἀλλ’ ὅτι ...”(“并非因为……而是因为……”)的前半部分,用于解释主句中众人为何怜悯看护者。在被否定的原因(οὐχ ὅτι...)之后,插入了长段关于病痛并非由身体接触而传染的经验观察(οὔτε γὰρ ἰατρῷ ... εὐθὺς ἔθνησκον),导致其与由 ἀλλ’ ὅτι ταλαιπωρίᾳ πολλῇ εἴχοντο 引出的真正原因之间产生了较长的语序离隔。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:2.22.11-2.22.23