- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:2.22.1-2.22.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
普罗科匹乌斯开始记叙这场险些毁灭全人类的毁灭性大瘟疫,拒绝了自然科学式的因果解释而将其归于神意,并描述了它从珀鲁西翁蔓延至拜占庭的过程以及伴随发病的恶魔幻影。
Ὑπὸ δὲ τοὺς χρόνους τούτους λοιμὸς γέγονεν, ἐξ οὗ δὴ ἅπαντα ὀλίγου ἐδέησε τὰ ἀνθρώπεια ἐξίτηλα εἶναι.1 ἅπασι μὲν οὖν τοῖς ἐξ οὐρανοῦ ἐπισκήπτουσιν ἴσως ἂν καὶ λέγοιτό τις ὑπ’ ἀνδρῶν τολμητῶν αἰτίου λόγος, οἷα πολλὰ φιλοῦσιν οἱ ταῦτα δεινοὶ αἰτίας τερατεύεσθαι οὐδαμῆ ἀνθρώπῳ καταληπτὰς οὔσας, φυσιολογίας τε ἀναπλάσσειν ὑπερορίους, ἐξεπιστάμενοι μὲν ὡς λέγουσιν οὐδὲν ὑγιές, ἀποχρῆν δὲ ἡγούμενοι σφίσιν, ἤν γε τῶν ἐντυγχανόντων τινὰς τῷ λόγῳ ἐξαπατήσαντες πείσωσι.
大约在此期间发生了一场瘟疫,人类几乎因此濒于灭绝。对于一切从天而降的灾祸,大胆之徒或许尚能道出某种缘由,就如同那些精于此道的人向来惯于夸大其词地虚构人类绝无法理解的原因,并臆造离奇荒诞的自然学说,他们深知自己言无实义,但只要能用言辞欺骗并说服遇到的人中的某些,便自以为足矣。
τούτῳ μέντοι τῷ κακῷ πρόφασίν τινα ἢ λόγῳ εἰπεῖν ἢ διανοίᾳ λογίσασθαι μηχανή τις οὐδεμία ἐστί, πλήν γε δὴ ὅσα ἐς τὸν θεὸν ἀναφέρεσθαι.2
然而对于这场灾祸,无论用言语叙说还是用心智推度,除了归之于上帝之外,绝无任何可能找出任何由头。
οὐ γὰρ ἐπὶ μέρους τῆς γῆς οὐδὲ ἀνθρώπων τισὶ γέγονεν οὐδέ τινα ὥραν τοῦ ἔτους ἔσχεν, ὅθεν ἂν καὶ σοφίσματα αἰτίας εὑρέσθαι δυνατὰ εἴη, ἀλλὰ περιεβάλλετο μὲν τὴν γῆν ξύμπασαν, βίους δὲ ἀνθρώπων ἅπαντας ἔβλαψε, καίπερ ἀλλήλων ἐς τοὐναντίον παρὰ πολὺ διαλλάσσοντας, οὔτε φύσεώς τινος οὔτε ἡλικίας φεισάμενον.
因为它既非降临在大地的某一部分,亦非仅针对某类人群,更不限于一年的某个特定季节——若是如此,倒还能寻出论证原因的诡辩;相反,它笼罩了整个大地,戕害了所有人的生计,尽管他们彼此迥异,大相径庭,而瘟疫却不顾恤任何体质,亦不宽贷任何年龄。
εἴτε γὰρ χωρίων ἐνοικήσει εἴτε νόμῳ διαίτης, ἢ φύσεως τρόπῳ, ἢ ἐπιτηδεύμασιν, ἢ ἄλλῳ ὅτῳ ἀνθρώπων ἄνθρωποι διαφέρουσιν, ἐν ταύτῃ δὴ μόνῃ τῇ νόσῳ τὸ διαλλάσσον οὐδὲν ὤνησεν.
无论因居所环境、饮食习惯、天生秉性、职业劳作,还是因人类彼此区别的其他任何方面,唯独在这场疾病中,一切差异皆毫无裨益。
ἐπέσκηψε δὲ τοῖς μὲν ὥρᾳ θέρους, τοῖς δὲ χειμῶνι, τοῖς δὲ κατὰ τοὺς ἄλλους καιρούς. λεγέτω μὲν οὖν ὥς πη ἕκαστος περὶ αὐτῶν γινώσκει καὶ σοφιστὴς καὶ μετεωρολόγος, ἐγὼ δὲ ὅθεν τε ἤρξατο ἡ νόσος ἥδε καὶ τρόπῳ δὴ ὅτῳ τοὺς ἀνθρώπους διέφθειρεν ἐρῶν ἔρχομαι.
它在夏季袭向某些人,在冬季降于另一些人,又在其他节令临到其余人。因此,无论智者还是天文观测家,且由各人照着自己的认知去说;而我将要记叙这疾病从何发端,以及以何种方式残害了世人。
Ἤρξατο μὲν ἐξ Αἰγυπτίων οἳ ᾤκηνται ἐν Πηλουσίῳ. γενομένη δὲ δίχα πὴ μὲν ἐπί τε Ἀλεξανδρείας καὶ τῆς ἄλλης Αἰγύπτου ἐχώρησε, πὴ δὲ ἐπὶ Παλαιστίνους τοὺς Αἰγυπτίοις ὁμόρους ἦλθεν, ἐντεῦθέν τε κατέλαβε τὴν γῆν σύμπασαν, ὁδῷ τε ἀεὶ προϊοῦσα καὶ χρόνοις βαδίζουσα τοῖς καθήκουσιν.
它发端于居住在珀鲁西翁的埃及人。疫病分为两路,一路向亚历山大里亚及埃及其余地区进发,另一路则袭向与埃及接壤的巴勒斯坦人;自此,它席卷了整个大地,始终遵循既定路线前行,并在应有的时日推进。
ἐπὶ ῥητοῖς γὰρ ἐδόκει χωρεῖν καὶ χρόνον τακτὸν ἐν χώρᾳ ἑκάστῃ διατριβὴν ἔχειν, ἐς οὐδένας μὲν ἀνθρώπων παρέργως τῷ φθόρῳ χρωμένη, σκεδαννυμένη δὲ ἐφ’ ἑκάτερα μέχρι ἐς τὰς τῆς οἰκουμένης ἐσχατιάς, ὥσπερ δεδοικυῖα μή τις αὐτὴν τῆς γῆς διαλάθοι μυχός.
因为它似乎是按既定的法则运行,并在各地方逗留固定的时间,对任何人群施加毁灭时绝不草率行事,而是向两方蔓延,直至人烟所及的极远之境,仿佛唯恐大地的某个隐秘角落会漏网一般。
οὔτε γὰρ νῆσόν τινα ἢ σπήλαιον ἢ ἀκρώρειαν ἐλίπετο ἀνθρώπους οἰκήτορας ἔχουσαν· ἢν δέ πού τινα καὶ παρήλασε χώραν, ἢ μὴ ψαύσασα τῶν ταύτῃ ἀνθρώπων ἢ ἀμωσγέπως αὐτῶν ἁψαμένη, ἀλλὰ χρόνῳ τῷ ὑστέρῳ αὖθις ἐνταῦθα ἐπανιοῦσα τῶν μὲν περιοίκων, οἷς δὴ πικρότατα ἐπέσκηψε πρότερον, οὐδαμῶς ἥψατο, τῆς δὲ χώρας ἐκείνης οὐ πρότερον ἀπέστη ἕως τὸ μέτρον ὀρθῶς καὶ δικαίως τῶν τετελευτηκότων ἀπέδωκεν, ὅπερ καὶ τοῖς ἀμφ’ αὐτὴν ᾠκημένοις χρόνῳ τῷ προτέρῳ διεφθάρθαι τετύχηκεν.3
因为它未曾放过任何有居民居住的岛屿、洞穴或山颠;若有时它略过了某个地区,或未触及那里的居民,或只是轻微染及他们,然而在稍后的时日重新返回该地时,它对先前曾遭重创的周边居民全然秋毫无犯,且在按照公正准确的尺度交出足额死者人数之前绝不离开该地区,这一死者数目恰与此前周边居民所遭毁灭的程度相当。
ἀρξαμένη δὲ ἀεὶ ἐκ τῆς παραλίας ἡ νόσος ἥδε, οὕτω δὴ ἐς τὴν μεσόγειον ἀνέβαινε χώραν. δευτέρῳ δὲ ἔτει ἐς Βυζάντιον μεσοῦντος τοῦ ἦρος ἀφίκετο, ἔνθα καὶ ἐμοὶ ἐπιδημεῖν τηνικαῦτα ξυνέβη. ἐγίνετο δὲ ὧδε. φάσματα δαιμόνων πολλοῖς ἐς πᾶσαν ἀνθρώπου ἰδέαν ὤφθη, ὅσοι τε αὐτοῖς παραπίπτοιεν, παίεσθαι ᾤοντο πρὸς τοῦ ἐντυχόντος ἀνδρὸς ὅπη παρατύχοι τοῦ σώματος, ἅμα τε τὸ φάσμα τοῦτο ἑώρων καὶ τῇ νόσῳ αὐτίκα ἡλίσκοντο.
这疾病始终发端于沿海一带,并由此向内陆地区蔓延。第二年仲春时分,它到达了拜占庭,当时我恰好也寓居于该城。其发作的情形如下:许多人目睹了化作各种人类形态的魔鬼幻影,凡是碰上它们的人,都以为在身体的某个部位被所遇到的人击中;而在他们看到这一幻影的同时,便立即染上了此病。
- 2.22.1ἐξ οὗ δὴ ἅπαντα ὀλίγου ἐδέησε τὰ ἀνθρώπεια ἐξίτηλα εἶναι
非人称动词短语 ὀλίγου ἐδέησε(“差一点便……”,“几乎导致……”)后接带宾格的不定式结构(以 τὰ ἀνθρώπεια 为主语宾格,ἐξίτηλα εἶναι 为不定式)。属格 ὀλίγου 是表示差额或缺失的属格,构成常见的固定惯用表达。
- 2.22.2πλήν γε δὴ ὅσα ἐς τὸν θεὸν ἀναφέρεσθαι
在由介词性副词 πλὴν 引领关系代词 ὅσα 的省略句式中,直接使用了不定式 ἀναφέρεσθαι。这属于省略了表示应当或可能的动词(如 δεῖ 或 ἔξεστι)的用法,意为“除了必须归之于上帝者之外”。
- 2.22.8ἕως τὸ μέτρον ὀρθῶς καὶ δικαίως τῶν τετελευτηκότων ἀπέδωκεν, ὅπερ καὶ τοῖς ἀμφ’ αὐτὴν ᾠκημένοις χρόνῳ τῷ προτέρῳ διεφθάρθαι τετύχηκεν
关系代名词 ὅπερ 指代先行词 τὸ μέτρον(中性单数)。随后的完成时动词 τετύχηκεν 支配与格 τοῖς ἀμφ’ αὐτὴν ᾠκημένοις(“居住在其周边的人”)以及完成时被动不定式 διεφθάρθαι,整句意为“这一死者配额正好相当于先前在其周边居民身上恰巧发生的毁灭数量”。
