- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:2.21.23-2.21.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
霍斯劳渡过幼发拉底河后,同意以收取人质为条件撤军,却违约洗劫并摧毁了防备空虚的卡利尼库姆,随后撤回波斯。贝利撒留因兵不血刃退敌而备受罗马人赞颂,并因意大利战局恶化而奉召前往拜占庭受命再次出征。
ἐπεὶ δὲ τάχιστα γέγονεν ἐν τῇ ἀντιπέρας ἠπείρῳ, πέμψας παρὰ Βελισάριον αὐτὸς μὲν Ῥωμαίοις κεχαρίσθαι τοῦ Μήδων στρατοῦ τὴν ἀναχώρησιν ἔφασκε, προσδέχεσθαι δὲ τοὺς παρ’ αὐτῶν πρέσβεις, οὓς σφίσι παρέσεσθαι οὐκ ἐς μακρὰν ἄξιον εἶναι.
他(霍斯劳)一到达对岸陆地,便派人前往贝利撒留处,声称自己是出于对罗马人的恩赐才让米底军团撤退的,并等待着他们的使节,使节在不久之后谒见他们才是理所当然的。
Βελισάριος δὲ παντὶ καὶ αὐτὸς τῷ Ῥωμαίων στρατῷ τὸν Εὐφράτην ποταμὸν διαβὰς παρὰ Χοσρόην εὐθὺς ἔπεμψεν.
贝利撒留本人亦率罗马全军渡过了幼发拉底河,随即派遣使者前往霍斯劳处。
οἵ, ἐπεὶ παρ’ αὐτὸν ἵκοντο, πολλὰ τῆς ἀναχωρήσεως ἐπαινέσαντες, πρέσβεις ἐς αὐτὸν ἥξειν παρὰ βασιλέως αὐτίκα δὴ μάλα ὑπέσχοντο, οἳ δὴ τὰ ἀμφὶ τῇ εἰρήνῃ ξυγκείμενα πρότερον ἔργῳ ἐπιτελῆ πρὸς αὐτὸν θήσονται.
使者们来到霍斯劳面前,极力赞赏其撤退之举,并许诺皇帝的使节旋即会来到他身边,在实际上与他履行先前就和平达成的各项条款。
ἠξίουν τε διὰ Ῥωμαίων ἅτε φίλων αὐτῷ τῇ πορείᾳ χρῆσθαι. ὁ δὲ καὶ ταῦτα ὑπεδέχετο ἐπιτελέσειν, εἴ τινά οἱ δοῖεν τῶν δοκίμων ἐν ὁμήρων λόγῳ ἐπὶ ταύτῃ τῇ ὁμολογίᾳ, ἐφ’ ᾧ τὰ ξυγκείμενα πράξουσιν.
他们还请求他将罗马人视作朋友,借道行军;霍斯劳亦承诺遵照执行,条件是他们在此协定下将一名显要人物作为人质交付于他,以此确保他们履行既定条款。
οἱ μὲν οὖν πρέσβεις παρὰ Βελισάριον ἐπανήκοντες τοὺς Χοσρόου λόγους ἀπήγγελλον, ὁ δὲ εἰς τὴν Ἔδεσσαν ἀφικόμενος Ἰωάννην τὸν Βασιλείου παῖδα, γένει τε καὶ πλούτῳ πάντων τῶν Ἐδεσσηνῶν διαφανέστατον, ὅμηρον τῷ Χοσρόῃ οὔτι ἑκούσιον εὐθὺς ἔπεμψε.
于是使者们回到贝利撒留处,转达了霍斯劳的话。贝利撒留抵达埃德萨后,立即将巴西尔之子约翰——他在门第与财富上皆为全埃德萨之冠——作为人质送交霍斯劳,但这绝非出于约翰的自愿。
Ῥωμαῖοι δὲ Βελισάριον ἐν εὐφημίαις εἶχον, μᾶλλόν τε σφίσιν ὁ ἀνὴρ ἐν τούτῳ εὐδοκιμῆσαι τῷ ἔργῳ ἐδόκει ἢ ὅτε Γελίμερα δορυάλωτον ἢ τὸν Οὐίττιγιν ἐς Βυζάντιον ἤνεγκεν.
罗马人对贝利撒留赞颂有加,在他们看来,这位名将在此功业中所赢得的威名,甚至超过了他将俘虏盖利默或维蒂吉斯押解至拜占庭之时。
ἦν γὰρ ὡς ἀληθῶς λόγου καὶ ἐπαίνου πολλοῦ ἄξιον,1 πεφοβημένων μὲν κἀν τοῖς ὀχυρώμασι κρυπτομένων Ῥωμαίων ἁπάντων, Χοσρόου δὲ στρατῷ μεγάλῳ ἐν μέσῃ γεγονότος Ῥωμαίων ἀρχῇ, ἄνδρα στρατηγὸν ξὺν ὀλίγοις τισὶ δρόμῳ ὀξεῖ ἐκ Βυζαντίου μεταξὺ ἥκοντα ἀπ’ ἐναντίας τοῦ Περσῶν βασιλέως στρατοπεδεύσασθαι, Χοσρόην δὲ ἐκ τοῦ ἀπροσδοκήτου, ἢ τὴν τύχην ἢ τὴν ἀρετὴν τοῦ ἀνδρὸς δείσαντα ἢ καί τισιν ἐξαπατηθέντα σοφίσμασιν, ἐπίπροσθεν μηκέτι χωρῆσαι, ἀλλὰ τῷ μὲν ἔργῳ φυγεῖν, λόγῳ δὲ τῆς εἰρήνης ἐφίεσθαι.
因为这确实值得极大的称道与赞誉:当所有罗马人都惊骇万状、躲藏在城寨中,而霍斯劳率领庞大军队深入罗马帝国腹地之时,一位将领仅率区区随从从拜占庭飞速奔赴中途,并在波斯国王的正对面扎下营盘;而霍斯劳出人意料地,不知是畏惧于此人的运气还是英勇,亦或是受其诡计蒙骗,竟不再前进半步,实际上仓皇撤逃,表面上却声称是谋求和平。
Ἐν τούτῳ δὲ Χοσρόης ἀλογήσας τὰ ὡμολογημένα Καλλίνικον πόλιν οὐδενὸς τὸ παράπαν ἀμυνομένου εἶλε. ταύτης γὰρ τὸν περίβολον ὁρῶντες Ῥωμαῖοι σαθρόν τε καὶ εὐάλωτον παντάπασιν ὄντα, μοῖραν αὐτοῦ ἀεὶ καθαιροῦντές τινα, νέᾳ τινὶ ἀνενεοῦντο οἰκοδομίᾳ.
与此同时,霍斯劳全然不顾所立之约,攻陷了毫无防守的卡利尼库姆城。罗马人此前见该城的围墙年久失修且极易攻破,便不断拆除其中一部分,代之以新的建筑工程进行重修。
τότε γοῦν μέρος τι αὐτοῦ καθελόντες, οὔπω δὲ τὸ λειπόμενον τοῦτο δειμάμενοι, ἐπειδὴ τοὺς πολεμίους ἄγχιστά πη ἐπύθοντο εἶναι, τῶν χρημάτων ὑπεξαγαγόντες τὰ τιμιώτατα, οἱ μὲν εὐδαίμονες αὐτῆς τῶν οἰκητόρων ἐς ἕτερα ἄττα ὀχυρώματα ἀπεχώρησαν, οἱ δὲ λοιποὶ στρατιωτῶν χωρὶς αὐτοῦ ἔμειναν.
当时他们恰好拆除了一段城墙,而这缺口尚未筑起;一旦得知敌军已逼近咫尺,该城富裕的居民便携带着最珍贵的财产逃往其他堡垒,其余居民则在没有士兵守卫的情况下留在此地。
καὶ γεωργῶν πάμπολύ τι χρῆμα2 ἐνταῦθα ξυνειλέχθαι συνέβη. οὓς ὁ Χοσρόης ἀνδραποδίσας ἅπαν ἐς ἔδαφος καθεῖλεν.
适逢有大批农民聚集在那里。霍斯劳将他们尽数掳为奴隶,并将一切夷为平地。
ὀλίγῳ τε ὕστερον τὸν ὅμηρον Ἰωάννην δεξάμενος, ἀπεχώρησεν ἐς τὰ πάτρια ἤθη.
不久之后,霍斯劳接收了人质约翰,便撤回了祖邦。
Ἀρμένιοί τε οἱ τῷ Χοσρόῃ προσκεχωρηκότες, τὰ πιστὰ πρὸς ʽΡωμαίων λαβόντες, ξὺν τῷ Βασσάκῃ ἐς Βυζάντιον ἦλθον. ταῦτα μὲν ἐν τῇ τρίτῃ Χοσρόου ἐσβολῇ Ῥωμαίοις γενέσθαι ξυνέβη, καὶ ὁ Βελισάριος βασιλεῖ ἐς Βυζάντιον μετάπεμπτος ἦλθεν, ἐφ’ ᾧ ἐς Ἰταλίαν αὖθις σταλήσεται,3 πονηρῶν ἤδη παντάπασι τῶν ἐκείνῃ πραγμάτων Ῥωμαίοις ὄντων.
此外,那些曾倒向霍斯劳的亚美尼亚人,在获得罗马人的信义担保后,与巴萨克斯一同前往拜占庭。这些便是霍斯劳第三次入侵期间罗马人所遭遇之事;而贝利撒留应皇帝召见前往拜占庭,其条件是将再次被派往意大利,因为罗马人在那里的局势此时已彻底恶化。
- 2.21.29ἦν γὰρ ὡς ἀληθῶς λόγου καὶ ἐπαίνου πολλοῦ ἄξιον
由非人称结构 ἦν ἄξιον 所统领的长句倒置结构(hyperbaton),一直延续至句末的不定词 ἐφίεσθαι。句子的主干骨架是由 ἄνδρα στρατηγὸν... στρατοπεδεύσασθαι 与 Χοσρόην δὲ... μηκέτι χωρῆσαι 构成的并列宾格不定式从句;在此之前则插入了两个形成鲜明对比的独立属格结构(πεφοβημένων μὲν... Χοσρόου δὲ...),用以交待危机背景。
- 2.21.32γεωργῶν πάμπολύ τι χρῆμα
由名词 χρῆμα 搭配形容词 πάμπολυ 并接部分属格(γεωργῶν)构成的习语,意为“极大量的农民”或“庞大数量的农夫”,以单数名词表示人或事物的巨大数量。
- 2.21.34ἐφ’ ᾧ ἐς Ἰταλίαν αὖθις σταλήσεται
连词 ἐφ’ ᾧ 后接将来时直陈语气(σταλήσεται),构成表示先决条件或目的的从句,意为“以……为条件/旨在使他再次被派往意大利”,说明贝利撒留奉召返回拜占庭的前提与任务。
