- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:2.21.12-2.21.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
使节阿班达内斯慑于贝利撒留的威势而力劝霍斯劳立即撤军;霍斯劳决意冒险渡河,而贝利撒留则选择避免无谓冲突任其撤退,波斯军遂架设浮桥渡过幼发拉底河而去。
ὁ δὲ γενόμενος ἐν μέσοις Ῥωμαίοις, εἶτα τοὺς ὑπὲρ τῆς εἰρήνης προτείνεται λόγους.” ὁ μὲν τοσαῦτα εἰπὼν τὸν πρεσβευτὴν ἀπεπέμψατο.
然而他(霍斯劳)却在深入罗马人腹地之后,才提出媾和的辞令。”他说完这番话,便打发了使节。
Ὁ δὲ παρὰ Χοσρόην γενόμενος παρῄνει οἱ ὅτι τάχιστα ἀπαλλάσσεσθαι.
使节回到霍斯劳身边,劝告他应尽快撤离。
στρατηγῷ τε γὰρ ἐντυχεῖν ἔφη ἀνδρειοτάτῳ τε καὶ ξυνετωτάτῳ ἀνθρώπων ἁπάντων καὶ στρατιώταις οἵους ἄλλους αὐτὸς οὐ πώποτε εἶδεν, ὧν δὴ τὴν εὐκοσμίαν θαυμάσειε μάλιστα πάντων, εἶναί τε οὐκ ἐξ ἀντιπάλου τοῦ κινδύνου αὐτῷ τε καὶ Βελισαρίῳ τὴν ἀγωνίαν,1 διαφέρειν δέ, ὅτι νικήσας μὲν αὐτὸς τὸν Καίσαρος νικήσει δοῦλον, ἡσσηθεὶς δέ, ἂν οὕτω τύχοι, μέγα τι αἶσχος τῇ τε βασιλείᾳ πορίσεται καὶ τῷ Περσῶν γένει, καὶ Ῥωμαῖοι μὲν νενικημένοι ῥᾳδίως ἂν ἔν τε ὀχυρώμασι καὶ γῇ τῇ αὐτῶν διασώζοιντο, αὐτῶν δέ, ἤν γέ τι ἐναντίωμα ξυμβαίη, οὐδ’ ἂν ἄγγελος διαφύγοι ἐς τὴν Περσῶν χώραν.
因为他说,自己遇到了一位全人类中最勇敢、最聪慧的统帅,以及自己从未见过的那等士兵,他最赞叹的莫过于他们的严明纪律;况且霍斯劳与贝利撒留之间的较量绝非处在对等的危险之中,而是存在着巨大差别:若霍斯劳获胜,战胜的不过是凯撒的一名奴仆;但若偶遭溃败,则会给王权以及整个波斯民族带来奇耻大辱;再者,罗马人即便战败,亦可轻易躲入城寨和本土得以保全,而他们自身若遭遇任何挫折,甚至连一名信使都无法逃回波斯境内。
ταύτῃ ὁ Χοσρόης ἀναπεισθεὶς τῇ ὑποθήκῃ ἀναστρέφειν μὲν ἐς τὰ Περσῶν ἤθη ἐβούλετο, ἀμηχανίᾳ δὲ πολλῇ εἴχετο.
霍斯劳被这一劝告说服,虽极欲退回波斯旧土,却陷入了极大的进退维谷之中。
τήν τε γὰρ διάβασιν τοῦ ποταμοῦ πρὸς τῶν πολεμίων φυλάσσεσθαι ᾤετο καὶ ὁδῷ τῇ αὐτῇ, ἐρήμῳ ἀνθρώπων παντάπασιν οὔσῃ, ὀπίσω ἀπελαύνειν οὐχ οἶός τε ἦν, ἐπεὶ ἅπαντα σφᾶς τὰ ἐπιτήδεια ἤδη ἐπιλελοίπει ἅπερ τὸ πρότερον ξὺν αὑτοῖς ἔχοντες ἐς γῆν τὴν Ῥωμαίων ἐσέβαλον.
因为他料想渡口正被敌军把守,而若取道原路往回撤退则完全不可能,那条路早已渺无人烟,且他们当初携以入侵罗马领土的一切给养如今已消耗殆尽。
τέλος δὲ πολλὰ λογισαμένῳ ξυμφορώτατόν οἱ ἔδοξεν εἶναι μάχῃ διακινδυνεύσαντι ἐς γῆν τε τὴν ἀντιπέρας ἥκειν καὶ διὰ χώρας πᾶσιν εὐθηνούσης τοῖς ἀγαθοῖς τὴν πορείαν ποιήσασθαι.
多番权衡之后,他最终认为最有利的做法莫过于甘冒一战之险渡至对岸,取道物产丰饶的地域行军。
Βελισάριος δὲ εὖ μὲν ἠπίστατο ὡς οὐδ’ ἂν δέκα μυριάδες ἀνδρῶν τὴν διάβασιν Χοσρόῃ ἀναχαιτίζειν ποτὲ ἱκαναὶ εἶεν· ʽὅ τε γὰρ ποταμὸς πολλαχῆ τῶν ταύτῃ χωρίων ναυσὶ διαβατὸς ὢν ἐπὶ πλεῖστον τυγχάνει, καὶ κρεῖσσον ἦν ἄλλως τὸ Περσῶν στράτευμα ἢ πρὸς πολεμίων ὀλίγων τινῶν τῆς διαβάσεως ἀποκεκλεῖσθαι·2 τοῖς δὲ ἀμφὶ Διογένην τε καὶ Ἀδόλιον σὺν τοῖς χιλίοις ἐπέστελλε τὰ πρῶτα περιιέναι τὴν ἐκείνῃ ἀκτήν, ὅπως δὴ ἐς ταραχὴν ἀφασίᾳ τινὶ τὸν βάρβαρον καταστήσονται.
贝利撒留深知,即使有十万之众也绝不足以遏阻霍斯劳渡河(因为该河在此地极长一段的许多地方皆可行船渡过,且波斯大军无论如何也绝非少数敌军所能阻绝其渡河的);但他起初之所以命令狄奥根尼斯和阿多利乌斯率领一千骑兵巡视那片河岸,正是为了使蛮族陷入惊慌与不知所措之中。
ὅνπερ δεδιξάμενος, ὥσπερ μοι ἐρρήθη, ἔδεισε μή τι αὐτῷ ἐμπόδισμα εἴη ἀπαλλάσσεσθαι3 ἐκ τῆς Ῥωμαίων γῆς.
他〔贝利撒留〕正如我所言震慑了对方〔霍斯劳〕之后,唯恐对方撤出罗马土地会遭遇某种阻碍。
λόγου τέ οἱ πολλοῦ ἄξιον ἐφαίνετο εἶναι ἐξελάσαι ἐνθένδε τὸν Χοσρόου στρατόν, οὐδεμιᾷ κινδυνεύσαντι μάχῃ πρὸς μυριάδας βαρβάρων πολλὰς ξὺν στρατιώταις λίαν τε ὀλίγοις οὖσι καὶ ἀτεχνῶς κατεπτηχόσι τὸν Μήδων στρατόν. διὸ δὴ ἐκέλευε Διογένην τε καὶ Ἀδόλιον ἡσυχῆ μένειν.
此外,在贝利撒留看来,能率领人数极为有限且对米底军团彻底畏惧的士兵,不冒任何交战危险抗击数万蛮族,而将霍斯劳的大军驱逐出去,实为极具价值之举。为此他命令狄奥根尼斯和阿多利乌斯保持肃静、按兵不动。
Ὁ γοῦν Χοσρόης γέφυραν σὺν πολλῷ τάχει πηξάμενος, ποταμὸν Εὐφράτην ἐκ τοῦ αἰφνιδίου διέβη παντὶ τῷ στρατῷ.
于是霍斯劳以极快的速度搭起一座桥梁,率全军突然渡过了幼发拉底河。
Πέρσαις γὰρ πόνῳ οὐδενὶ διαβατοί εἰσι ποταμοὶ ἅπαντες, ἐπεὶ αὐτοῖς ὁδῷ ἰοῦσιν ἀγκιστροειδῆ σιδήρια ἐν παρασκευῇ ἐστιν, οἷς δὴ ξύλα μακρὰ ἐς ἄλληλα ἐναρμόζοντες γέφυραν αὐτοσχεδιάζουσιν ἐκ τοῦ παραυτίκα ὅπη ἂν σφίσι βουλομένοις εἴη.
因为对波斯人而言,一切河流皆可毫不费力地渡过;他们在行军途中随时备有钩状铁件,借此将长木互相衔接,无论何处只要他们愿意,便能当场即时临时搭造出一座桥梁。
- 2.21.14εἶναί τε οὐκ ἐξ ἀντιπάλου τοῦ κινδύνου αὐτῷ τε καὶ Βελισαρίῳ τὴν ἀγωνίαν
在间接引语的不定式结构中,τὴν ἀγωνίαν 为主语对格,谓语由介词短语 οὐκ ἐξ ἀντιπάλου τοῦ κινδύνου(“并非出于对等的风险”)充当。介词 ἐκ 表示情况的根源,整句表明霍斯劳与贝利撒留之间的较量并非承担同等的胜负风险。
- 2.21.18κρεῖσσον ἦν ἄλλως τὸ Περσῶν στράτευμα ἢ πρὸς πολεμίων ὀλίγων τινῶν τῆς διαβάσεως ἀποκεκλεῖσθαι
此句为比较级 κρεῖσσον ἦν ... 搭配 ἤ 及不定式的句式(意为“太过于……以至于不致被……”)。整句意为“波斯大军过于强大,绝不至于被少数敌人阻绝渡口”。副词 ἄλλως 表示“无论如何/在其他方面”,用于加强语气。
- 2.21.19ὅνπερ δεδιξάμενος, ὥσπερ μοι ἐρρήθη, ἔδεισε μή τι αὐτῷ ἐμπόδισμα εἴη ἀπαλλάσσεσθαι
语法上,主格分词短语 ὅνπερ δεδιξάμενος(“震慑了他”)与主句动词 ἔδεισε(“唯恐/担心”)的主语均为贝利撒留,而关系代词 ὅνπερ 与与格代词 αὐτῷ 均指霍斯劳。
