- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:2.21.1-2.21.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
霍斯劳遣使阿班达内斯借故侦察贝利撒留的底细,贝利撒留则率多民族部队伪装成整装待发的猎手以示轻视与从容,并在接见使节时谈笑风生地驳斥了波斯的开战借口。
Χοσρόης δὲ μαθὼν Βελισάριον παντὶ τῷ Ῥωμαίων στρατῷ ἐστρατοπεδεῦσθαι ἐν Εὐρωπῷ, πρόσω μὲν ἐλαύνειν οὐκέτι ἔγνω, τῶν δὲ βασιλικῶν γραμματέων ἕνα, Ἀβανδάνην ὄνομα, δόξαν ἐπὶ ξυνέσει πολλὴν ἔχοντα, παρὰ Βελισάριον ἔπεμψε, τὸν στρατηγὸν ὁποῖός ποτε εἴη κατασκεψόμενον,1 τῷ δὲ λόγῳ μεμψόμενον ὅτι δὴ βασιλεὺς Ἰουστινιανὸς τοὺς πρέσβεις ἐς Πέρσας ἥκιστα πέμψειεν,2 ἐφ’ ᾧ τὰ ἀμφὶ τῇ εἰρήνῃ κατὰ τὰ ξυγκείμενα πρυτανεύσωσιν. ὅπερ μαθὼν Βελισάριος ἐποίει τοιάδε.
霍斯劳得知贝利撒留率罗马全军驻扎在欧罗普斯,便决定不再向前推进;他派遣王室书记官中一位名叫阿班达内斯、以极具智谋著称的人前往贝利撒留处,名义上是指责优士丁尼皇帝根本没有按照协议派遣使节前往波斯处理和谈事宜,实际上则是去侦察这位统帅究竟是何等人样。贝利撒留得知此事后,采取了如下对策。
αὐτὸς μὲν ἑξακισχιλίους ἀπολεξάμενος ἄνδρας εὐμήκεις τε καὶ τὰ σώματα καλοὺς μάλιστα, μακράν που ἄποθεν τοῦ στρατοπέδου ὡς κυνηγετήσων ἐστάλη, Διογένην δὲ τὸν δορυφόρον καὶ Ἀδόλιον τὸν Ἀκακίου, ἄνδρα Ἀρμένιον γένος, βασιλεῖ μὲν ἀεὶ ἐν παλατίῳ τὰ ἐς τὴν ἡσυχίαν ὑπηρετοῦντα ʽσιλεντιαρίους Ῥωμαῖοι καλοῦσιν οἷς ἡ τιμὴ αὕτη ἐπίκειταἰ, τότε δὲ Ἀρμενίων τινῶν ἄρχοντα, τὸν ποταμὸν διαβάντας ξὺν ἱππεῦσι χιλίοις περιιέναι τὴν ἐκείνῃ ἠιόνα ἐκέλευε, δόκησιν ἀεὶ παρεχομένους τοῖς πολεμίοις ὡς, ἢν ἐθέλωσι τὸν Εὐφράτην διαβάντες ἐπὶ τὰ σφέτερα αὐτῶν ὁδῷ ἰέναι, οὐ μήποτε ἐπιτρέψουσι.3 καὶ οἱ μὲν κατὰ ταῦτα ἐποίουν.
他亲自选拔了六千名身材修长、体格格外健美的士兵,远赴距军营颇远之地,装作要去打猎的模样;同时命令侍卫狄奥根尼斯以及阿卡基乌斯之子阿多利乌斯——后者是亚美尼亚人,平日在宫廷中侍奉皇帝负责肃静之务(获此荣誉者被罗马人称为肃静侍卫),当时正统领一些亚美尼亚士兵——率一千名骑兵渡过河去巡视对岸,时刻给敌军造成一种印象,即如果他们想渡过幼发拉底河取道返回本土,〔罗马军〕绝不容许。他们便依令行事。
Βελισάριος δέ, ἐπεὶ τὸν πρεσβευτὴν ἄγχιστά πη ἐπέπυστο εἶναι, καλύβην ἐκ παχειῶν τινῶν σινδόνων πηξάμενος, ἣν δὴ παπυλεῶνα καλεῖν νενομίκασιν, ἐκάθητο ἐκεῖ, ὥσπερ ἐν χωρίῳ ἐρήμῳ, παραδηλῶν ὅτι δὴ οὐδεμιᾷ παρασκευῇ ἐνταῦθα ἥκοι.
贝利撒留得知使节已至近旁,便用厚亚麻布搭起一座营帐(按惯例人们称之为帕皮莱昂),如同身处荒旷之地一般坐在里面,暗示自己来到此处毫无防备戒心。
τοὺς δὲ στρατιώτας διέταξεν ὧδε. τῆς μὲν καλύβης ἐφ’ ἑκάτερα Θρᾷκές τε καὶ Ἰλλυριοὶ ἦσαν, Γότθοι δὲ μετ’ αὐτούς, καὶ τούτων ἐχόμενοι Ἔρουλοι, μεθ’ οὓς Βανδίλοι τε καὶ Μαυρούσιοι ἦσαν.
他将士兵作了如下部署:帐篷两侧分布着色雷斯人和伊利里亚人,其后是哥特人,挨着哥特人的是赫鲁利人,其后则是汪达尔人和摩尔人。
τοῦ τε πεδίου ἐπὶ πλεῖστον διῆκον. οὐ γὰρ ἑστῶτες ἐπὶ χώρας ἀεὶ τῆς αὐτῆς ἔμενον, ἀλλὰ διεστηκότες τε ἀπ’ ἀλλήλων καὶ περιπάτους ποιούμενοι παρέργως τε καὶ ὡς ἥκιστα κατεσπουδασμένως ἐς τὸν Χοσρόου πρεσβευτὴν ἔβλεπον.
他们分布在平原的极广阔处。因为他们并非始终站立在同一处,而是彼此隔开距离,随性踱步,漫不经心、毫无严肃紧张之态地打量着霍斯劳的使节。
εἶχε δὲ αὐτῶν οὐδεὶς οὔτε χλαμύδα οὔτε ἄλλην ἐπωμίδα τινά, ἀλλὰ χιτῶνας μὲν λινοῦς καὶ ἀναξυρίδας ἀμπεχόμενοι, εἶτα διεζωσμένοι ἐβάδιζον.
他们中没有一人穿着短披风或任何其他外氅,而是身穿亚麻短袍和长裤,束好腰带走动。
εἶχε δὲ τὴν τοῦ ἵππου μάστιγα ἕκαστος, ὅπλον δὲ τῷ μὲν ξίφος ἦν, τῷ δὲ πέλεκυς, τῷ δὲ τόξα γυμνά.
每人手中握着马鞭,至于武器,有的持剑,有的持斧,有的握着未入套的弓。
δόκησίν τε παρείχοντο ἅπαντες ὅτι δὴ ἀφροντιστήσαντες τῶν ἄλλων ἁπάντων κυνηγετήσειν ἠπείγοντο.
所有人都展现出一副抛开一切挂虑、急于前往狩猎的姿态。
ὁ μὲν οὖν Ἀβανδάνης Βελισαρίῳ ἐς ὄψιν ἥκων δεινὰ ποιεῖσθαι τὸν βασιλέα Χοσρόην ἔφη, ὅτι δὴ καθὰ ξυνέκειτο πρότερον οὐ πέμψειε παρ’ αὐτὸν τοὺς πρέσβεις ὁ Καῖσαρ ʽοὕτω γὰρ τὸν Ῥωμαίων βασιλέα καλοῦσι Πέρσαἰ καὶ ἀπ’ αὐτοῦ ὁ Χοσρόης ἠνάγκαστο ἐς γῆν τὴν Ῥωμαίων ἐν ὅπλοις ἥκειν.
阿班达内斯来到贝利撒留面前,声称霍斯劳王因凯撒(波斯人如此称呼罗马皇帝)未如先前约定向他派遣使节而深感愤慨,霍斯劳由此被迫携武装进入罗马境域。
Βελισάριος δὲ οὔτε κατορρωδήσας, ἅτε πη ἄγχιστα ἐστρατοπεδευμένων βαρβάρων τοσούτων τὸ πλῆθος, οὔτε τῷ λόγῳ ἐς ταραχήν τινα καταστάς, ἀλλὰ γελῶντί τε καὶ ἀνειμένῳ τῷ προσώπῳ ἀμείβεται “Οὐ ταύτῃ” λέγων “ᾗ τῷ Χοσρόῃ τανῦν εἴργασται νενόμισται τοῖς ἀνθρώποις τὰ πράγματα.
贝利撒留面对驻扎在近旁、人数如此众多的蛮族既毫无畏惧,亦未被这番言辞扰乱心绪,反而面带笑容、神态轻松地回答道:“人世间的事务按惯例并非像霍斯劳如今所做的那样来操办。
οἱ μὲν γὰρ ἄλλοι, ἤν τι ἀντιλέγοιτο σφίσι τε καὶ τῶν πέλας τισί, πρεσβεύουσι μὲν ἐς αὐτοὺς πρότερον, ἐπειδὰν δὲ τῶν μετρίων μὴ τύχωσιν, οὕτω δὴ πολέμῳ ἐπ’ αὐτοὺς ἴασιν.
因为其他人若与邻人发生争端,都会先遣使交涉;唯有在得不到合理回应之时,才会诉诸战争进犯他们。
- 2.21.1τὸν στρατηγὸν ὁποῖός ποτε εἴη κατασκεψόμενον
前置先取结构(prolepsis)。逻辑上作为间接疑问从句 ὁποῖός ποτε εἴη 主语的 τὸν στρατηγόν,被提前作为表示目的的将来分词 κατασκεψόμενον 的直接宾格宾语,意为“去侦察这位统帅究竟是何等人样”。
- 2.21.1ὅτι δὴ βασιλεὺς Ἰουστινιανὸς τοὺς πρέσβεις ἐς Πέρσας ἥκιστα πέμψειεν
在依赖于历史时态主动词(ἔπεμψε)的原因从句(ὅτι δὴ ...)中,使用了转述祈愿语气(oblique optative)ἥκιστα πέμψειεν。它表示间接引述霍斯劳单方面所宣称的指控或理由(“因优士丁尼未曾遣使”),而非作者确认的事实。
- 2.21.2οὐ μήποτε ἐπιτρέψουσι
双重否定 οὐ μή 连用将来时直陈式 ἐπιτρέψουσι,构成表示极力否定或坚决阻挠的强调结构(“绝不容许”),在 ὡς 从句中生动地传达了要给敌人留下的深刻印象。
