- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:2.20.18-2.20.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
霍斯劳企图直取巴勒斯坦进行掠夺,罗马诸将各据要塞避战;奉命驰援的贝利撒留赶赴幼发拉底西亚并在欧罗普斯扎营,严厉斥责退缩的将领们并命其率部前来合兵。
γνώμην δὲ εἶχεν εὐθὺ Παλαιστίνης ἄγειν τὸ στράτευμα, ὅπως τά τε ἄλλα καὶ τὰ ἐν Ἱεροσολύμοις κειμήλια πάντα ληίσηται. χώραν γὰρ ταύτην ἀγαθήν τε διαφερόντως καὶ πολυχρύσων οἰκητόρων εἶναι ἀκοῇ εἶχε.1
他的意图是率军直取巴勒斯坦,以便掳掠各处珍宝,尤其是耶路撒冷的财物。因为他风闻这片土地异常富庶,居民极其富有。
Ῥωμαῖοι δὲ ἅπαντες, ἄρχοντές τε καὶ στρατιῶται, τοῖς μὲν πολεμίοις ὑπαντιάζειν ἢ τῇ παρόδῳ ἐμποδὼν ἵστασθαι τρόπῳ οὐδενὶ διενοοῦντο, τὰ δὲ ὀχυρώματα καταλαβόντες ὡς ἕκαστος ἠδύνατο, ἀποχρῆν ᾤοντο ταῦτά τε διαφυλάσσειν καὶ αὐτοὶ σώζεσθαι.
然而罗马人,无论是将领还是士兵,都绝不打算迎敌或阻挡其去路;他们各自尽力占据要塞,认为只要守住这些据点并保全自身便已足够。
Γνοὺς δὲ τὴν Περσῶν ἔφοδον Ἰουστινιανὸς βασιλεὺς Βελισάριον αὖθις ἐπ’ αὐτοὺς ἔπεμψεν. ὁ δὲ ἵπποις τοῖς δημοσίοις ὀχούμενος, οὓς δὴ βερέδους καλεῖν νενομίκασιν, ἅτε οὐ στράτευμα ξὺν αὑτῷ ἔχων, τάχει πολλῷ ἐς Εὐφρατησίαν ἀφίκετο, Ἰοῦστος δέ, ὁ βασιλέως ἀνεψιός, ἐν Ἱεραπόλει ξύν τε τῷ Βούζῃ καὶ ἑτέροις τισὶ καταφυγὼν ἔτυχεν.
优士丁尼皇帝得知波斯人进犯,再次派遣贝利撒留前去对付他们。贝利撒留身边并无随行军队,便骑乘惯称“维莱德”的公家驿马,飞速抵达幼发拉底西亚。皇帝的侄子尤斯图斯此时碰巧与布泽斯及其他数人避难于希拉波利斯。
οἳ δὴ Βελισάριον οὐ μακρὰν ἄποθεν ἥκειν ἀκούσαντες γράμματα πρὸς αὐτὸν ἔγραφον·
他们听说贝利撒留已抵不远处,便写信给他;信中写道:
ἐδήλου δὲ ἡ γραφὴ τάδε “Καὶ νῦν ὁ Χοσρόης, ὥσπερ οἶσθά που καὶ αὐτός, ἐπὶ Ῥωμαίους ἐστράτευσε, στρατὸν μὲν πολλῷ πλείονα ἢ πρότερον ἄγων, ὅπη ποτὲ δὲ ἰέναι διανοούμενος οὔπω ἔνδηλος ὤν, πλήν γε δὴ ὅτι αὐτὸν ἄγχιστά πη ἀκούομεν εἶναι, χωρίῳ μὲν οὐδενὶ λυμηνάμενον, ὁδῷ δὲ ἀεὶ ἐπίπροσθεν ἰόντα.
“正如你自己大约也知道的那样,霍斯劳如今率领远多于以往的军队前来讨伐罗马人,但他究竟意欲前往何处尚未明朗,只听说他就在极近的某处,未曾破坏任何城镇,而是始终沿道路径直前行。
ἀλλ’ ἧκε παρ’ ἡμᾶς ὅτι τάχιστα, εἴπερ οἷός τε εἶ λαθεῖν τὸ τῶν πολεμίων στρατόπεδον, ὅπως δὴ σῶς τε αὐτὸς βασιλεῖ ἔσῃ καὶ Ἱεράπολιν ἡμῖν ξυμφυλάξῃς.” τοσαῦτα μὲν ἡ γραφὴ ἐδήλου. Βελισάριος δὲ οὐκ ἐπαινέσας τὰ γεγραμμένα ἐς Εὐρωπὸν τὸ χωρίον ἀφίκετο, ὃ πρὸς Εὐφράτῃ ποταμῷ ἐστιν.
因此,如果你能够避开敌军阵营,请尽快来到我们这里,以便你为皇帝保全性命,并与我们一同守卫希拉波利斯。”信中所陈述的大略如此。贝利撒留对信中内容并不赞同,便来到了位于幼发拉底河畔的欧罗普斯镇。
ἐνθένδε τε περιπέμπων πανταχόσε τὸν στρατὸν ἤγειρε καὶ αὐτοῦ τὸ στρατόπεδον κατεστήσατο, ἄρχοντάς τε τοὺς ἐν Ἱεραπόλει ἠμείβετο τοῖσδε, “Εἰ μὲν ἐφ’ ἑτέρους ἀνθρώπων τινάς, ἀλλ’ οὐ Ῥωμαίων κατηκόους ὁ Χοσρόης χωρεῖ, εὖ τε καὶ ὡς ἀσφαλέστατα ὑμῖν βεβούλευται ταῦτα· οἷς γὰρ πάρεστιν ἡσυχῆ μένουσιν ἀπηλλάχθαι κακῶν, πολλὴ ἄνοια ἐς κίνδυνον οὐκ ἀναγκαῖόν τινα ἰέναι· εἰ δὲ νῦν ἐνθένδε ἀπαλλαγεὶς ὁ βάρβαρος οὗτος ἑτέρᾳ τινὶ ἐπισκήψει βασιλέως Ἰουστινιανοῦ χώρᾳ, καὶ ταύτῃ διαφερόντως μὲν ἀγαθῇ, φρουρὰν δὲ οὐδαμῆ στρατιωτῶν ἐχούσῃ, εὖ ἴστε ὅτι τὸ ξὺν τῇ ἀρετῇ ἀπολωλέναι τοῦ σεσῶσθαι ἀμαχητὶ τῷ παντὶ ἄμεινον.2
他从这里向四处传令召集军队,并在该地扎下营寨,然后给希拉波利斯的将领们回复如下:“如果霍斯劳是向其他民族进发,而非针对罗马的臣民,你们的这项决定可以说是妥善且极其稳妥的;因为对于那些安居便可免除祸患的人而言,投身不必要的危险乃是大愚。但如果这个蛮族如今离开此地,袭向优士丁尼皇帝的另一片领地,且那片土地既极为繁盛,又完全没有守军驻防,那么你们务须清楚,带着勇气战死,在任何方面都胜过不战而茍活。
οὐ γὰρ ἂν σωτηρία τοῦτό γε, ἀλλὰ προδοσία δικαίως καλοῖτο. ἀλλ’ ἥκετε ὅτι τάχιστα ἐς τὸν Εὐρωπόν, οὗ δὴ συλλέξας τὸ στράτευμα ὅλον ὅσα ἂν ὁ θεὸς διδῷ ἐλπίδα ἔχω τοὺς πολεμίους ἐργάσασθαι.”3 ταῦτα ἐπεὶ ἀπενεχθέντα οἱ ἄρχοντες εἶδον, ἐθάρρησάν τε καὶ Ἰοῦστον μὲν ξὺν ὀλίγοις τισὶν αὐτοῦ ἔλιπον ἐφ’ ᾧ τὴν Ἱεράπολιν φυλάξουσιν,4 οἱ δὲ λοιποὶ τῷ ἄλλῳ στρατῷ ἐς Εὐρωπὸν ἦλθον.
因为这绝不能正当地被称为保全,而应当被称为背叛。因此,请尽快前来欧罗普斯;在这里集结全军之后,我期望能承上帝所赋予以重创敌军。”将领们见到带回的复信后重振士气,留尤斯图斯率少数兵力守卫希拉波利斯,其余人则率剩余大军奔赴欧罗普斯。
- 2.20.18χώραν γὰρ ταύτην ἀγαθήν τε διαφερόντως καὶ πολυχρύσων οἰκητόρων εἶναι ἀκοῇ εἶχε
短语 ἀκοῇ εἶχε(“风闻/通过传闻获悉”)统辖宾语与不定式结构(χώραν... εἶναι...)。与谓语形容词 ἀγαθήν 并列的 πολυχρύσων οἰκητόρων 在句中充当附属于 εἶναι 的表征性质或领属的谓语性属格。
- 2.20.26τὸ ξὺν τῇ ἀρετῇ ἀπολωλέναι τοῦ σεσῶσθαι ἀμαχητὶ τῷ παντὶ ἄμεινον
该句是以比较级 ἄμεινον 为核心的对比结构,由冠词不定式 τὸ ἀπολωλέναι(作主语)与受比较级支配的比较属格 τοῦ σεσῶσθαι 构成对比。两者均采用完成体不定式以强调既定状态。τῷ παντὶ 是表示程度差异的与格(意为“在一切方面/全然”)。
- 2.20.27ὅσα ἂν ὁ θεὸς διδῷ ἐλπίδα ἔχω τοὺς πολεμίους ἐργάσασθαι
不定式 ἐργάσασθαι 带有双重宾格结构(“对某人做出某事”):其人身宾语为 τοὺς πολεμίους,事由宾语为从句 ὅσα ἂν ὁ θεὸς διδῷ。关系从句搭配虚拟语气 διδῷ,表达将来神意所赋命的泛指假定条件。
- 2.20.28ἐφ’ ᾧ τὴν Ἱεράπολιν φυλάξουσιν
连词 ἐφ' ᾧ 后接将来时直陈语气(φυλάξουσιν),用以表达具有契约性质的附加条件(“以守卫希拉波利斯为条件”)。
