- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:2.20.1-2.20.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
霍斯劳发动第三次对罗马领土的入侵,以未付赎金为由严刑拷打谢尔吉奥波利斯祭司坎迪杜斯以索取珍宝,并图谋攻占该城;但在基督徒萨拉森人安布罗斯的密告及水源匮乏之下,围城波斯军被迫撤退。
Ἅμα δὲ ἦρι ἀρχομένῳ Χοσρόης ὁ Καβάδου τὸ τρίτον στρατῷ μεγάλῳ ἐς γῆν τὴν Ῥωμαίων ἐσέβαλλε, ποταμὸν Εὐφράτην ἐν δεξιᾷ ἔχων.
初春时节,喀瓦德之子霍斯劳率大军第三次攻入罗马人的领土,将幼发拉底河留在右侧。
Κάνδιδος δέ, ὁ Σεργιουπόλεως ἱερεύς, ἐπειδὴ τὸν Μήδων στρατὸν ἄγχιστά που ἥκειν ἐπύθετο, δείσας περί τέ οἱ αὐτῷ καὶ τῇ πόλει, ἐπεὶ χρόνῳ τῷ ξυγκειμένῳ Χοσρόῃ τὰ ὡμολογημένα ὡς ἥκιστα ἐπετέλεσεν, ἐν τῷ τῶν πολεμίων στρατοπέδῳ γενόμενος παρῃτεῖτο Χοσρόην μή οἱ διὰ ταῦτα χαλεπῶς ἔχειν.
谢尔吉奥波利斯的祭司坎迪杜斯得知米底亚人的军队已逼近附近某处,便为自身和该城深感忧虑,因为在约定的期限内,他根本未能履行对霍斯劳许下的承诺;于是他来到敌军营地,恳求霍斯劳不要因此对他怀怒。
χρήματα μὲν γὰρ οὐδεπώποτε αὐτῷ γεγονέναι,1 καὶ διὰ τοῦτο ἀρχὴν οὐδὲ βεβουλῆσθαι Σουρηνοὺς ῥύεσθαι, βασιλέα δὲ Ἰουστινιανὸν ὑπὲρ τούτων πολλὰ ἱκετεύσας ἀνόνητος αὐτοῦ γεγενῆσθαι.
他声称自己从未有过钱财,因此起初根本不曾想过要赎买苏拉的居民,并且他虽就此事多次恳请优士丁尼皇帝,却未从皇帝那里得到任何助益。
Χοσρόης δὲ αὐτὸν ἐν φυλακῇ ἔσχε, καὶ τὸ σῶμα πικρότατα αἰκιζόμενος διπλάσια χρήματα, ᾗπερ ξυνέκειτο,2 πράττειν ἠξίου.
然而霍斯劳将他拘禁起来,对其肉体施以极残酷的拷打,要求按照原先所约定的索取双倍钱财。
ὁ δὲ αὐτὸν ἐς Σεργιούπολίν τινας ἱκέτευε πέμψαι τὰ κειμήλια ξύμπαντα τοῦ ἐνταῦθα ἱεροῦ ληψομένους.
坎迪杜斯遂恳求他派遣数人前往谢尔吉奥波利斯,去提取当地圣堂的所有珍宝。
καὶ ἐπεὶ κατὰ ταῦτα ὁ Χοσρόης ἐποίει, τῶν οἱ ἑπομένων τινὰ ὁ Κάνδιδος ξὺν αὐτοῖς ἔπεμψεν.
当霍斯劳依言而行时,坎迪杜斯便派了一名侍从与他们同行。
οἱ μὲν οὖν Σεργιουπολῖται τοὺς παρὰ Χοσρόου σταλέντας τῇ πόλει δεξάμενοι τῶν κειμηλίων πολλὰ ἔδοσαν, ἄλλο οὐδὲν σφίσιν ἀπολελεῖφθαι ἰσχυριζόμενοι.
谢尔吉奥波利斯的市民将霍斯劳派来的人迎入城内,交出了许多珍宝,并坚称自己别无所剩。
Χοσρόης δὲ ταῦτά οἱ ἀποχρῆν οὐδαμῆ ἔφη, ἀλλ’ ἕτερα τούτων πλείω λαβεῖν ἐδικαίου.
但霍斯劳宣称这些对他而言绝不足够,坚决认为理应得到比这更多的财物。
πέμπει τοίνυν τινὰς τῷ μὲν λόγῳ διερευνησομένους ἐς τὸ ἀκριβὲς τὰ τῆς πόλεως χρήματα, ἔργῳ δὲ τὴν πόλιν καθέξοντας.
于是他派遣数人,名义上是为了彻底查清该城的财产,实际上却是为了占领该城。
καὶ ἐπεὶ οὐκ ἔδει Σεργιούπολιν Πέρσαις ἁλῶναι, τῶν τις Σαρακηνῶν Χριστιανὸς μέν, ταττόμενος δὲ ὑπὸ Ἀλαμουνδάρῳ, Ἄμβρος ὄνομα, νύκτωρ παρὰ τῆς πόλεως τὸ τεῖχος ἥκων καὶ τὸν πάντα λόγον ἀγγείλας, ἐκέλευε Πέρσας τῇ πόλει μηδαμῆ δέξασθαι.
然而,由于谢尔吉奥波利斯命中注定不该被波斯人攻陷,在阿拉蒙达拉斯麾下效力的一名萨拉森基督徒,名叫安布罗斯,夜间来到该城城墙旁,通报了全部实情,嘱咐市民决不可让波斯人进城。
οὕτω τε οἱ παρὰ Χοσρόου σταλέντες ἄπρακτοι ἐς αὐτὸν ἐπανῆλθον, καὶ ὃς τῷ θυμῷ ζέων τὴν πόλιν ἐξελεῖν διενοεῖτο.
这样,霍斯劳派出的人一事无成地返回他那里,霍斯劳怒火中烧,决意攻克该城。
στράτευμα οὖν ἐς ἑξακισχιλίους στείλας ἐκέλευεν ἔς τε πολιορκίαν καθίστασθαι καὶ προσβολὰς τῷ περιβόλῳ ποιήσασθαι.
于是他派出约六千兵力,命令他们设下围攻,并对城墙发起猛攻。
καὶ οἱ μὲν ἐνταῦθα γενόμενοι ἔργου εἴχοντο, Σεργιουπολῖται δὲ καρτερῶς μὲν τὰ πρῶτα ἠμύνοντο, ἔπειτα δὲ ἀπειπόντες τε καὶ κατωρρωδηκότες τὸν κίνδυνον ἐβουλεύοντο τοῖς πολεμίοις τὴν πόλιν ἐνδοῦναι.
波斯军抵达后便着手攻城,谢尔吉奥波利斯市民起初奋勇抵抗,但随后因力竭且对危局心生畏惧,便商议向敌军献城投降。
στρατιώτας γὰρ οὐ πλέον ἢ διακοσίους ἔχοντες ἔτυχον. ἀλλὰ Ἄμβρος, αὖθις παρὰ τὸν περίβολον ἐς νύκτα ἥκων, δυοῖν ἡμέραιν3 τὴν πολιορκίαν διαλύσειν Πέρσας ἔφασκε, τοῦ ὕδατος αὐτοὺς παντάπασιν ἐπιλιπόντος.
因为他们碰巧拥有的守军不超过二百人。但安布罗斯在入夜后再次来到城墙边,声称波斯人将在两日之内解围撤军,因为他们的水源已完全耗尽。
διὸ δὴ αὐτοὶ μὲν ἐς λόγους τοῖς πολεμίοις οὐδαμῆ ἦλθον, οἱ δὲ βάρβαροι δίψει ἐχόμενοι ἐξανέστησάν τε καὶ παρὰ Χοσρόην ἀφίκοντο. Κάνδιδον μέντοι Χοσρόης οὐκέτι ἀφῆκε.
因此,市民们根本未与敌军谈判,而蛮族军队受干渴所困,拔营离去并返回霍斯劳处。然而霍斯劳再未释放坎迪杜斯。
χρῆν γάρ, οἶμαι, αὐτὸν τὰ ὀμωμοσμένα ἠλογηκότα ἱερέα μηκέτι εἶναι. ταῦτα μὲν οὖν τῇδε ἐχώρησεν.
因为我认为,背弃了誓言的他本就不该再担任祭司。这些事情便如此告终。
Ἐπεὶ δὲ εἰς τὴν Κομμαγηνῶν χώραν ὁ Χοσρόης ἀφίκετο, ἣν καλοῦσιν Εὐφρατησίαν, ἐς λείαν μὲν ἢ χωρίου του ἅλωσιν τρέπεσθαι οὐδαμῆ ἤθελεν, ἐπεὶ τὰ ἐν ποσὶ μέχρι ἐς Σύρους τὰ μὲν ἐξελών, τὰ δὲ ἀργυρολογήσας πρότερον ἔτυχεν, ὥσπερ ἐν τοῖς ἔμπροσθεν λόγοις δεδήλωται.
当霍斯劳抵达科马格内地区(人们称之为幼发拉底西亚)时,他绝不愿转而进行掠夺或攻取任何要地,因为正如前文所阐明的那样,沿途直达叙利亚的各处地方,他此前若非已攻克,便是已勒索了钱财。
- 2.20.3χρήματα μὲν γὰρ οὐδεπώποτε αὐτῷ γεγονέναι
紧接前文 παρῃτεῖτο(恳请、辩解)引导的间接引语(不定式结构)。后续的 καὶ διὰ τοῦτο ἀρχὴν οὐδὲ βεβουλῆσθαι... ἱκετεύσας ἀνόνητος αὐτοῦ γεγενῆσθαι 构成一系列并列不定式从句;其中分词 ἱκετεύσας 与表语形容词 ἀνόνητος 因与主句主语(坎迪杜斯)一致而采用主格(主格不定式同化)。
- 2.20.4ᾗπερ ξυνέκειτο
关系副词 ᾗ(或关系代词阴性单数与格)带有加强语气小词 περ 的形式。此处与非人称动词 ξυνέκειτο 构成副词从句,意为“正如原先所约定的那样”,修饰索取双倍钱财这一要求。
- 2.20.14δυοῖν ἡμέραιν
双数属格形式,在此作表示“在……时间内”的时间属格(genitive of time within which),意为“在两日之内”。
