- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:2.19.33-2.19.49
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
面对疫病蔓延以及阿拉蒙达拉斯的威胁,罗马军在军事会议上听取了约翰的撤军劝告,由贝利撒留率队撤回;而在佩特拉的霍斯劳得知波斯领地遭袭后,也率军返回本土。
ἅπας μὲν οὖν ὁ στρατὸς ἐνθένδε τε ἀπαλλάσσεσθαι καὶ ὅτι τάχιστα ἐς τὴν οἰκείαν γῆν ἐπανήκειν ἐν σπουδῇ εἶχον,1 μάλιστα δὲ ἁπάντων οἱ τῶν ἐν Λιβάνῳ καταλόγων ἄρχοντες, Ῥεκίθαγγός τε καὶ Θεόκτιστος, ὁρῶντες ὅτι δὴ καὶ ὁ χρόνος τὸ Σαρακηνῶν ἀνάθημα παρῴχηκεν2 ἤδη.
于是全军都渴望离开此地,尽快返回本土,其中尤其以黎巴嫩卫戍部队的指挥官莱基唐戈斯和狄奥克提斯托斯最为急切,因为他们看到萨拉森人的神圣休战期已经过去。
Βελισαρίῳ γοῦν συχνὰ προσιόντες ἐδέοντο σφᾶς αὐτίκα ἀφεῖναι, μαρτυρόμενοι ὡς Ἀλαμουνδάρῳ τά τε ἐπὶ Λιβάνου καὶ Συρίας χωρία ἐνδόντες κάθηνται αὐτοῦ οὐδενὶ λόγῳ.
他们屡次谒见贝利撒留,恳求准许他们立即离去,并抗议称,他们将黎巴嫩和叙利亚的地区拱手让与阿拉蒙达拉斯,却毫无意义地枯坐此地。
Διὸ δὴ Βελισάριος ἅπαντας ξυγκαλέσας τοὺς ἄρχοντας βουλὴν προὔθηκεν.
为此,贝利撒留召集了全体将领举行军事会议。
οὗ δὴ ἀναστὰς πρῶτος Ἰωάννης ὁ Νικήτου υἱὸς ἔλεξε τοιάδε “Ἄριστε Βελισάριε, στρατηγὸν μὲν οὔτε τὴν τύχην οὔτε τὴν ἀρετὴν ἐκ τοῦ παντὸς χρόνου γεγενῆσθαι τοιοῦτον οἶμαι οἷος αὐτὸς εἶ.
会上,尼克塔斯之子约翰首先起立进言道:“卓越的贝利撒留,我认为自古以来在运气和武德两方面,从未出过如您一般的将领。
δόξα τε αὕτη οὐ Ῥωμαίων κεκράτηκε μόνον, ἀλλὰ καὶ βαρβάρων ἁπάντων.
这一威名不仅传遍罗马人之中,亦威震一切蛮族。
ταύτην μέντοι βεβαιότατα διαφυλάξεις τὴν εὔκλειαν, ἤν γε ζῶντας ἡμᾶς ἐς Ῥωμαίων τὴν γῆν διασώσασθαι δυνατὸς εἴης·3 ὡς νῦν γε ἡμῖν τὰ τῆς ἐλπίδος οὐκ ἐν καλῷ κεῖται. οὑτωσὶ γάρ μοι περὶ τοῦδε τοῦ στρατοῦ σκόπει.
然而,只有当您能够将我们活着安全带回罗马人的土地时,您才能最稳固地保全这一盛誉;因为就目前而言,我们的希望景况绝非良好。请您就这支军队的现状为我作如下考虑:
Σαρακηνοὶ μὲν καὶ οἱ τῶν στρατιωτῶν μαχιμώτατοι Τίγρην ποταμὸν διαβάντες, ἡμέραν οὐκ οἶδα ὁπόστην ἄνω ἐς τοῦτο τύχης ἀφίκοντο ὥστε οὐδὲ ἄγγελον πέμψαι τινὰ παρ’ ἡμᾶς ἴσχυσαν· Ῥεκίθαγγός τε καὶ Θεόκτιστος ἀποπορεύσονται, ὡς ὁρᾷς δήπουθεν, αὐτίκα δὴ μάλα τὸν Ἀλαμουνδάρου στρατὸν ἐν Φοίνιξι μέσοις εἶναι οἰόμενοι, ἄγοντά τε καὶ φέροντα ξύμπαντα τὰ ἐκείνῃ χωρία.
萨拉森人和士兵中最具战斗力的人已渡过底格里斯河,深入腹地不知已有多少时日,如今竟落到了连向我们派出一名信使都无法做到的境地;而莱基唐戈斯和狄奥克提斯托斯,正如您所见,因认定阿拉蒙达拉斯的军队已进入腓尼基中心地带并正在洗劫掳掠当地一切区域,此刻便要立刻离去。
τῶν δὲ λειπομένων οἱ νοσοῦντές εἰσι τοσοῦτοι τὸ πλῆθος ὥστε τοὺς θεραπεύσοντάς τε καὶ κομιοῦντας ἐς Ῥωμαίων τὴν γῆν ἐλάσσους αὐτῶν παρὰ πολὺ τὸν ἀριθμὸν εἶναι.
而在剩余之人中,患病者数量如此庞大,以至于服侍并运送他们返回罗马人土地的人数远远少于病者。
τούτων δὲ τοιούτων ὄντων, ἤν τι ξυμβαίη πολέμιον ἢ αὐτοῦ μένουσιν ἢ ὀπίσω ἰοῦσιν ἡμῖν ἀπαντῆσαι, οὐδ’ ἄν τις ἀπαγγεῖλαι τοῖς ἐν Δάρας Ῥωμαίοις δύναιτο τὸ ξυμπεσὸν πάθος.
在这些情况之下,无论我们留在此地还是后退,倘若遭遇任何敌军的袭击,恐怕连一个能向达拉的罗马人报告这场灾祸的人都不会有。
τὸ γὰρ ἐπίπροσθέ πη ἰέναι οὐδὲ λόγῳ οἶμαι δυνατὸν εἶναι. ἕως οὖν ἔτι λείπεταί τις ἐλπίς, τὰ ἐς τὴν ἐπάνοδον βουλεύεσθαί τε καὶ πράσσειν ξυνοίσει.
因为我认为,无论往何处继续向前推进,就连在言语上也是不可能的。因此,趁着尚留有一线希望,商议并实施撤退才是大有裨益的。
τοῖς γὰρ ἐς κίνδυνον ἄλλως τε καὶ τοιοῦτον καθεστηκόσι μὴ τὴν σωτηρίαν διασκοπεῖσθαι, ἀλλὰ τὴν ἐς τοὺς πολεμίους ἐπιβουλὴν πολλὴ ἄνοια.” τοσαῦτα Ἰωάννης τε εἶπε καὶ οἱ λοιποὶ πάντες ἐπῄνεσαν, ἔς τε θόρυβον καθιστάμενοι τὴν ἀναχώρησιν κατὰ τάχος ποιεῖσθαι ἠξίουν.
毕竟,对于已陷入危险,尤其是此类危险中的人而言,不去谋求自身安全,反而图谋向敌人进击,实属大愚。”约翰陈述了这番话,其余所有人均表示赞同,并起哄要求火速撤退。
διὸ δὴ Βελισάριος πρότερον τοὺς νοσοῦντας ἐν τοῖς ὑποζυγίοις ἐνθέμενος, ὑπῆγεν ὀπίσω τὸ στράτευμα. ἐπειδή τε τάχιστα ἐν γῇ τῇ Ῥωμαίων ἐγένοντο, ἅπαντα μὲν τὰ τῷ Ἀρέθᾳ εἰργασμένα ἔγνω, δίκην μέντοι λαβεῖν οὐδεμίαν παρ’ αὐτοῦ ἴσχυσεν, ἐπεί οἱ ἐς ὄψιν οὐκέτι ἦλθεν. ἡ μὲν οὖν Ῥωμαίων ἐσβολὴ ἐς τοῦτο ἐτελεύτα.
贝利撒留为此先将患病者安置在驮畜背上,率军后撤。他们一抵达罗马人的土地,贝利撒留便得知了阿雷塔斯所干的一切勾当,但他无法对其施加任何惩罚,因为阿雷塔斯再未在他眼前出现。罗马人的这次入侵便以此告终。
Χοσρόῃ δὲ Πέτραν ἑλόντι Βελισάριος ἐσβαλὼν ἐς γῆν τὴν Περσίδα ἠγγέλλετο4 καὶ ἡ ἀμφὶ πόλιν Νίσιβιν ξυμβολή, φρουρίου τε τοῦ Σισαυράνων ἡ ἅλωσις, καὶ ὅσα Τίγρην ποταμὸν διαβὰν τὸ ξὺν τῷ Ἀρέθᾳ στράτευμα ἔπρασσεν.
另一方面,已攻克佩特拉的霍斯劳接到通报,称贝利撒留已攻入波斯领土,并获悉了尼西比斯城周围的交战、西绍拉农要塞的陷落,以及阿雷塔斯所率军队渡过底格里斯河后所做的一切。
αὐτίκα τε φυλακὴν ἐν τῇ Πέτρᾳ καταστησάμενος, ξὺν τῷ ἄλλῳ στρατῷ καὶ Ῥωμαίων τοῖς ἁλοῦσιν ἐς τὰ Περσῶν ἤθη ἀπήλαυνε.
他随即在佩特拉布置了驻军,率领其余军队和被俘的罗马人撤往波斯本土。
ταῦτα μὲν ἐν τῇ δευτέρᾳ Χοσρόου ἐσβολῇ ξυνηνέχθη γενέσθαι. Βελισάριος δὲ βασιλεῖ ἐς Βυζάντιον μετάπεμπτος ἐλθὼν διεχείμαζεν.
这些便是霍斯劳第二次入侵期间发生之事。而贝利撒留应皇帝召见前往拜占庭,在那里度过了冬季。
- 2.19.33ἐν σπουδῇ εἶχον
动词复数形式 εἶχον 与单数集体主语 ἅπας ὁ στρατός 发生依意一致(constructio ad sensum)。短语 ἐν σπουδῇ ἔχω 意为“急切渴望”,支配其后的不定式 ἀπαλλάσσεσθαι 与 ἐπανήκειν。
- 2.19.33ὁ χρόνος τὸ Σαρακηνῶν ἀνάθημα παρῴχηκεν
通常作不及物动词表示“流逝、过去”的 παροίχομαι 在此使用完成时 παρῴχηκεν,并带有一个表示已过期的期间或宗教休战期限的名词(τὸ Σαρακηνῶν ἀνάθημα)作为宾语或同族宾语;ὁ χρόνος 为主语。
- 2.19.38ἤν γε ζῶντας ἡμᾶς ἐς Ῥωμαίων τὴν γῆν διασώσασθαι δυνατὸς εἴης
这是一个混合条件句:通常与虚拟式连用的连词 ἤν 此处后接祈愿式 εἴης,表达陈述者的委婉谦抑或潜在可能性。主句则采用将来直陈式 διαφυλάξεις。
- 2.19.47Βελισάριος ἐσβαλὼν ἐς γῆν τὴν Περσίδα ἠγγέλλετο
动词 ἀγγέλλω 的被动态 ἠγγέλλετο 采用了人称被动句构,由主格分词短语 Βελισάριος ἐσβαλών 作为主语(即“贝利撒留被报告侵入了波斯领土”),随后并列了其他主格名词短语(ἡ ... ξυμβολή、ἡ ἅλωσις 及 ὅσα ... ἔπρασσεν)共同构成主语。
