← 普罗科皮乌斯

战史

§2.1.1-2.1.15

霍斯劳寻找开战借口与斯特拉塔争端

霍斯劳企图撕毁和约,便唆使阿拉蒙达罗斯挑起与阿雷塔斯就斯特拉塔地区归属的争端。查士丁尼派使节前去仲裁,但两人意见不一而耗费时日;与此同时,霍斯劳以查士丁尼暗中拉拢阿拉蒙达罗斯及煽动匈人为由,指责罗马人先行毁约。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1.1

Χρόνῳ δὲ οὐ πολλῷ ὕστερον ὁ Χοσρόης μαθὼν ὡς καὶ Ἰταλίαν Βελισάριος Ἰουστινιανῷ βασιλεῖ προσποιεῖν ἤρξατο, οὐκέτι κατέχειν οἷός τε ἦν τὴν διάνοιαν, ἀλλὰ σκήψεις ἐπινοεῖν ἤθελεν ὅπως δὴ λόγῳ τινὶ εὐπρεπεῖ τὰς σπονδὰς λύσειεν.1

不久之后,霍斯劳得知贝利撒留也已开始为查士丁尼皇帝收复意大利,便再也无法按捺心绪,而是意欲捏造借口,以便通过某种冠冕堂皇的理由撕毁和约。

§2.1.2

ὑπὲρ ὧν κοινολογησάμενος Ἀλαμουνδάρῳ ἐκέλευεν αὐτὸν ξυμπορίζεσθαι πολέμου αἰτίας.

他就此事与阿拉蒙达罗斯商议,命令他共同罗织开战的由头。

§2.1.3

ὁ δὲ Ἀρέθᾳ ἐπικαλέσας ὅτι αὐτὸν περὶ γῆς ὁρίων βιάζοιτο, ἐς χεῖράς τε αὐτῷ ἐν σπονδαῖς ἦλθε καὶ γῆν τὴν Ῥωμαίων ἐπὶ ταύτῃ τῇ σκήψει καταθεῖν ἤρξατο.

于是阿拉蒙达罗斯指控阿雷塔斯在土地边界问题上侵凌他,在和约存续期间便与他兵戈相见,并以此借口开始侵袭罗马人的领地。

§2.1.4

ἔφασκέ τε ὡς αὐτὸς οὐ λύει τὰς Περσῶν τε καὶ Ῥωμαίων σπονδάς, ἐπεὶ αὐτὸν ἐς ταύτας οὐδέτεροι ἐσεγράψαντο.

他宣称自己并没有撕毁波斯人与罗马人之间的和约,因为双方都未曾将他载入其中。

§2.1.5

καὶ ἦν δὲ οὕτως. οὐ γάρ τις πώποτε Σαρακηνῶν λόγος ἐν σπονδαῖς γέγονεν, ἅτε ξυνεχομένων τῷ Περσῶν τε καὶ Ῥωμαίων ὀνόματι.2

事实也确是如此:因为和约中从未提及撒拉逊人,既然他们已被包含在波斯人与罗马人的名义之下。

§2.1.6

αὕτη δὲ ἡ χώρα, ἣ δὴ πρὸς ἑκατέρων τότε Σαρακηνῶν ἀντελέγετο, Στρᾶτα μὲν κέκληται, Παλμύρας δὲ πόλεως πρὸς νότον ἄνεμον τέτραπται, δένδρον μὲν ἤ τι τῶν ἐν τοῖς ληίοις ἀγαθῶν οὐδαμῆ φέρουσα ʽἡλιόκαυστος γὰρ ὑπερφυῶς ἐστἰ, προβάτων δέ τισιν ἐκ παλαιοῦ ἀνειμένη νομαῖς.

双方撒拉逊人当时争执不休的这块地方被称为“斯特拉塔”,位于帕尔米拉城南,完全不生长树木或任何田间作物(因为此地受到骄阳极度炙烤),自古以来被用作羊群的一些牧场。

§2.1.7

Ἀρέθας μὲν οὖν Ῥωμαίων ἰσχυρίζετο εἶναι τὸν χῶρον, τῷ τε ὀνόματι τεκμηριούμενος οὗ δὴ πρὸς πάντων ἄνωθεν ἔτυχε ʽΣτρᾶτα γὰρ ἡ ἐστρωμένη ὁδὸς τῇ Λατίνων καλεῖται φωνᾖ καὶ μαρτυρίαις παλαιοτάτων ἀνδρῶν χρώμενος.

因此阿雷塔斯坚称此地属于罗马人,其依据不仅是自古以来所有人给予它的名称(因为在拉丁语中,“斯特拉塔”意为被铺砌的道路),还采用了最年长之人的证言。

§2.1.8

Ἀλαμούνδαρος δὲ φιλονεικεῖν μὲν ὑπὲρ τοῦ ὀνόματος ἥκιστα ἐδικαίου, μισθοὺς δέ οἱ τοῦ ἐνταῦθα νομοῦ ἐκ παλαιοῦ ἔφασκε τοὺς τὰ πρόβατα κεκτημένους διδόναι.

而阿拉蒙达罗斯则认为绝不应当因名称而争执,但坚称羊群的所有者自古以来就向他缴纳在此放牧的费用。

§2.1.9

διὸ δὴ βασιλεὺς Ἰουστινιανὸς Στρατηγίῳ τε πατρικίῳ ἀνδρὶ καὶ τῶν βασιλικῶν θησαυρῶν ἄρχοντι, ἄλλως δὲ ξυνετῷ καὶ εὐπατρίδῃ, ἔτι μέντοι καὶ Σούμμῳ τῶν ἐν Παλαιστίνῃ στρατιωτῶν ἡγησαμένῳ, τὴν τῶν ἀντιλεγομένων ἐπέτρεψε δίαιταν.

因此查士丁尼皇帝将这一争议的裁决托付给了贵族兼国库主管斯特拉特吉奥斯——他为人明达且出身名门——以及统领巴勒斯坦军队的苏穆斯。

§2.1.10

ὁ δὲ Σοῦμμος Ἰουλιανοῦ ἀδελφὸς ἦν, ὃς ὀλίγῳ ἔμπροσθεν ἐς Αἰθίοπάς τε καὶ Ὁμηρίτας ἐπρέσβευσε.

这个苏穆斯正是此前不久出使埃塞俄比亚人和霍梅尔人(希木叶尔人)的尤利安的兄弟。

§2.1.11

καὶ αὐτοῖν ἅτερος μέν, Σοῦμμος, μὴ χρῆναι Ῥωμαίους καταπροΐεσθαι τὴν χώραν ἠξίου, Στρατήγιος δὲ βασιλέως ἐδεῖτο μὴ χώρας τινὸς ἕνεκα βραχείας τε καὶ ὡς ἥκιστα λόγου ἀξίας, ἀλλὰ ἀγόνου τε καὶ ἀκάρπου παντάπασιν οὔσης, Πέρσαις πολεμησείουσι σκήψεις τοῦ πολέμου χαρίζεσθαι· βασιλεὺς μὲν οὖν Ἰουστινιανὸς ταῦτα ἐν βουλῇ ἐποιεῖτο, καὶ χρόνος πολὺς ταύτῃ δὴ τῇ διαίτῃ ἐτρίβη.

这二人中,苏穆斯主张罗马人不应放弃该地,而斯特拉特吉奥斯则恳求皇帝,不要为了一块狭小、完全不值一提且全然贫瘠不毛的土地,给跃跃欲试的波斯人奉上开战的借口。查士丁尼皇帝将此事付诸审议,这一仲裁因而耗费了大量时间。

§2.1.12

Χοσρόης δὲ ὁ Περσῶν βασιλεὺς λελύσθαι πρὸς Ἰουστινιανοῦ τὰς σπονδὰς ἔφασκε, πολλὴν ἐπιβουλὴν ἐς οἶκον τὸν αὐτοῦ ἄρτι ἐνδειξαμένου, οἷς δὴ ἑταιρίζεσθαι Ἀλαμούνδαρον ἐν σπονδαῖς ἐνεχείρησε.3

然而波斯王霍斯劳声称和约已被查士丁尼撕毁,指控他近来通过试图在和约期间拉拢阿拉蒙达罗斯,对自己的王室表现出极大的阴谋。

§2.1.13

Σοῦμμον γὰρ ἔναγχος ἐπὶ διαίτῃ δῆθεν τῷ λόγῳ παρ’ αὐτὸν ἥκοντα ἐπαγγελίαις αὐτὸν περιελθεῖν μεγάλων χρημάτων, ἐφ’ ᾧ προσχωρήσει Ῥωμαίοις,4 γράμματά τε προΐσχετο ἃ δὴ πρὸς Ἀλαμούνδαρον ὑπὲρ τούτων Ἰουστινιανὸς βασιλεὺς ἔγραψε.

因为他声称,苏穆斯前不久打着仲裁的幌子来到他〔阿拉蒙达罗斯〕那里,竟以巨款为诺诱其归顺罗马,并出示了查士丁尼皇帝为此致阿拉蒙达罗斯的书信。

§2.1.14

καὶ πρὸς Οὔννων δέ τινας ἰσχυρίζετο αὐτὸν ἐπιστολὴν πέμψαι, ἐγκελευομένην αὐτοῖς ἐσβαλεῖν τε ἐς τὴν Περσῶν γῆν καὶ τοῖς ἐκείνῃ χωρίοις ἐπὶ πλεῖστον λυμήνασθαι. ἣν δή οἱ τοὺς Οὔννους αὐτοὺς ἔφασκεν ἐγχειρίσαι ἐς ὄψιν ἐλθόντας.

他还断言,皇帝曾致信某些匈人,怂恿他们入侵波斯领土并极尽破坏当地地区。霍斯劳说,那封信正是匈人亲自谒见他时呈交给他的。

§2.1.15

ταῦτα μὲν Χοσρόης ἐπικαλῶν Ῥωμαίοις τὰς σπονδὰς λύειν διενοεῖτο. εἰ μέντοι ταῦτα λέγοντί οἱ ἀληθίζεσθαι ξυνέβαινεν, οὐκ ἔχω εἰπεῖν.

霍斯劳以这些罪名指责罗马人,并打算撕毁和约。然而,他在说这些话时是否道出了实情,我却不得而知。

语法注4 条
  1. 2.1.1ὅπως δὴ λόγῳ τινὶ εὐπρεπεῖ τὰς σπονδὰς λύσειεν

    由过去时态主动词(ἤθελεν)所引导的 ὅπως 从句,从属从句中的动词 λύσειεν 采取过去序列下的不定过去时祈愿语气。它既可分析为目的状语从句(“以便……”),也可视为补充 σκήψεις ἐπινοεῖν(企图/努力动作)的内容从句,在语境中指策划借口所要达到的目的。

  2. 2.1.5ἅτε ξυνεχομένων τῷ Περσῶν τε καὶ Ῥωμαίων ὀνόματι

    带有连词 ἅτε 的属格独立结构(genitive absolute),作为说明客观事实原因的状语从句。ξυνεχομένων 的逻辑主语是前文提到的“撒拉逊人”,与格 τῷ ... ὀνόματι 则表示包含其中的范畴或手段(“归入波斯人与罗马人的名义下”)。

  3. 2.1.12οἷς δὴ ἑταιρίζεσθαι Ἀλαμούνδαρον ἐν σπονδαῖς ἐνεχείρησε

    关系代词与格 οἷς 作为手段/说明性与格,承接上文的谋划行为(ἐπιβουλὴν ... ἐνδειξαμένου),意为“借此/由于他企图……”。关系从句中的不定式 ἑταιρίζεσθαι 是动词 ἐνεχείρησε(“企图……”)的补充不定式,并带宾格 Ἀλαμούνδαρον 作为其直接宾语(“拉拢阿拉蒙达罗斯为同盟”)。

  4. 2.1.13ἐφ’ ᾧ προσχωρήσει Ῥωμαίοις

    介词短语 ἐφ’ ᾧ 后接将来时直陈语气(προσχωρήσει),构成表示“以……为条件(on condition that)”的约定/条件句式。该从句具体规定了前文许以巨款(ἐπαγγελίαις ... μεγάλων χρημάτων)所附加的交换条件。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:2.1.1-2.1.15