- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:2.18.15-2.18.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
彼得所部无视贝利撒留的告诫而在紧邻城墙处扎营,并在疏于防备时遭波斯军队突袭溃败,但及时驰援的贝利撒留与哥特骑兵成功击退了敌军。
φεύγουσι γὰρ τοῖς ἐναντίοις1 πολύν τινα δρόμον ἢ ἀναμιχθέντες εἴσω πυλῶν, ὡς τὸ εἰκός, ξυνεισπεσούμεθα, ἢ προτερήσαντες αὐτοὺς μὲν ἐφ’ ἑτέρας τινὸς ἀναγκάσομεν τετράφθαι τε καὶ διαφυγεῖν χώρας, ἡμῖν δὲ αὐτοῖς Νίσιβιν τῶν ἀμυνομένων χωρὶς εὐάλωτον καταστήσομεν.”
“因为如果敌军长途溃逃,我们要么将混杂在他们之中,极可能与他们一同冲入城门,要么将抢在他们前面,迫使他们转向并逃往另一片土地,而为我们自己使失去守军的尼西比斯变得极易攻取。”
Ταῦτα Βελισαρίου εἰπόντος οἱ μὲν ἄλλοι πάντες ἐπείθοντό τε καὶ ξὺν αὐτῷ στρατοπεδευσάμενοι ἔμενον. Πέτρος δὲ Ἰωάννην ἑταιρισάμενος, ὃς τῶν ἐν Μεσοποταμίᾳ καταλόγων ἄρχων μοῖραν οὐ φαύλην τινὰ τοῦ στρατοῦ εἶχεν, οὐκ ἄποθεν τοῦ περιβόλου, ἀλλ’ ὅσον ἀπὸ σταδίων δέκα ἐλθὼν ἡσυχῆ ἔμενε.
贝利撒留言毕,其余所有人都被说服,同他一起扎营驻留。但彼得拉拢了约翰——此人统领美索不达米亚驻军,握有罗马军队中不小的编制——进至距城墙不远处,仅约十斯塔德的地方,静静驻留。
Βελισάριος δὲ τούς τε ξὺν αὑτῷ ὡς εἰς παράταξιν ἔστησε καὶ τοῖς ἀμφὶ τὸν Πέτρον ἐπέστελλεν ὡς ἐπὶ ξυμβολῇ παρατάσσεσθαι μέχρι αὐτὸς σημήνῃ, εὖ τε εἰδέναι ὡς οἱ βάρβαροι περὶ μεσημβρίαν ἐπιθήσονται σφίσιν, ἐκεῖνο δηλονότι ἐν νῷ ἔχοντες, ὅτι δὴ αὐτοὶ μὲν τροφῆς ἐς δείλην ὀψίαν μεταλαγχάνειν εἰώθασι, Ῥωμαῖοι δὲ ἀμφὶ μεσημβρίαν.
贝利撒留遂将身边的部队列成战斗队形,并向彼得部众传令,命他们保持临战队形,直至他亲自发出信号,且务必明白蛮族人将在正午左右向他们发起进攻,敌方显然考虑到他们自己习惯在傍晚进食,而罗马人则在正午前后用餐。
Βελισάριος μὲν ταῦτα παρῄνει· οἱ δὲ ξὺν τῷ Πέτρῳ ἐν οὐδενὶ τὰς ἐντολὰς ποιησάμενοι ἀμφί τε ἡμέραν μέσην τῷ ἡλίῳ ἀχθόμενοι ʽἔστι γὰρ τὸ χωρίον ἐπιεικῶς αὐχμῶδεσ̓ τά τε ὅπλα κατέθεντο καὶ τῶν πολεμίων ἀφροντιστήσαντες σικύους ἐνταῦθά πη φυομένους κόσμῳ οὐδενὶ περιιόντες κατήσθιον.
贝利撒留作了此番告诫;但彼得的部众将这些训令置若罔闻,在正午时分因受不了酷日暴晒(该地相当干旱燥热),便放下了武器,对敌情全然不顾,漫无纪律地四处走动,大嚼当地生长的黄瓜。
ὅπερ κατιδὼν ὁ Ναβέδης δρόμῳ πολλῷ ἐπῆγεν ἐπ’ αὐτοὺς τὸ Περσῶν στράτευμα.
纳贝德斯察觉到这一点,便率领波斯军队以极速向他们猛冲过来。
Ῥωμαῖοι δὲ ʽοὐ γὰρ ἔλαθον αὐτοὺς ἐκ τοῦ περιβόλου ἐξιόντες οἱ βάρβαροι, ἐπεὶ καθεωρῶντο λαμπρῶς ἅτε ἐν πεδίῳ ὑπτίῳ ἰόντεσ̓ παρά τε Βελισάριον ἔπεμπον, ἀμύνειν σφίσι παρακαλοῦντες, καὶ αὐτοὶ τὰ μὲν ὅπλα ἀνελόμενοι, ἀκοσμίᾳ δὲ καὶ θορύβῳ ἐχόμενοι ὑπηντίαζον. οἱ δὲ ἀμφὶ Βελισάριον, οὔπω παρὰ σφᾶς τοῦ ἀγγέλου ἀφικομένου γνόντες διὰ τοῦ κονιορτοῦ τὴν Περσῶν ἔφοδον, ἐβοήθουν δρόμῳ.
罗马人——因为蛮族人走出城垣并未瞒过他们,敌人在平坦的平原上行进时清晰可见——一方面派人向贝利撒留求援,另一方面自己也拿起武器,在混乱与惊慌的笼罩下迎上前去。而贝利撒留的人马虽然信使尚未赶到,但凭借漫天尘土察觉到了波斯人的进攻,遂飞奔前往增援。
ἐπελθόντες τε Πέρσαι Ῥωμαίους οὐχ ὑποστάντας τὴν ἔφοδον πόνῳ οὐδενὶ ἐς φυγὴν ἔτρεψαν, ἐπισπόμενοι δὲ πεντήκοντά τε διέφθειραν καὶ τὸ τοῦ Πέτρου σημεῖον ἁρπάσαντες ἔσχον.
波斯人杀奔而来,毫不费力地击溃了未能承受住冲击的罗马人,在追击中斩杀了五十人,并夺走了彼得的军旗。
ἅπαντάς τε ἂν ἐν ταύτῃ δὴ τῇ διώξει ἔκτειναν2 ἐς οὐδεμίαν ἀλκὴν ὁρῶντας, εἰ μὴ Βελισάριός τε καὶ ὁ ξὺν αὐτῷ στρατὸς καταλαβὼν διεκώλυσε.
倘若不是贝利撒留及随行军队及时赶到并加以制止,敌人本可以在这场追击中将这批毫无抵抗意志的罗马兵尽数歼灭。
πρώτους γὰρ ἁπάντων ξὺν δόρασι μακροῖς τε καὶ συχνοῖς Γότθους ἐπιόντας Πέρσαι οὐχ ὑπομείναντες ἐς φυγὴν ὥρμηντο.
因为波斯人未能承受住手持密集长矛打头阵冲来的哥特人的冲击,纷纷转身逃窜。
ἐπισπόμενοί τε Ῥωμαῖοι ξὺν Γότθοις πεντήκοντα καὶ ἑκατὸν ἔκτειναν. δι’ ὀλίγου γὰρ τῆς διώξεως γενομένης οἱ λοιποὶ κατὰ τάχος ἐντὸς τοῦ περιβόλου ἐγένοντο.
罗马人与哥特人一同追击,斩杀了一百五十人。由于追击距离很短,其余敌人迅速撤入了城垣之内。
τότε μὲν οὖν Ῥωμαῖοι ξύμπαντες ἐς τὸ Βελισαρίου στρατόπεδον ἀπεχώρησαν, οἱ δὲ Πέρσαι τῇ ἐπιγινομένῃ ἡμέρᾳ ἐν πύργῳ τινὶ ἔστησαν ἀντὶ τροπαίου τὸ Πέτρου σημεῖον, ἀλλᾶντάς τε αὐτοῦ ἀποκρεμάσαντες3 τοῖς πολεμίοις ξὺν γέλωτι ἐπετώθαζον, ἐπεξιέναι μέντοι οὐκέτι ἐτόλμων, ἀλλὰ τὴν πόλιν ἐν τῷ ἀσφαλεῖ διεφύλασσον.
于是,所有罗马人在当时都撤回了贝利撒留的营地;而波斯人次日把彼得的军旗立在一座塔楼上代替战胜纪念碑,在上面挂上香肠,伴着大笑嘲弄敌军;然而他们再也不敢出击,只是确保城池万全。
- 2.18.15φεύγουσι γὰρ τοῖς ἐναντίοις
与格名词分词短语 τοῖς ἐναντίοις φεύγουσι 由后文的分词 ἀναμιχθέντες(“与之混杂”)所支配,表示伴随与结合的与格。同时它亦作为情境/关联与格,设定了“敌军逃跑之际”这一对后文两个抉择性结果(ξυνεισπεσούμεθα / καταστήσομεν)均适用的前提条件。
- 2.18.23ἅπαντάς τε ἂν ἐν ταύτῃ δὴ τῇ διώξει ἔκτειναν
由 ἄν 与不定过去时直陈式(ἔκτειναν)构成的过去反事实条件句的归结从句(“他们本会杀光”)。条件从句由后文的 εἰ μὴ ... διεκώλυσε(“若非……阻止”)引出。尽管主语为复合主语(Βελισάριός τε καὶ ὁ ξὺν αὐτῷ στρατός),动词 διεκώλυσε 仍与就近的单数主语(ὁ στρατός)保持单数一致。
- 2.18.26ἀλλᾶντάς τε αὐτοῦ ἀποκρεμάσαντες
αὐτοῦ 是指代前文特指中性名词 τὸ σημεῖον(军旗)的离格/出处属格,由复合分词 ἀποκρεμάσαντες(“从……吊挂下”)中的前缀 ἀπό 所支配(即“从军旗上悬挂起香肠”)。虽然形式上亦可看作地点副词(“在该处”),但根据其与前缀动词的紧密结构,解释为代词属格更为自然。
