← 普罗科皮乌斯

战史

§2.19.1-2.19.15

围攻西绍拉农与突袭亚述的决策

贝利撒留放弃攻打尼西比斯,进抵西绍拉农要塞展开围攻却强攻受挫;他随即召集将领阐明肃清后方的重要性,决定围攻该要塞的同时派遣阿雷塔斯率部突入亚述劫掠。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.19.1

Βελισάριός τε Νίσιβιν ὁρῶν ἐχυρὰν ὑπερφυῶς οὖσαν, ἐλπίδα αὐτῆς οὐδεμίαν ἔχων ἁλώσεως πέρι, πρόσω ἰέναι ἠπείγετο ὅπως τι ἐξ ἐπιδρομῆς τοῖς πολεμίοις λυμήνηται.

贝利撒留见尼西比斯异常坚固,对攻克此城不抱任何希望,便急于向前挺进,以便通过奔袭给敌军造成某些破坏。

§2.19.2

ἄρας τοίνυν παντὶ τῷ στρατῷ ἐπίπροσθεν ᾔει. ἀνύσαντές τε ἡμέρας ὁδὸν φρουρίῳ ἐνέτυχον ὃ Σισαυράνων καλοῦσι Πέρσαι.

于是,他拔营率全军向前推进。走完一日的行程后,他们遇到了一座波斯人称作西绍拉农的要塞。

§2.19.3

ἐνταῦθα πλῆθός τε οἰκητόρων ἦν καὶ ἱππεῖς ὀκτακόσιοι Περσῶν ἄριστοι φυλακὴν εἶχον, οἷς ἀνὴρ δόκιμος, Βλησχάμης ὄνομα, ἐφειστήκει.

那里有众多居民,并有八百名最精锐的波斯骑兵驻守,由一位名叫布勒斯卡梅斯的名人统领。

§2.19.4

Ῥωμαῖοι δὲ ἄγχιστά πη τοῦ φρουρίου στρατοπεδευσάμενοι ἐς πολιορκίαν καθίσταντο, προσβολήν τε τῷ περιβόλῳ ποιησάμενοι ἀπεκρούσθησαν, πολλοὺς τῇ μάχῃ ἀποβαλόντες. τό τε γὰρ τεῖχος ἐς ἄγαν ἐχυρὸν ἐτύγχανεν ὂν καὶ οἱ βάρβαροι καρτερώτατα ἐνθένδε τοὺς ἐπιόντας ἠμύνοντο. διὸ δὴ τοὺς ἄρχοντας ἅπαντας ξυγκαλέσας Βελισάριος ἔλεξε τοιάδε “Ἐμπειρία πολέμων πολλῶν, ἄνδρες ἄρχοντες, δέδωκεν ἡμῖν ἐν τοῖς τῶν πραγμάτων ἀπόροις προορᾶν τε τὰ ξυμβησόμενα καὶ δυνατοῖς εἶναι1 πρὸ τῶν δεινῶν ἑλέσθαι τὰ κρείσσω.

罗马人在极其靠近该要塞处扎营,着手进行围攻,向城垣发起了冲锋却被击退,在战斗中损失了许多兵力。因为城墙极其坚固,而蛮族人从城上极其顽强地击退了进攻者。贝利撒留因此召集了全体将领,发表了如下讲话:“将领们,经历众多战争的经验赋予我们在面临困境时预见未来之事的能力,并使我们能够在危险来临之前择优而从。

§2.19.7

ἐπίστασθε τοίνυν πηλίκον ἐστὶ κακὸν στράτευμα ἐς γῆν πολεμίαν, πολλῶν μὲν ὀχυρωμάτων, πολλῶν δὲ μαχίμων ἐν τούτοις ἀνδρῶν ὄπισθεν ἀπολελειμμένων, πορεύεσθαι. ὅπερ καὶ ἡμῖν ἔν γε τῷ παρόντι τετύχηκεν. ἐπίπροσθεν γὰρ ἰοῦσιν ἡμῖν ἐνθένδε τε καὶ ἐκ Νισίβιδος πόλεως ἑπόμενοι λάθρα τῶν πολεμίων τινὲς ἐν χωρίοις, ὡς τὸ εἰκός, κακουργήσουσιν ἐπιτηδείως αὐτοῖς πρὸς ἐνέδραν ἢ καὶ ἄλλην τινὰ ἐπιβουλὴν ἔχουσιν.

因此你们深知,一支军队在背后留下了众多要塞、且其中留驻有众多战士的情况下,深入敌国境内行军是多么巨大的灾难。而这也正是我们目前所遭遇的处境。因为随着我们向前挺进,来自此地以及尼西比斯城的一些敌军暗中跟踪我们,极可能会在适于设伏或进行其他图谋的地点对我们造成危害。

§2.19.9

ἢν δέ πη καὶ ἄλλος ἀπαντήσῃ στρατὸς εἴς τε μάχην καθιστῶνται, πρὸς ἑκατέρους μὲν ἡμῖν ἀνάγκη τετάξεσθαι, πάθοιμεν δ’ ἂν οὕτω πρὸς αὐτῶν τὰ ἀνήκεστα· ἐῶ γὰρ λέγειν ὡς καὶ πταίσαντες ἐν τῇ ξυμβολῇ, ἂν οὕτω τύχοι, ἐπάνοδον ἐς Ῥωμαίων τὴν γῆν οὐδεμιᾷ μηχανῇ τὸ λοιπὸν ἕξομεν.

倘若另外一支敌军在某处迎头赶来并与我们交战,我们将不得不两面迎敌,从而可能在他们手中遭受毁灭性打击;更不用说如果我们在交战中不幸受挫,日后便断无可能重返罗马人的土地。

§2.19.10

μὴ τοίνυν ἀλογίστῳ σπουδῇ χρώμενοι ἡμᾶς αὐτοὺς ἐσκυλευκότες φαινώμεθα,2 μηδὲ τῷ φιλονείκῳ τὰ Ῥωμαίων πράγματα βλάψωμεν. τόλμα μὲν γὰρ ἀμαθὴς ἐς ὄλεθρον φέρει, μέλλησις δὲ σώφρων ἐς τὸ σώζειν ἀεὶ τοὺς αὐτῇ χρωμένους ἱκανῶς πέφυκεν.

因此,我们切不可因盲目的急躁而显得像是在自取灭亡,也不可因争胜之心而损害罗马人的事业。因为无知的鲁莽会导致毁灭,而谨慎的迟疑本就始终有能力保全那些依循它的人。

§2.19.11

ἡμεῖς μὲν οὖν ἐνταῦθα ἐγκαθεζόμενοι ἐξελεῖν πειρώμεθα τὸ φρούριον τόδε, Ἀρέθας δὲ ξὺν τοῖς ἑπομένοις ἐς τὰ ἐπὶ Ἀσσυρίας χωρία στελλέσθω.

因此,让我们驻留于此,设法攻下这座要塞,同时派遣阿雷塔斯及其部众前往亚述方向的地区。

§2.19.12

Σαρακηνοὶ γὰρ τειχομαχεῖν μέν εἰσιν ἀδύνατοι φύσει, ἐς δὲ τὸ ληίζεσθαι πάντων μάλιστα δεξιοί.

因为萨拉森人天生不善攻坚,但在劫掠方面却比任何人都要精通。

§2.19.13

συνεισβαλοῦσι δὲ αὐτοῖς καὶ στρατιῶται τῶν μαχίμων τινές, ὅπως αὐτοί τε, μηδενὸς μὲν ἐναντιώματος σφίσι φανέντος, τὰ ἀνήκεστα τοὺς προσπεσόντας ἐργάσωνται, ἢν δέ τι ἀπαντήσῃ πολέμιον, εὐπετῶς ἀναχωροῦντες εἰς ἡμᾶς σώζοιντο.

一部分作战士兵也将与他们一同深入,以便在没有任何阻碍出现时,他们自己能给遭遇的敌人以毁灭性打击,而若遇上任何敌军,他们也能从容撤退到我们这里保全自身。

§2.19.14

καὶ ἡμεῖς ἐξελόντες, ἢν θεὸς θέλῃ, τὸ φρούριον, οὕτω δὴ παντὶ τῷ στρατῷ Τίγρην ποταμὸν διαβαίνωμεν, οὐ δεδιότες μὲν τοὺς ὄπισθεν κακουργήσοντας, εὖ δὲ εἰδότες ὅπη ποτὲ τοῖς Ἀσσυρίοις τὰ πράγματα ἔχει.”

若蒙神眷顾,待我们攻下要塞之后,再率全军渡过底格里斯河,既不畏惧背后袭扰之敌,又能深知亚述人的虚实情况。”

§2.19.15

Ταῦτα εἰπὼν Βελισάριος εὖ τε λέγειν ἅπασιν ἔδοξε καὶ τὸ βούλευμα εὐθὺς ἐπετέλει. Ἀρέθαν τε ξὺν τοῖς ἑπομένοις ἐπὶ Ἀσσυρίας ἐκέλευεν ἰέναι καὶ αὐτοῖς στρατιώτας διακοσίους τε καὶ χιλίους ξυνέπεμψεν, ὧν δὴ οἱ πλεῖστοι τῶν ὑπασπιστῶν τῶν αὐτοῦ ἦσαν,3 δορυφόρους αὐτοῖς ἐπιστήσας δύο, Τραϊανόν τε καὶ Ἰωάννην τὸν Φαγᾶν καλούμενον, ἄμφω ἀγαθοὺς τὰ πολέμια.

贝利撒留说完这番话,所有人都认为他说得极为在理,他随即付诸实行。他命令阿雷塔斯率部前往亚述,并派出一千二百名士兵随行,其中绝大多数是他自己的持盾卫士,并委派了两名侍卫官特拉扬与绰号“老饕”的约翰统领他们,两人皆骁勇善战。

语法注3 条
  1. 2.19.6καὶ δυνατοῖς εἶναι

    该不定式短语与 προορᾶν 并列,均受 δέδωκεν ἡμῖν 支配。谓语形容词 δυνατοῖς 未采用不定式常见的宾格形式(δυνατοὺς εἶναι),而是受到与格间接宾语 ἡμῖν 的吸引而变为与格(格吸引现象)。

  2. 2.19.10ἡμᾶς αὐτοὺς ἐσκυλευκότες φαινώμεθα

    劝勉/禁令虚拟语气 φαινώμεθα 与完成时主动分词 ἐσκυλευκότες 构成相称补语结构(φαίνομαι 接分词表显然的实际状态)。带反身代词宾格 ἡμᾶς αὐτούς,比喻“因鲁莽而显得自劫其身/自取灭亡”。

  3. 2.19.15ὧν δὴ οἱ πλεῖστοι τῶν ὑπασπιστῶν τῶν αὐτοῦ ἦσαν

    由两重属格构成的句子结构:关系代名词 ὧν 指代前文的一千二百名士兵,作主语 οἱ πλεῖστοι 的部分属格(“他们中的大多数”);而位于表语位置的 τῶν ὑπασπιστῶν τῶν αὐτοῦ 则作为表语性部分属格,意为“(绝大多数人)出自他本人的持盾卫士”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:2.19.1-2.19.15