- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:2.18.1-2.18.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
贝利撒留进军尼西比斯,并针对将领们因扎营远离城墙而生出的不满发表讲话,阐明引敌出战以避免在城下进行不利交锋的战略意图。
Ἐν τούτῳ δὲ Βελισάριός τε καὶ ὁ Ῥωμαίων στρατός, οὐδέν τι πεπυσμένοι ὧν ταύτῃ ἐπράσσετο, κόσμῳ πολλῷ ἐκ Δάρας πόλεως ἐπὶ Νίσιβιν ᾔεισαν.
与此同时,贝利撒留与罗马军队对该处所发生的事毫不知情,正以严整的队列从达拉城向尼西比斯进发。
ἐπειδὴ δὲ τῆς ὁδοῦ κατὰ μέσον ἐγένοντο, Βελισάριος μὲν ἐν δεξιᾷ τὸ στράτευμα ἦγεν, οὗ δὴ πηγαί τε ὑδάτων διαρκεῖς ἦσαν καὶ πεδίον ἅπασιν ἐνστρατοπεδεύσασθαι ἱκανῶς ἔχον.
当他们行进到中途时,贝利撒留率军转向右方,那里水源充沛,且有一片足以供全军扎营的平原。
ἐνταῦθά τε στρατόπεδον ἐκέλευε ποιεῖσθαι ὅσον ἀπὸ σταδίων δύο καὶ τεσσαράκοντα1 Νισίβιδος πόλεως.
他命令便在该处建立营寨,距离尼西比斯城大约四十二斯塔德。
οἱ δὲ ἄλλοι ξύμπαντες ἐν θαύματι μεγάλῳ ἐποιοῦντο, ὅτι δὴ οὐκ ἄγχιστά πη ἐθέλοι τοῦ περιβόλου στρατοπεδεύεσθαι, τινὲς δὲ ὡς ἥκιστά οἱ ἕπεσθαι ἤθελον.
然而其余所有人均深感惊异,不解他为何不愿在紧邻城墙的某处扎营,甚至有些人完全不愿遵从他。
διὸ δὴ Βελισάριος τῶν ἀρχόντων τοῖς ἀμφ’ αὐτὸν οὖσιν ἔλεξεν ὧδε “Ἐμοὶ μὲν οὐκ ἦν βουλομένῳ2 ἐς ἅπαντας ὅσα γινώσκω ἐξενεγκεῖν. λόγος γὰρ ἐν στρατοπέδῳ περιφερόμενος οὐκ οἶδε τηρεῖν τὰ ἀπόρρητα, ἐπεὶ κατὰ βραχὺ προϊὼν μέχρι καὶ ἐς τοὺς πολεμίους ἐκφέρεται.
因此贝利撒留对身旁的将领们发表了如下讲话:“就我而言,我本不愿将所知之事向所有人全盘托出。因为在军营中流传的风声不懂得保守机密,它会逐步扩散,直至传到敌人那里。
ὁρῶν δὲ τούς τε πολλοὺς ὑμῶν ἀταξίᾳ πολλῇ εἴκοντας καὶ αὐτὸν ἕκαστον αὐτοκράτορα τοῦ πολέμου ἐθέλοντα εἶναι, λέξω τανῦν ἐν ὑμῖν ὅσα χρῆν σιωπᾶν, ἐκεῖνο μέντοι πρότερον ὑπειπών, ὡς πολλῶν ἐν στρατιᾷ γνώμῃ αὐτονόμῳ χρωμένων γενέσθαι τι τῶν δεόντων ἀδύνατον.
然而,看到你们多数人陷于极度的无序之中,且人人皆欲自行独断军务,我如今便在你们面前道出原本应当缄默之事;但在那之前我必须指出,若一军之中众人皆凭各自的意图各行其是,则绝无可能成就任何应行之事。
οἶμαι τοίνυν Χοσρόην ἐφ’ ἑτέρους ἰόντα βαρβάρους ὡς ἥκιστα φυλακῆς τινος αὐτάρκους χωρὶς τὴν οἰκείαν ἀπολιπεῖν γῆν, ἄλλως τε καὶ τήνδε τὴν πόλιν, ἣ πρώτη τε τυγχάνει οὖσα καὶ πάσης τῆς ἐκείνου γῆς προβεβλημένη.
我认为,库思老在出征其他蛮族之时,绝不可能在未留充足守备的情况下抛下本土,尤其是这座正处于前哨、作为他全境屏障的要邑。
ἐν ᾗ στρατιώτας εὖ οἶδα ὅτι τοσούτους τε τὸ πλῆθος καὶ τοιούτους τὴν ἀρετὴν κατεστήσατο ὥστε ἱκανοὺς εἶναι ταῖς παρ’ ἡμῶν ἐφόδοις ἐμποδὼν στήσεσθαι. καὶ τὸ παράδειγμα ἐγγύθεν ὑμῖν.
我深知他在此城中配置了兵力如此众多、勇武如此出众的将士,足以阻挡我们的进攻。证据对你们而言就在眼前。
Ναβέδην γὰρ στρατηγὸν τούτοις ἐπέστησεν, ὃς δὴ μετά γε τὸν Χοσρόην αὐτὸν δόξῃ τε καὶ τῷ ἄλλῳ ἀξιώματι πρῶτος ἐν Πέρσαις εἶναι δοκεῖ.
因为他委任纳贝德斯担任这些军队的统帅,此人在威望与其余地位上,被公认为仅次于库思老本人的波斯第一人。
ὃν ἔγωγε οἶμαι καὶ ἀποπειράσεσθαι τῆς ἡμετέρας δυνάμεως καὶ τὴν πάροδον ἡμῖν οὐδενὶ ἄλλῳ τρόπῳ ἢ μάχῃ τινὶ πρὸς ἡμῶν ἡσσηθέντα ἐνδώσειν.
我至少认为,此人不仅定会试探我军的实力,而且除非在交战中被我们击败,绝不会以其他任何方式为我们让出通路。
εἰ μὲν οὖν ἄγχιστά που τῆς πόλεως ἡ ξυμβολὴ εἴη, οὐκ ἐκ τοῦ ἀντιπάλου3 ἡμῖν τε καὶ Πέρσαις ὁ ἀγὼν ἔσται.
如果双方在紧邻该城的某处交锋,我们与波斯人之间的较量便不会在平等的条件下进行。
αὐτοὶ γὰρ ἐκ τοῦ ἐχυροῦ ἐπεξιόντες εὐημερήσαντές τε, ἂν οὕτω τύχῃ, ἐπὶ πλεῖστον θαρρήσουσιν ἐπιθήσεσθαι, καὶ ἡσσηθέντες εὐπετῶς διαφεύξονται τὴν ἡμετέραν ἐπίθεσιν.
因为他们从坚固阵地中杀出,万一得手便敢于极力猛攻;若遭击败,亦能轻易摆脱我们的追击。
δι’ ὀλίγου γὰρ ἡμῖν ἡ δίωξις ἔσται καὶ τῇ πόλει ἐνθένδε οὐδὲν γενήσεται βλάβος, ἣν τοῖς τειχομαχοῦσιν ἀνάλωτον οὖσαν στρατιωτῶν αὐτῆς ἀμυνομένων ὁρᾶτε δήπου.
盖因我们的追击距离极短,且城市绝不会由此受损;你们想必也清楚,只要其兵卒坚守,攻城者便无法强行夺取此城。
ἢν δέ γε τῶν πολεμίων ἐνταῦθα ἡμῖν ἐς χεῖρας ἰόντων κρατήσωμεν, τὴν πόλιν ἐξελεῖν πολλήν τινα, ὦ ξυνάρχοντες, ἐλπίδα ἔχω.
反之,若敌军前来此处与我们短兵相接而被我们战胜,同僚诸将啊,我便抱有攻取该城极大的希望。”
- 2.18.3ὅσον ἀπὸ σταδίων δύο καὶ τεσσαράκοντα
介词 ἀπό 与带数词的名词短语属格连用表示距离的间隔,ὅσον 作副词表示“大约、约”:“距离……城约四十二斯塔德之处”。
- 2.18.5Ἐμοὶ μὲν οὐκ ἦν βουλομένῳ
表示意愿或情感的与格人称代词(ἐμοί)和分词(βουλομένῳ)与系动词(ἦν)结合的习用句式(意向与格),意为“就我而言,我本不愿……”,其后接不定式 ἐξενεγκεῖν 作补足成分。
- 2.18.11οὐκ ἐκ τοῦ ἀντιπάλου
介词 ἐκ 与实质化的中性单数形容词 τοῦ ἀντιπάλου(对等、均势)连用,起副词或表语作用,意为“在不平等的条件下”或“非处于对等均势”。
