← 普罗科皮乌斯

战史

§2.17.15-2.17.28

约翰阵亡与佩特拉城的陷落

守将约翰在箭战中阵亡令罗马军士气瓦解,波斯军随后挖掘坑道焚毁地基,致使坚固的塔楼崩塌并打开通路,罗马守军遂在获得人身与财产保证后献城投降。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.17.15

Ῥωμαῖοι δὲ ἀμυνόμενοι ταῖς τε μηχαναῖς καὶ πᾶσιν ἐχρῶντο τοξεύμασι. τὰ μὲν οὖν πρῶτα Πέρσαι, καίπερ συχνὰ κομιδῆ βάλλοντες, ὀλίγα τε Ῥωμαίους ἐλύπουν καὶ πολλὰ πρὸς ἐκείνων, ἅτε ἀφ’ ὑψηλοῦ βαλλόμενοι, κακὰ ἔπασχον. ἔπειτα δέ (καὶ γὰρ ἔδει Πέτραν Χοσρόῃ ἁλῶναι)1 βληθεὶς Ἰωάννης τύχῃ τινὶ ἐς τὸν τράχηλον θνήσκει, καὶ ἀπ’ αὐτοῦ οἱ ἄλλοι Ῥωμαῖοι ἐς ὀλιγωρίαν ἁπάντων κατέστησαν.

罗马人则在防守中同时运用了守城器械与所有的箭矢。起初,波斯军射击极为密集,却未能给罗马人造成多大伤害,反倒因居于低处承受上方倾泻的飞矢,从敌人手中蒙受了大量伤亡。然而随后(佩特拉确实命中注定要被库思老攻陷),约翰因某种偶然颈部中箭身亡,其余的罗马人由此陷入了对一切事务的全然懈怠之中。

§2.17.17

τότε μὲν οὖν οἱ βάρβαροι ἐς τὸ στρατόπεδον ἀνεχώρησαν· ἤδη γὰρ καὶ ξυνεσκόταζε· τῇ δὲ ὑστεραίᾳ διώρυχα ἐπὶ τὸν περίβολον ἐπενόουν τρόπῳ τοιῷδε.

当时,蛮族便退回了营寨,因为天色已然昏暗;但在次日,他们按如下方式筹划了一条通向城墙的地道。

§2.17.18

Πέτρα ἡ πόλις πὴ μὲν ἐκ θαλάσσης ἀπρόσοδός ἐστι, πὴ δὲ ἐκ πετρῶν ἀποτόμων, αἳ ταύτῃ πανταχόθεν ἀνέχουσιν· ἀφ’ οὗ δὴ καὶ τὴν προσηγορίαν ἔλαχε ταύτην.

佩特拉城一方面因临海而无法接近,另一方面因陡峭的岩壁在此处四面拔地而起而难以攀越;该城正是由此得名。

§2.17.19

μίαν δὲ εἴσοδον ἐν τῷ ὁμαλεῖ ἔχει, καὶ ταύτην οὐ λίαν εὐρεῖαν· κρημνοὶ γὰρ αὐτῆς ἐφ’ ἑκάτερα ἐξαίσιοι ἀποκρέμανται.

但它在平坦处有一处入口,而此处也并非十分宽阔,因其两侧垂挂着令人惊骇的绝壁。

§2.17.20

ἐνταῦθα προορώμενοι τὰ πρότερα οἱ τὴν πόλιν δειμάμενοι μὴ σφίσι τὸ ἐκείνῃ τοῦ περιβόλου μέρος ἐπίμαχον εἴη, τείχη μακρὰ παρὰ τὸν κρημνὸν ἑκάτερον τῆς εἰσόδου ἐπὶ πλεῖστον πεποίηνται.

先前修建此城的人早有预见,为免该处的城墙易受攻击,遂沿着入口两侧的峭壁修建了延伸极长的大段城墙。

§2.17.21

τούτων τε τῶν τειχῶν ἑκατέρωθι πύργους ἐτεκτήναντο δύο, οὐχ ᾗπερ εἰώθει, ἀλλὰ τρόπῳ ἑτέρῳ.

他们又在这两道城墙的两侧修筑了两座塔楼,却非依循常规方式,而是别出心裁。

§2.17.22

κενὸν γὰρ τὸ ἐν μέσῳ τῆς οἰκοδομίας χωρίον οὐδαμῆ εἴασαν, ἀλλ’ ὅλους ἐκ γῆς ἄχρι ἐς ὕψος μέγα τοὺς πύργους λίθοις παμμεγέθεσιν ἀλλήλων ἐχομένοις2 εἰργάσαντο, ὅπως δὴ κριῷ ἢ μηχανῇ ἄλλῃ ὡς ἥκιστα κατασείοιντο. τὰ μὲν οὖν Πέτρας τοῦ περιβόλου ταύτῃ πη ἔχει.

盖因他们绝未在建筑内部留下中空之地,而是用彼此紧密拼合的硕大巨石,从地面直至很高处,将整座塔楼建得坚实厚重,以便极难被冲车或其他攻城器械撼动。佩特拉城墙的大致情形便是如此。

§2.17.23

Πέρσαι δὲ λάθρα ἐς τὴν γῆν κατώρυχα ποιησάμενοι ἔνερθεν θατέρου τῶν πύργων ἐγένοντο, τῶν τε λίθων ἐνθένδε πολλοὺς ἐκφοροῦντες, ξύλα ἐς τὴν ἐκείνων ἐτίθεντο χώραν, ἅπερ ὀλίγῳ ὕστερον ἔκαυσαν.

波斯人暗中在地下开掘坑道,潜入了两座塔楼中一座的下方;他们从此处搬出许多石块,在原本的位置填入木料,随后不久便将木料点燃。

§2.17.24

ἥ τε φλὸξ κατὰ βραχὺ αἰρομένη, διέθρυψε μὲν τὴν τῶν λίθων ἰσχύν, ὅλον δὲ τὸν πύργον κατασείσασα ἐκ τοῦ αἰφνιδίου ἐς τὸ ἔδαφος καθεῖλεν αὐτίκα.

烈焰逐渐升腾,瓦解了巨石的承重之力,晃动了整座塔楼,猛然间将它立时倾覆于地。

§2.17.25

Ῥωμαῖοι δὲ οἳ ἐν τῷ πύργῳ ἦσαν τοσοῦτον τῶν ποιουμένων ᾔσθοντο πρότερον, ὅσον αὐτῷ μὴ ξυμπεσεῖν ἐς τὸ ἔδαφος, ἀλλὰ φυγόντες ἐντὸς τοῦ τῆς πόλεως περιβόλου γενέσθαι.3

塔内的罗马人对于正在发生的险情,仅仅提前察觉到恰好足以使自身免于随塔一同坠落地面,但也仅能仓皇逃窜退入该城的城墙之内。

§2.17.26

παρῆν τε ἤδη τοῖς πολεμίοις ἐν τῷ ὁμαλεῖ τειχομαχοῦσι πόνῳ οὐδενὶ τὴν πόλιν κατὰ κράτος ἑλεῖν.

如今,敌军既已在平地上展开攻城,便完全可以毫不费力地以武力攻克该城。

§2.17.27

διὸ δὴ κατωρρωδηκότες Ῥωμαῖοι τοῖς βαρβάροις ἐς λόγους ἦλθον, καὶ τὰ πιστὰ ὑπέρ τε τῶν σωμάτων καὶ τῶν χρημάτων πρὸς Χοσρόου λαβόντες, σφᾶς τε αὐτοὺς καὶ τὴν πόλιν ὁμολογίᾳ παρέδοσαν. οὕτω μὲν Πέτραν Χοσρόης εἷλε.

因此,惶恐不安的罗马人便与蛮族展开谈判,并在从库思老处获得关于人身与财产的誓约保证后,依协议交出了他们自身与该城。库思老便由此攻占了佩特拉。

§2.17.28

καὶ τὰ μὲν Ἰωάννου χρήματα λίαν ἁδρὰ εὑρὼν αὐτὸς ἔλαβε, τῶν δὲ ἄλλων οὐδενὸς οὔτε αὐτὸς οὔτε τις τῶν Περσῶν ἥψατο, ἀλλὰ Ῥωμαῖοι τὰ σφέτερα αὐτῶν ἔχοντες τῷ Μήδων στρατῷ ἀνεμίγνυντο.

库思老发现约翰的财产极为丰厚,便将其据为己有;但对于其余所有人的财产,无论是他自己还是任何波斯兵卒都未染指分毫,相反,罗马人保有自己的财产,与米底军队融混在了一起。

语法注3 条
  1. 2.17.16καὶ γὰρ ἔδει Πέτραν Χοσρόῃ ἁλῶναι

    无人称动词 ἔδει(命中注定/理应)支配“宾格加不定式”结构(Πέτραν ἁλῶναι),与格 Χοσρόῃ 作为动作主体与格(或利益/受损与格)依附于被动不定式 ἁλῶναι,意为“被库思老攻陷/落入库思老之手”。这是作者在战局转折点插入的宿命论评注。

  2. 2.17.22ἀλλήλων ἐχομένοις

    中间态分词 ἐχομένοις 支配属格 ἀλλήλων,取其习惯用法“紧贴、相互紧密衔接”。在此修饰 λίθοις παμμεγέθεσιν,描述了构成非中空塔楼的巨石之间严密契合、彼此紧扣的建筑构造。

  3. 2.17.25τοσοῦτον τῶν ποιουμένων ᾔσθοντο πρότερον, ὅσον αὐτῷ μὴ ξυμπεσεῖν ἐς τὸ ἔδαφος, ἀλλὰ φυγόντες ἐντὸς τοῦ τῆς πόλεως περιβόλου γενέσθαι

    相关结构 τοσοῦτον ... ὅσον(仅到……的程度,恰好足以……)支配不定式从句(ξυμπεσεῖν ... γενέσθαι)。副词 πρότερον(提前)与其结合,表示士兵们察觉到危险时,所余时间仅仅足够让他们仓皇逃命、免于随塔坠地,生动传达了千钧一发的紧迫感。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:2.17.15-2.17.28