← 普罗科皮乌斯

战史

§2.17.1-2.17.14

库思老入侵拉齐卡与佩特拉围城战的展开

库思老率波斯大军进军拉齐卡并接受国王古巴泽斯的归顺,随后派兵企图奇袭要塞佩特拉,但先锋部队中计被罗马指挥官约翰设伏歼灭,迫使库思老亲率全军发起围城战。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.17.1

Χοσρόης δὲ καὶ ὁ Μήδων στρατός, ἐπειδὴ τὴν Ἰβηρίαν ἀμείψαντες ἐν τοῖς τῆς Λαζικῆς ὁρίοις, τῶν πρέσβεων σφίσιν ἡγουμένων, ἐγένοντο, τὰ δένδρα οὐδενὸς ἀντιστατοῦντος ἐκτέμνοντες, ἅπερ ἐνταῦθα συχνά τε καὶ δεινῶς ἀμφιλαφῆ τε καὶ ὑψηλὰ ἐν χωρίοις κρημνώδεσιν ὄντα παντάπασιν ἄβατον τῇ στρατιᾷ τὴν χώραν ἐποίει, ταῦτά τε ἐς τὰς δυσχωρίας ἐρρίπτουν καὶ ὅλως εὐπετῆ τὴν ὁδὸν ἀπειργάζοντο.

与此同时,库思老与米底军队穿过伊比利亚,在使节们的引路下抵达拉齐卡边界;在无人抵抗的情况下,他们开始伐树。当地的树木众多,在险峻的地势中生得极其繁密、高大,令该地区对军队来说完全无法通行,但他们将树木砍下掷入深谷,使道路变得完全易于行进。

§2.17.2

ἀφικομένοις τε αὐτοῖς1 ἐς μέσην Κολχίδα ʽοὗ δὴ τά τε ἀμφὶ Μήδειαν καὶ Ἰάσονα οἱ ποιηταὶ γεγενῆσθαι μυθολογοῦσιν’ ἐλθὼν Γουβάζης, ὁ Λαζῶν βασιλεύς, προσεκύνησεν ἅτε δεσπότην Χοσρόην τὸν Καβάδου, αὑτόν τέ οἱ ξὺν τοῖς βασιλείοις καὶ Λαζικὴν ἐνδιδοὺς ἅπασαν.

当他们到达科尔基斯中部时(诗人们所歌咏的关于美狄亚与伊阿宋的故事正发生于此),拉齐人的国王古巴泽斯前来,将喀瓦德之子库思老奉为主子下拜,并将自己连同王宫及整个拉齐卡全数归顺于他。

§2.17.3

Ἔστι δὲ Πέτρα πόλις ἐπιθαλασσία ἐν Κόλχοις, πρὸς τῷ Εὐξείνῳ καλουμένῳ πόντῳ, ἣν δὴ φαῦλόν τι χωρίον τὰ πρότερα οὖσαν Ἰουστινιανὸς βασιλεὺς τῷ τε περιβόλῳ καὶ τῇ ἄλλῃ κατασκευῇ ἐχυράν τε καὶ ἄλλως ἐπιφανῆ κατεστήσατο.

在科尔基斯有一座滨海城市名为佩特拉,紧邻所谓的欧克辛海。该处原本只是一座不起眼的堡垒,但查士丁尼皇帝凭借筑造城墙与其余工事,使其变得坚固,并在其他方面也颇具声名。

§2.17.4

ἐνταῦθα τὸ Ῥωμαίων στράτευμα εἶναι ξὺν τῷ Ἰωάννῃ μαθὼν ὁ Χοσρόης στρατιάν τε καὶ στρατηγὸν Ἀνιαβέδην ὡς αὐτοβοεὶ ἐξελοῦντας2 ἐπ’ αὐτοὺς ἔπεμψε.

库思老获悉罗马军队与约翰驻扎在该处,便派遣一支军队及将领阿尼亚贝德斯前往,企图一鼓作气攻克该城。

§2.17.5

γνοὺς δὲ Ἰωάννης τὴν ἔφοδον οὔτε τοῦ περιβόλου τινὰ ἔξω γενέσθαι οὔτε ἀπὸ τῶν ἐπάλξεων φανῆναι τοῖς πολεμίοις ἐκέλευσεν, ἀλλὰ πᾶν ἐξοπλίσας τὸ στράτευμα πλησίον που τῶν πυλῶν ἔστησεν, ἐπιστείλας σιγῇ ἔχεσθαι, μήτε ἦχον μήτε φωνὴν ἀφιέντας τινά.

然而约翰察觉到了这次进攻,便下令城内任何人不得走出城墙之外,亦不得在城堞上现身于敌军眼前,而是让全军全副武装,驻扎在城门附近的某处,指示他们保持肃静,不得发出任何声响与话音。

§2.17.6

οἱ γοῦν Πέρσαι ἄγχιστά που τοῦ περιβόλου γενόμενοι, ἐπεὶ οὐδὲν σφίσι πολέμιον οὔτε καθεωρᾶτο οὔτ’ ἠκούετο, ἔρημον ἀνδρῶν εἶναι τὴν πόλιν, Ῥωμαίων αὐτὴν ἐκλελοιπότων, ἐνόμιζον.

波斯军来到城墙极近之处后,由于未见亦未闻任何敌对迹象,便以为罗马人已弃城而去,城内空无一人。

§2.17.7

διὸ δὴ ἔτι μᾶλλον ἀμφὶ τὸν περίβολον ἦλθον, ὡς κλίμακας εὐθύς, ἅτε οὐδενὸς ἀμυνομένου, ἐπιθήσοντες. πολέμιόν τε οὐδὲν οὔτε ὁρῶντες οὔτε ἀκούοντες, πέμψαντες παρὰ Χοσρόην τὰ παρόντα σφίσιν ἐδήλουν.

因此,他们更加逼近城墙周围,准备在无人防守的情况下立即架设梯子。由于既未见也未闻任何敌军动静,他们便派人向库思老通报了自身目前的状况。

§2.17.9

καὶ ὃς τὸ μὲν πλεῖστον τοῦ στρατοῦ πέμψας πανταχόθεν ἀποπειρᾶσθαι τοῦ περιβόλου ἐκέλευε, κριῷ τε τῇ μηχανῇ ἀμφὶ τὰς πύλας χρῆσθαι τῶν τινι ἀρχόντων ἐπέστελλεν, ἐν δὲ τῷ λόφῳ καθήμενος ὃς δὴ τῇ πόλει ὡς ἀγχοτάτω ἐπίκειται, θεατὴς τῶν πρασσομένων ἐγίνετο.

库思老遂派出大部分军队,命令从各方对城墙发起进攻,并指令其中一位将领在城门周围使用冲车机械,自己则端坐于紧逼该城的一座高丘之上,观望战事的进行。

§2.17.10

αὐτίκα δὲ Ῥωμαῖοι τάς τε πύλας ἀνέκλινον ἐκ τοῦ αἰφνιδίου καὶ ἀπροσδόκητοι ἐπιπεσόντες πλείστους τῶν πολεμίων διέφθειραν, καὶ μάλιστα τοὺς ἀμφὶ τὸν κριὸν τεταγμένους· οἱ δὲ λοιποὶ μόλις ξὺν τῷ στρατηγῷ διαφυγόντες ἐσώθησαν.

但就在此刻,罗马人猛然洞开城门,出其不意地冲杀出来,歼灭了敌军的大部,尤其是部署在冲车周围的士兵;其余人则连同将领侥幸逃脱,得以保全性命。

§2.17.11

θυμῷ τε ὁ Χοσρόης ἐχόμενος Ἀνιαβέδην ἀνεσκολόπισεν, ἅτε καταστρατηγηθέντα πρὸς τοῦ Ἰωάννου, καπήλου τε καὶ ἀπολέμου τὸ παράπαν ἀνδρός.3

库思老勃然大怒,将阿尼亚贝德斯刺死在木桩上,斥责他竟然被约翰——一个酒馆掌柜兼完全不懂军事之人——以计谋挫败。

§2.17.12

τινὲς δὲ οὐκ Ἀνιαβέδην, ἀλλὰ τὸν ἄρχοντα ὃς δὴ ἐφειστήκει τοῖς τὸν κριὸν ἐνεργοῦσιν, ἀνασκολοπισθῆναί φασιν.

不过也有人说,被处以穿刺之刑的并非阿尼亚贝德斯,而是主管操纵冲车部队的那位将领。

§2.17.13

αὐτὸς δὲ ἄρας παντὶ τῷ στρατῷ ἄγχιστά τε τοῦ Πέτρας περιβόλου ἀφίκετο καὶ στρατοπεδευσάμενος ἐς πολιορκίαν καθίστατο.

随后,库思老亲率全军开拔,进抵佩特拉城墙近旁,扎下营寨,展开围攻。

§2.17.14

τῇ δὲ ὑστεραίᾳ κύκλῳ περιιὼν τὸν περίβολον, ἐπεὶ οὐ λίαν ἀξιόμαχον αὐτὸν ὑπώπτευσεν εἶναι, τειχομαχεῖν ἔγνω. τό τε στράτευμα ὅλον ἐνταῦθα ἐπαγαγὼν ἔργου εἴχετο, καὶ τοξεύειν ἅπαντας ἐπὶ τὰς ἐπάλξεις ἐκέλευε.

次日,他环绕城墙巡视一周,由于料想此城防御并非十分坚固,遂决意强攻城墙。他将全军调集至该处投入战斗,并命令所有人向城堞放箭。

语法注3 条
  1. 2.17.2ἀφικομένοις τε αὐτοῖς

    与格分词短语 ἀφικομένοις αὐτοῖς 表时间背景(“当他们到达时”)。其后主句的主语为主格的 Γουβάζης(古巴泽斯);该与格分词作为参考与格或时间与格,与主句松散相连。不使用属格独立结构(genitive absolute)而以与格分词表示时间背景,是普罗柯比历史著述中常见的句法特征。

  2. 2.17.4ὡς αὐτοβοεὶ ἐξελοῦντας

    连词 ὡς 连同将来分词 ἐξελοῦντας(与宾格 στρατιάν τε καὶ στρατηγὸν Ἀνιαβέδην 一致)表示主语库思老的企图或目的(“企图一举攻陷”)。军事副词 αὐτοβοεὶ 字面意为“伴着呐喊声”,是表示不经正式围攻而“在初次冲锋中/仅凭一声战吼即攻克”的习语。

  3. 2.17.11καπήλου τε καὶ ἀπολέμου τὸ παράπαν ἀνδρός

    属格名词短语中,名词/形容词 καπήλου(“小贩、酒馆掌柜”)与 ἀπολέμου(“不善战的、远离军事的”)修饰 ἀνδρός,用作 Ἰωάννου 的同格修饰语以说明其身份。副词性短语 τὸ παράπαν(“完全地、根本”)修饰形容词 ἀπολέμου,意在强调将军约翰(即约翰·齐布斯)原先卑微的商人出身与缺乏军事履历。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:2.17.1-2.17.14