← 普罗科皮乌斯

战史

§2.16.1-2.16.19

贝利撒留召开军事会议与进军波斯的决定

贝利撒留在美索不达米亚整顿军队,得知库思老在别处作战后决定进军波斯领地,并召集将领举行会议;他借由萨拉森人的时令习俗消除了两名军官的防务顾虑,迅速展开出征筹备。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.16.1

Ἐν τούτῳ δὲ γενόμενος Βελισάριος ἐν Μεσοποταμίᾳ πανταχόθεν τὸν στρατὸν ἤγειρε, καί τινας ἐς τὰ Περσῶν ἤθη ἐπὶ κατασκοπῇ ἔπεμπεν.

在此期间,贝利撒留到达美索不达米亚,从各处召集军队,并派遣数人前往波斯领地进行侦察。

§2.16.2

αὐτὸς δὲ τοῖς πολεμίοις ἐνταῦθα ὑπαντιάσαι βουλόμενος, ἤν τινα ἐσβολὴν ἐς Ῥωμαίων τὴν γῆν αὖθις ποιήσωνται, διεῖπέ τε αὐτοῦ καὶ διεκόσμει τοὺς στρατιώτας, γυμνούς τε καὶ ἀνόπλους ἐπὶ πλεῖστον ὄντας, κατωρρωδηκότας τὸ Περσῶν ὄνομα.

他本人希望如果敌人再次入侵罗马领土,便在此地迎击,于是在当地指挥并整肃士兵——他们多半赤手空拳、缺乏武装,且对波斯人的威名恐惧万分。

§2.16.3

οἱ μὲν οὖν κατάσκοποι ἐπανήκοντες οὐδεμίαν τῶν πολεμίων ἰσχυρίζοντο ἐν τῷ παρόντι ἐσβολὴν ἔσεσθαι· πολέμου γὰρ Οὐννικοῦ ἀσχολίαν Χοσρόῃ ἑτέρωθι εἶναι.

返回的斥候断言,眼前敌军决不会有任何入侵行动;因为库思老正在别处忙于应付一场匈人战争。

§2.16.4

Βελισάριος δὲ ταῦτα ἀκούσας παντὶ τῷ στρατῷ αὐτίκα ἐσβάλλειν ἐς τῶν πολεμίων τὴν γῆν ἤθελε.

贝利撒留听闻此事后,便打算立即率领全军攻入敌国境内。

§2.16.5

καί οἱ Ἀρέθας τε ξὺν πολλῷ στρατῷ Σαρακηνῶν ἦλθε καὶ βασιλεὺς γράμματα γράψας ἐσβάλλειν κατὰ τάχος ἐς τὴν πολεμίων ἐπέστελλε γῆν.

阿雷塔斯亦率领大量萨拉森军队赶来会合,皇帝亦降旨命他尽快侵入敌邦土地。

§2.16.6

ξυγκαλέσας οὖν ἅπαντας τοὺς ἄρχοντας ἐν Δάρας ἔλεξε τοιάδε “Ἅπαντας ὑμᾶς, ὦ ξυνάρχοντες, πολέμων πολλῶν ἐμπείρους οἶδα, ξυνήγαγόν τε ἐν τῷ παρόντι, οὐχ ὅπως ὑπομνήσας ἢ παραίνεσίν τινα ποιησάμενος τὴν ὑμετέραν γνώμην ἐπὶ τοὺς πολεμίους ὁρμήσω (οὐ γὰρ λόγου δεῖσθαι ὑμᾶς τοῦ ἐς εὐτολμίαν ἐνάγοντος οἶμαι), ἀλλ’ ὅπως ξυμβουλήν τινα ἔν γε ἡμῖν αὐτοῖς ποιησάμενοι ἑλώμεθα μᾶλλον ἅπερ ἂν δοκῇ βέλτιστά τε καὶ ἄριστα τοῖς βασιλέως πράγμασιν εἶναι.

于是,他在达拉召集了全体将领,发表了如下讲话:“各位同僚将领,我深知你们大家都历经战阵,如今我将你们召集于此,并非为了通过提醒或规劝来驱使你们的心意去对抗敌人(因为我认为你们不需要言辞来催生勇气),而是为了让我们自身商议一番,好让我们更确切地挑选出对皇帝的事业看似最为有利和卓越的方策。

§2.16.7

πόλεμος γὰρ εὐβουλίᾳ πάντων μάλιστα κατορθοῦσθαι φιλεῖ. δεῖ δὲ τοὺς ἐς βουλὴν καθισταμένους αἰδοῦς τε καὶ φόβου παντάπασιν ἐλευθέραν ποιεῖσθαι τὴν γνώμην.

因为战争向来最容易凭借深谋远虑而获致成功。而参与谋议者必须使自己的心意完全摆脱顾忌与恐惧。

§2.16.8

ὅ τε γὰρ φόβος, ἀεὶ τοὺς αὐτῷ περιπεπτωκότας ἐκπλήσσων, οὐκ ἐᾷ τὴν διάνοιαν ἑλέσθαι τὰ κρείσσω, ἥ τε αἰδὼς ἐπισκιάζουσα τοῖς δόξασιν εἶναι ἀμείνοσιν ἐπὶ τὴν ἐναντίαν ἐκφέρει τὴν γνῶσιν.

盖因恐惧总是震慑陷入其支配之中的人,不容其理智挑选更优的选择;而顾忌则遮蔽那已被视作较好的事物,使人的判断滑向相反的一面。

§2.16.9

εἴ τι τοίνυν ἢ βασιλεῖ τῷ μεγάλῳ ἢ ἐμοὶ βεβουλεῦσθαι ὑπὲρ τῶν παρόντων δοκεῖ, μηδὲν ὑμᾶς τοῦτο εἰσίτω.

因此,倘若伟大的皇帝或我看似对当前情势已有所定夺,这也绝不可进入你们的心怀。

§2.16.10

ὁ μὲν γὰρ μακράν που ἀπολελειμμένος τῶν πρασσομένων, οὐκ ἔχει τοῖς καιροῖς ἁρμόσαι τὰς πράξεις· ὥστε φόβος οὐδεὶς ἀπ’ ἐναντίας αὐτῷ ἰόντας τὰ ξυνοίσοντα ἐργάζεσθαι τοῖς αὐτοῦ πράγμασιν.1

因为皇帝远离正在发生的事情,无法使自己的行动切合时宜;所以即使违逆他的意向而行,只要做成对他的事业有益之事,便毫无可惧之处。

§2.16.12

ἐμὲ δὲ ἄνθρωπόν τε ὄντα καὶ χρόνῳ μακρῷ ἐκ τῶν ἑσπερίων ἐνταῦθα ἐλθόντα μὴ οὐχὶ διαλαθεῖν τι τῶν δεόντων ἀδύνατον.2

至于我本人,既是凡人,又是在历经漫长时间后才从西方来到此地,若说没有遗漏任何应办之事,那是不可能的。

§2.16.13

ὥστε οὐδὲν τὴν ἐμὴν γνώμην αἰδεσθέντας ὑμᾶς προσήκει διαρρήδην εἰπεῖν ὅσα ἂν ξυνοίσειν ἡμῖν τε αὐτοῖς καὶ βασιλεῖ μέλλῃ.

是以你们毫无必要顾忌我的意见,理当直截了当地陈述凡是对我们自身和皇帝都将有利的事情。

§2.16.14

τὸ μὲν οὖν ἐξ ἀρχῆς ἐνθάδε ἥκομεν, ὦ ξυνάρχοντες, ὡς διακωλύσοντες τὸν πολέμιον ἐσβολήν τινα ἐς τὴν ἡμετέραν ποιήσασθαι, νῦν δέ, τῶν πραγμάτων ἡμῖν ἄμεινον ἢ κατ’ ἐλπίδας κεχωρηκότων, πάρεστι περὶ τῆς ἐκείνου βουλεύεσθαι.

同僚将领们,我们起初来到这里,是为了阻止敌人入侵我们的国土;而如今,事情的发展比我们所预期的更为顺遂,我们尽可对攻入敌境展开谋划。

§2.16.15

ἐφ’ ᾧ δὴ ξυνειλεγμένους ὑμᾶς δίκαιον, οἶμαι, οὐδὲν ὑποστειλαμένους εἰπεῖν ἅπερ ἂν ἄριστά τε δοκῇ καὶ ξυμφορώτατα ἑκάστῳ εἶναι.”

因此我认为,为此召集而来的你们毫无隐讳地陈述每人自以为最善且最有利的见解,乃是正当之事。”

§2.16.16

Βελισάριος μὲν τοσαῦτα εἶπε. Πέτρος δὲ καὶ Βούζης ἐξηγεῖσθαι τῷ στρατῷ οὐδὲν μελλήσοντα ἐπὶ τὴν πολεμίαν ἐκέλευον. ὧν δὴ τῇ γνώμῃ εἵποντο εὐθὺς ὁ ξύλλογος ἅπας.

贝利撒留便说了这些话。彼得与布泽斯则催促他毫不迟疑地率军攻入敌境。全场会议的人立刻赞同了他们的意见。

§2.16.17

Ῥεκίθαγγος μέντοι καὶ Θεόκτιστος, οἱ τῶν ἐν Λιβάνῳ στρατιωτῶν ἄρχοντες, ταὐτὰ μὲν τοῖς ἄλλοις ἀμφὶ τῇ ἐσβολῇ βούλεσθαι καὶ αὐτοὶ ἔφασαν, δεδιέναι δὲ μὴ σφῶν ἐκλελοιπότων τά τε ἐπὶ Φοινίκης καὶ Συρίας χωρία, κατ’ ἐξουσίαν μὲν Ἀλαμούνδαρος ταῦτα ληίζηται, βασιλεὺς δὲ σφᾶς δι’ ὀργῆς ἔχοι, ἅτε οὐ φυλάξαντας ἀδῄωτον τὴν χώραν ἧς ἦρχον, καὶ δι’ αὐτὸ συνεισβάλλειν τῷ ἄλλῳ στρατῷ οὐδαμῆ ἤθελον.

然而,驻黎巴嫩驻军的将领雷奇坦古斯与狄奥克提斯托斯表示,关于出征一事,他们自己的愿望虽与他人相同,但担心一旦放弃腓尼基和叙利亚各处的阵地,阿拉蒙达罗斯便会任意劫掠这些地方,皇帝亦会因他们未能保卫所辖土地不受蹂躏而向他们迁怒;由于这个缘故,他们决不愿与其他军队共同出征。

§2.16.18

Βελισάριος δὲ τὼ ἄνδρε τούτω ὡς ἥκιστα ἀληθῆ οἴεσθαι ἔλεγε. τοῦ γὰρ καιροῦ τροπὰς θερινὰς εἶναι.3 ταύτης δὲ τῆς ὥρας δύο μάλιστα μῆνας ἀνάθημα τῷ σφετέρῳ θεῷ Σαρακηνοὺς ἐς ἀεὶ φέροντας ἐν ταύτῃ ἐπιδρομῇ τινι οὔποτε χρῆσθαι ἐς γῆν ἀλλοτρίαν.

贝利撒留则指出,这两个人的顾虑极无根据。因为时节正值夏至;而在这一时期的约两个月里,萨拉森人历来将其献给自己的神明,在此期间决不对外邦土地进行任何袭扰。

§2.16.19

διὸ δὴ ἑξήκοντα ἡμερῶν ὁμολογήσας ξὺν τοῖς ἑπομένοις ἄμφω ἀφήσειν, ἐκέλευε καὶ αὐτοὺς ξὺν τῷ ἄλλῳ στρατῷ ἕπεσθαι. Βελισάριος μὲν οὖν τὰ ἐς τὴν ἐσβολὴν σπουδῇ πολλῇ ἐξηρτύετο.

因此,他答应在六十天后放他们二人及其部属离去,并命令他们也随同其他部队同行。于是,贝利撒留极其紧迫地筹备出征事宜。

语法注3 条
  1. 2.16.11ὥστε φόβος οὐδεὶς ἀπ’ ἐναντίας αὐτῷ ἰόντας τὰ ξυνοίσοντα ἐργάζεσθαι τοῖς αὐτοῦ πράγμασιν

    在引导结果从句的 ὥστε 之后,省略了存在动词 ἐστί(即 φόβος οὐδείς [ἐστι]),构成“毫无可惧/无须顾虑”之意。不定式 ἐργάζεσθαι 的逻辑主语由宾格分词 ἰόντας 充当,其后支配宾语从句性质的中性复数分词短语 τὰ ξυνοίσοντα,整体表示“即便违背其意向而行并成就对其事业有益之事,也毫无可惧之处”。

  2. 2.16.12μὴ οὐχὶ διαλαθεῖν τι τῶν δεόντων ἀδύνατον

    在表否定含义的谓语形容词 ἀδύνατον(不可能)之后,接双重否定连词 μὴ οὐχί 与不定式 διαλαθεῖν。这是古典希腊语在否定或表不可能的表达之后接 μὴ οὐ + 不定式的标准用法,意为“有些应办之事不为我所遗漏是不可能的”(即“必然难免有所遗漏”)。

  3. 2.16.18τοῦ γὰρ καιροῦ τροπὰς θερινὰς εἶναι

    属格 τοῦ καιροῦ 在间接引语的不定式 εἶναι 下充当表时令或时节的属格(时间属格/谓语属格),宾格 τροπὰς θερινὰς 充当其表语,整体表达客观时序状态,即“时节正当夏至”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:2.16.1-2.16.19