← 普罗科皮乌斯

战史

§2.15.17-2.15.35

拉齐卡使节的归附提议与库思老的应允

拉齐卡使节向库思老控诉罗马人的压榨与暴政,提议举国归附,并阐述了波斯将获得的战略利益。库思老欣然应允,在获得有关险道可通行的保证后着手筹备出兵。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.15.17

καὶ νῦν ἡμεῖς τε καὶ ὁ Λαζικῆς βασιλεὺς δίδομεν Πέρσαις ἡμᾶς τε αὐτοὺς καὶ γῆν τὴν ἡμετέραν ὅ τι βούλοισθε χρῆσθαι.

而如今,我们以及拉齐卡国王将我们自身与我们的国土奉献给波斯人,任凭你们随意使用。

§2.15.18

δεόμεθα δὲ ὑμῶν οὑτωσὶ σκοπεῖσθαι περὶ ἡμῶν· εἰ μὲν οὐδὲν πρὸς Ῥωμαίων πεπονθότες δεινόν, ἀλλ’ ἀγνωμοσύνῃ ἐχόμενοι κεχωρήκαμεν εἰς ὑμᾶς, τήνδε ἡμῶν εὐθὺς ἀποσείσασθε τὴν ἱκετείαν, οὐδὲ ὑμῖν ποτε πιστοὺς ἔσεσθαι Κόλχους οἰόμενοι ʽφιλίας γὰρ διαλελυμένης ὁ τρόπος τῆς μετ’ ἐκείνην πρὸς ἑτέρους καθισταμένης ἔλεγχος γίγνεταἰ· εἰ δὲ λόγῳ μὲν φίλοι Ῥωμαίων, ἔργῳ δὲ ἀνδράποδα γεγονότες πιστά, ἔργα πεπόνθαμεν πρὸς τῶν ἐφ’ ἡμῖν τετυραννηκότων ἀνόσια, δέξασθε μὲν ἡμᾶς τοὺς πρόσθε ξυμμάχους, κτήσασθε δὲ δούλους οἷς φίλοις ἐχρῆσθε, μισήσατε δὲ τυραννίδα πικρὰν οὕτως ἡμῖν ἐν γειτόνων ἐγηγερμένην, τῆς δικαιοσύνης ἄξια πράσσοντες ἣν περιστέλλειν ἀεὶ πάτριον Πέρσαις.

我们恳请你们按如下方式考量我们的处境:倘若我们并未遭到罗马人的任何虐待,仅仅是出于荒谬盲从才投奔你们,那么请你们立即回绝我们这一恳请,并认定科尔基斯人对你们也决不会忠诚(因为友谊破裂的方式,便成了检验随后与他人所结友谊的试金石);但假若我们名义上是罗马人的朋友,实际上却沦为忠顺的奴隶,并在对我们施加暴政的人手下遭受了不义之举,那么就请接纳我们这些往日的盟友,将你们曾经视作朋友之人收为臣仆,并痛恨这般在邻邦针对我们建起的残酷暴政,展现出波斯人历来秉持的尊崇正义的美德。

§2.15.20

οὐ γὰρ ὁ μηδὲν αὐτὸς ἀδικῶν δίκαιος, εἰ μὴ καὶ τοὺς ὑφ’ ἑτέρων ἀδικουμένους ἔχων ἐν ἐξουσίᾳ ῥύεσθαι πέφυκεν.

因为一个人若自己不作恶,却在有能力搭救遭他人侵害之人时不予施救,便算不上真正的正义之人。

§2.15.21

ἔνια δὲ εἰπεῖν ὧν τετολμήκασιν οἱ κατάρατοι Ῥωμαῖοι καθ’ ἡμῶν ἄξιον. τῷ μὲν γὰρ ἡμετέρῳ βασιλεῖ τὸ σχῆμα μόνον τῆς βασιλείας ἀπολιπόντες, αὐτοὶ τὴν ἐξουσίαν ἐπὶ τῶν ἔργων ἀφῄρηνται, καὶ κάθηται βασιλεὺς ἐν ὑπηρέτου μοίρᾳ, τὸν ἐπιτάττοντα στρατηγὸν δεδιώς· στρατιᾶς δὲ ἡμῖν ἐπέστησαν πλῆθος, οὐχ ὅπως τὴν χώραν ἀπὸ τῶν ἐνοχλούντων φρουρήσουσιν ʽοὐ γὰρ οὐδέ τις τῶν ὁμόρων ἡμᾶς πλήν γε δὴ Ῥωμαίων ἠνώχλησεν̓, ἀλλ’ ὅπως ἡμᾶς ὥσπερ ἐν δεσμωτηρίῳ καθείρξαντες κύριοι τῶν ἡμετέρων γενήσονται.

那些受诅咒的罗马人胆敢针对我们犯下的恶行,值得列举其中数端。他们仅给我们的国王保留了王权的外壳,自己却在实际上剥夺了统治权,国王甚至沦落于仆役的地位,畏惧着发号施令的将领;他们还在我们之中驻扎了大量军队,并非为了防备滋扰者以守卫疆土(因为除了罗马人自身,没有任何邻人曾滋扰过我们),而是为了像将我们囚禁在监牢中一般,霸占我们的财产。

§2.15.23

λογισάμενοι δὲ συντομωτέραν ποιήσασθαι τὴν τῶν ἡμῖν ὑπαρχόντων ἀφαίρεσιν, ὅρα, ὦ βασιλεῦ, ἐς ὁποίαν τινὰ ἔννοιαν ἦλθον· τῶν ἐπιτηδείων ἃ μὲν περιττὰ παρ’ ἐκείνοις εἶναι τετύχηκεν, ἀναγκάζουσιν οὐχ ἑκόντας ὠνεῖσθαι Λαζούς, ὅσα δὲ αὐτοῖς χρησιμώτατα φέρειν Λαζικὴ πέφυκεν, οἵδε ἀξιοῦσι δῆθεν τῷ λόγῳ παρ’ ἡμῶν πρίασθαι, τιμῆς ἑκατέρωθι γνώμῃ τῶν κρατούντων ὁριζομένης.

为了盘算如何更为迅捷地剥夺我们所拥有的一切,请看啊,国王,他们究竟想出了何等勾当:在必需的生活物资中,凡在他们那里碰巧有所富余的,他们便强迫拉齐卡人违心地买下;而凡拉齐卡天然出产且对他们最为有用的,他们则在名义上要求从我们这里收购,而两边的价格全凭统治者的意愿裁定。

§2.15.25

οὕτω τε ξὺν τοῖς ἀναγκαίοις ἅπαν ἀφαιροῦνται τὸ χρυσίον ἡμᾶς, ὀνόματι μὲν τῷ τῆς ἐμπορίας εὐπρεπεῖ χρώμενοι, ἔργῳ δὲ ἡμᾶς ὡς ἔνι μάλιστα βιαζόμενοι. ἐφέστηκέ τε ἡμῖν ἄρχων κάπηλος, τὴν ἡμετέραν ἀπορίαν ἐργασίαν τινὰ τῇ τῆς ἀρχῆς ἐξουσίᾳ πεποιημένος.

如此这般,他们连同生活必需品一道夺走了我们所有的黄金,打着通商这一冠冕堂皇的名号,实际上却无所不用其极地压榨我们。一位身为小商贩的官吏骑在我们的头上,凭借官府的大权将我们的困苦化作了他经商谋利的门路。

§2.15.26

ἡ μὲν οὖν τῆς ἀποστάσεως αἰτία τοιαύτη τις οὖσα τὸ δίκαιον ἐφ’ ἑαυτῆς ἔχει· ὅσα δὲ ὑμῖν αὐτοῖς ξύμφορα ἔσται δεχομένοις τὴν Λαζῶν δέησιν αὐτίκα ἐροῦμεν.

因此,我们背叛的缘由既是如此,其本身便具有充分的正当性;至于接纳拉齐卡人的请求将对你们自身带来何等益处,我们立刻陈述。

§2.15.27

τῇ Περσῶν ἀρχῇ βασιλείαν ἀρχαιοτάτην προσθήσετε, μηκυνόμενόν τε ἀπ’ αὐτῆς ἕξετε τὸ τῆς ἡγεμονίας ἀξίωμα, μετεῖναι δὲ τῆς Ῥωμαίων θαλάσσης ὑμῖν διὰ τῆς ἡμετέρας ξυμβήσεται χώρας, ἐν ᾗ πλοῖά σοι, ὦ βασιλεῦ, ναυπηγουμένῳ βατὸν οὐδενὶ πόνῳ τὸ ἐν Βυζαντίῳ παλάτιον ἔσται. μεταξὺ γὰρ ἐναντίωμα οὐδέν ἐστι.

你们将为波斯帝国的版图增添一个极古老的王国,帝国的威严亦将由此得以远播;并且你们将能借由我们的国土共享罗马人的海洋,国王啊,一旦你在那里造出战船,便能毫不费力地直抵拜占庭的宫阙。因为这中间毫无阻碍。

§2.15.28

προσθείη δ’ ἄν τις ὡς καὶ ληίζεσθαι τοὺς ὁμόρους βαρβάρους τὴν Ῥωμαίων γῆν ἀνὰ πᾶν ἔτος ἐφ’ ὑμῖν κείσεται.

甚至人们还可以加上一句:邻近的蛮族每年掠夺罗马人的土地,也将全凭你们的意旨裁夺。

§2.15.29

ὄρεσι γὰρ τοῖς Καυκασίοις ἐπιτείχισμα μέχρι τοῦδε γεγονέναι τὴν Λαζῶν χώραν πάντως που καὶ ὑμεῖς ξυνεπίστασθε.

因为直到如今,拉齐卡之地一直是抵御高加索山脉的坚固屏障,这一点你们无论如何也深知不疑。

§2.15.30

ἡγουμένου τοίνυν τοῦ δικαίου, προσόντος δὲ τοῦ ξυμφέροντος, τὸ μὴ οὐχὶ τοὺς λόγους προσέσθαι1 οὐδεμιᾶς ἂν εὐβουλίας οἰόμεθα εἶναι.” τοσαῦτα μὲν οἱ πρέσβεις εἶπον.

因此,既然正义引领于前,利益又伴随其后,我们认为,若不采纳这些言论,决非任何明智之举。”使节们便陈述了这些话。

§2.15.31

Χοσρόης δὲ τοῖς λόγοις ἡσθεὶς ἀμύνειν τε Λαζοῖς ὡμολόγησε καὶ τῶν πρέσβεων ἐπυνθάνετο εἴ οἱ στρατῷ μεγάλῳ ἐς γῆν τὴν Κολχίδα ἰέναι δυνατὰ εἴη.

库思老为这番话所打动,遂答应援助拉齐卡人,并向使节们询问他是否可能率领大军进入科尔基斯境内。

§2.15.32

πολλῶν γὰρ ἀπαγγελλόντων ἔφασκεν ἀκηκοέναι τὰ πρότερα δύσοδον ἐπιεικῶς καὶ ἀνδρὶ εὐζώνῳ τὴν χώραν εἶναι, κρημνώδη τε ὑπερφυῶς οὖσαν καὶ δένδροις συχνοῖς τε καὶ ἀμφιλαφέσιν ἐπὶ μακρότατον συνεχομένην.

因为他表示,自己此前曾听许多报告之人说起,该地即使对轻装者而言也相当难以通行,地形异常险峻,且连绵不断地覆盖着无数高大茂密的山林。

§2.15.33

οἱ δέ οἱ ἰσχυρίζοντο παντὶ τῷ Περσῶν στρατῷ τὴν ἐκείνῃ ὁδὸν εὐπετῆ ἔσεσθαι, τέμνουσι μὲν τὰ δένδρα, ἐς δὲ τῶν κρημνῶν τὰς δυσχωρίας αὐτὰ ἐμβαλλομένοις.2

但使节们向他断言,如果伐倒树木并将其填入悬崖险要之处,那么通往该地的道路对于整个波斯大军而言都将轻而易举。

§2.15.34

καὶ αὐτοὶ ὡμολόγουν τῆς τε ὁδοῦ ἡγεμόνες καὶ τοῦ ἔργου τούτου Πέρσαις ἔσεσθαι πρόπονοι.

并且他们亲自承诺充当进军的向导,并在这项劳作中为波斯人充当先导与帮手。

§2.15.35

ταύτῃ ὁ Χοσρόης ἐπηρμένος τῇ ὑποθήκῃ στρατιάν τε πολλὴν ἤγειρε καὶ τὰ ἐς τὴν ἔφοδον ἐξηρτύετο, οὔτε τὸ βούλευμα ἐς Πέρσας ἐξενεγκών, πλήν γε δὴ οἷς τὰ ἀπόρρητα κοινολογεῖσθαι μόνοις εἰώθει, καὶ τοῖς πρέσβεσιν ἐπαγγείλας ὅπως τὰ πρασσόμενα μηδενὶ φράσωσιν, ἀλλ’ ἐς Ἰβηρίαν τῷ λόγῳ ἐστέλλετο, ὡς τὰ τῇδε καταστησόμενος πράγματα· ἔθνος γὰρ Οὐννικὸν ἐνταῦθά πη ἐπισκῆψαι τῇ Περσῶν ἀρχῇ ἐπεφήμιζεν.

库思老受到这一建言的鼓舞,遂征集大军并筹备进军事务,他既未将这一图谋向波斯人公开——唯独那些他惯于同其商议机密之人除外——又嘱咐使节们不得向任何人透露正在进行之事,而是声称自己前往伊比利亚以整顿那里的事务;因为他宣称有匈人部落在某处侵袭了波斯帝国的领地。

语法注2 条
  1. 2.15.30τὸ μὴ οὐχὶ τοὺς λόγους προσέσθαι

    该结构为带定冠词的不定式短语(τὸ ... προσέσθαι)作否定谓词(οὐδεμιᾶς ἂν εὐβουλίας... εἶναι,“决非明智之举”)的主语。在古典希腊语中,当主句或表达含有否定意义时,充当主语或宾语的不定式常伴随双重否定词 μὴ οὐ 或 μὴ οὐχί。

  2. 2.15.33τέμνουσι μὲν τὰ δένδρα, ἐς δὲ τῶν κρημνῶν τὰς δυσχωρίας αὐτὰ ἐμβαλλομένοις

    两个与格现在分词(τέμνουσι 与 ἐμβαλλομένοις)与前文的与格短语 παντὶ τῷ Περσῶν στρατῷ(“对于整个波斯大军而言”)取得一致,起条件或方式手段分词的作用(即“若他们砍伐树木并填入悬崖险要之处”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:2.15.17-2.15.35