- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:2.15.1-2.15.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节叙述了库思老应拉齐卡人之邀进军科尔基斯的缘由,讲述了拉齐卡人因难耐罗马将领的压迫与垄断而转投波斯,并展示了拉齐卡使节在库思老面前的开场陈词。
Ἐν τούτῳ δὲ ὁ Χοσρόης ἐπὶ Κολχίδα τὸν στρατὸν ἦγε, Λαζῶν αὐτὸν ἐπαγομένων ἐξ αἰτίας τοιᾶσδε.
与此同时,库思老正率军开赴科尔基斯,因为拉齐卡人出于如下缘由向他发出了邀请。
Λαζοὶ τὰ μὲν πρῶτα γῆν τὴν Κολχίδα ᾤκουν, Ῥωμαίων κατήκοοι ὄντες, οὐ μέντοι ἐς φόρου ἀπαγωγήν, οὐδέ τι ἄλλο ἐπαγγέλλουσιν αὐτοῖς ἐπακούοντες, πλήν γε δὴ ὅτι ἐπειδὰν αὐτοῖς ὁ βασιλεὺς τελευτήσειε, ξύμβολα τῆς ἀρχῆς τῷ διαδεξομένῳ τὴν βασιλείαν ὁ Ῥωμαίων βασιλεὺς ἔπεμπε.
拉齐卡人起初作为罗马人的附庸居住在科尔基斯之地,然而这种臣服既不至于要缴纳贡税,在罗马人发出其他命令时他们也概不遵从,唯独在他们的国王去世时,罗马皇帝会将王权信物赐予王位的继承者。
τὰ δὲ τῆς χώρας ὅρια ξὺν τοῖς ἀρχομένοις ἐς τὸ ἀκριβὲς διεφύλασσεν,1 ὅπως δὴ μὴ Οὖννοι πολέμιοι ἐξ ὄρους τοῦ Καυκάσου, ὁμόρου σφίσιν ὄντος, διὰ Λαζικῆς πορευόμενοι ἐσβάλλωσιν ἐς γῆν τὴν Ῥωμαίων.
这位国王与他的臣民一道严密守卫着国境,以免与其毗邻的高加索山脉中的敌对匈人穿过拉齐卡侵入罗马人的疆土。
ἐφύλασσον δὲ οὔτε αὐτοὶ χρήματα ἢ στρατιὰν πρὸς Ῥωμαίων δεχόμενοι οὔτε Ῥωμαίοις πη ξυστρατεύοντες, ἐπ’ ἐμπορίᾳ δὲ τῇ κατὰ θάλασσαν πρὸς Ῥωμαίους ἀεὶ τοὺς ἐν πόντῳ ᾠκημένους ἐργαζόμενοι.
他们守卫边境时,既未从罗马人那里领取金钱或军队,也从未在任何地方协同罗马人出征,而始终通过海上贸易与居住在蓬托斯的罗马人做买卖。
αὐτοὶ μὲν γὰρ οὔτε ἅλας οὔτε σῖτον οὔτε ἄλλο τι ἀγαθὸν ἔχουσι, δέρρεις δὲ καὶ βύρσας καὶ ἀνδράποδα παρεχόμενοι τὰ σφίσιν ἐπιτήδεια ἐκομίζοντο.
因为他们自己既没有食盐,也没有粮食或任何其他物资,只能靠提供毛皮、兽皮和奴隶来换取生活所需。
ἐπειδὴ δὲ τὰ ἀμφὶ Γουργένει τῷ Ἰβήρων βασιλεῖ γενέσθαι ξυνέπεσεν, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, στρατιῶται Ῥωμαίων ἐπιχωριάζειν Λαζοῖς ἤρξαντο, οἷς δὴ οἱ βάρβαροι οὗτοι ἤχθοντο, καὶ πάντων μάλιστα Πέτρῳ τῷ στρατηγῷ, ἐπηρεάζειν τοῖς ἐντυγχάνουσιν εὐπετῶς ἔχοντι.
然而,正如我在前文中所叙述的那样,当有关伊比利亚国王古尔根的事情发生后,罗马士兵开始驻扎在拉齐卡人当中,这些蛮族人对此深感厌恶,尤其是对那位动辄欺压所遇之人的将领彼得尤为憎恶。
ὁ δὲ Πέτρος οὗτος ὥρμητο μὲν ἐξ Ἀρζανηνῆς, ἣ ἐκτὸς Νυμφίου ποταμοῦ ἐστι, Περσῶν κατήκοος ἐκ παλαιοῦ οὖσα, πρὸς Ἰουστίνου δὲ βασιλέως ἔτι παῖς ὢν ἠνδραπόδιστο, ἡνίκα Ἰουστῖνος μετὰ τὴν Ἀμίδης ἅλωσιν ξὺν τῷ Κέλερος στρατῷ ἐσέβαλλεν ἐς τὴν Περσῶν γῆν. φιλανθρωπίᾳ δὲ πολλῇ χρωμένου τοῦ κεκτημένου ἐς αὐτὸν ἐς γραμματιστοῦ2 ἐφοίτησε.
这位彼得原籍阿赞尼尼,该地位于宁菲乌斯河对岸,自古便臣属于波斯人;但在阿米达陷落后查士丁随策勒尔的大军侵入波斯土地时,尚为幼童的他被查士丁皇帝掠为奴隶。由于主人待他极为宽厚,他得以进入初等文法教师门下就读。
καὶ τὰ μὲν πρῶτα Ἰουστίνου γραμματεὺς γέγονεν, ἐπεὶ δὲ Ἀναστασίου τετελευτηκότος Ἰουστῖνος τὴν βασιλείαν παρέλαβε Ῥωμαίων, ὁ Πέτρος στρατηγὸς γεγονὼς ἔς τε φιλοχρηματίαν εἴπερ τις ἄλλος ἐξώκειλε καὶ ἀβελτερίᾳ πολλῇ ἐς ἅπαντας ἐχρῆτο.
起初他成了查士丁的文书;但在阿纳斯塔修斯去世、查士丁继承罗马帝位之后,彼得升任为将领,其贪得无厌堪称无人能及,且对待所有人均表现出极大的昏聩狂妄。
Ὕστερον δὲ βασιλεὺς Ἰουστινιανὸς ἄλλους τε ἐς Λαζικὴν ἄρχοντας ἔπεμψε καὶ Ἰωάννην ὃν Τζίβον ἐκάλουν, ἄνδρα ἐξ ἀφανῶν μὲν καὶ ἀδόξων ἀρχὴν γεγονότα, ἐς στρατηγίαν δὲ ἀναβεβηκότα κατ’ ἄλλο οὐδὲν ἢ ὅτι πονηρότατός τε ἦν ἀνθρώπων ἁπάντων καὶ πόρους χρημάτων ἀδίκους ἱκανώτατος ἐξευρεῖν. ὃς δὴ ἅπαντα ἔσφηλέ τε καὶ συνετάραξε τὰ Ῥωμαίων τε καὶ Λαζῶν πράγματα.
后来,查士丁尼皇帝又向拉齐卡派遣了其他军官,其中包括被称为茨布斯的约翰;此人出身微贱无名,能升至将领之位,纯粹是因为他是万民之中最为奸险之人,且极擅长聚敛不义之财。正是他败坏并扰乱了罗马人与拉齐卡人的全部事务。
οὗτος καὶ βασιλέα Ἰουστινιανὸν πόλιν ἀνέπεισεν ἐπιθαλασσίαν, Πέτραν ὄνομα, ἐν Λαζοῖς δείμασθαι· ἐνταῦθά τε ὥσπερ ἐν ἀκροπόλει καθήμενος ἦγέ τε καὶ ἔφερε τὰ Λαζῶν πράγματα.
此人还说服查士丁尼皇帝在拉齐卡境内建造了一座名为佩特拉的沿海城镇;他端坐其间宛如身处卫城,肆意侵夺并骚扰拉齐卡人的产业。
τούς τε γὰρ ἅλας καὶ ὅσα ἄλλα φορτία Λαζοῖς ἀναγκαῖα ἐδόκει εἶναι, οὐκέτι φέρειν ἐς γῆν τὴν Κολχίδα τοῖς ἐμπόροις ἐξῆν, ἢ ἄλλοθι ἐνθένδε ὠνεῖσθαι, ἀλλ’ ἐν Πέτρᾳ ξυστησάμενος τὸ δὴ καλούμενον μονοπώλιον αὐτὸς κάπηλός τε καὶ ξυμπάσης τῆς περὶ ταῦτα ἐργασίας ἐπιστάτης ἐγίγνετο, ἅπαντα ὠνούμενός τε καὶ ἀποδιδόμενος Κόλχοις, οὐχ ᾗπερ εἴθιστο, ἀλλ’ ᾗπερ ἐξῆν.
因为商人们不再获准将食盐以及拉齐卡人视为必需的其他各类货物运入科尔基斯境内,也不得从该地以外之处采购,而是由他在佩特拉设立了所谓的垄断专卖,亲自充当零售商,统管与此相关的全部经营,包揽一切物品的买入并售予科尔基斯人,并非按照常例,而是任其为所欲为。
ἅμα δὲ καὶ ἄλλως οἱ βάρβαροι ἤχθοντο ἐπιχωριάζοντι αὐτοῖς οὐκ εἰωθὸς πρότερον τῷ Ῥωμαίων στρατῷ. ἃ δὴ οὐκέτι φέρειν οἷοί τε ὄντες Πέρσαις τε καὶ Χοσρόῃ προσχωρεῖν ἔγνωσαν, πρέσβεις τε αὐτίκα τοὺς ταῦτα διαπραξομένους κρύφα Ῥωμαίων παρ’ αὐτοὺς ἔπεμψαν. οἷς δὴ εἴρητο τὰ πιστὰ πρὸς Χοσρόου λαβοῦσιν ὅτι γε οὔποτε Λαζοὺς ἄκοντας ἐκδώσει Ῥωμαίοις, οὕτω δὴ αὐτὸν ξὺν τῷ Περσῶν στρατῷ ἐς τὴν χώραν ἐπαγαγέσθαι.
与此同时,蛮族人对原本不循惯例而驻扎在他们当中的罗马军队也本就积怨甚深。他们既然再也无法忍受这些行径,遂决意投奔波斯人与库思老,并随即背着罗马人向他们派遣使节以商议此事;使节们受到嘱咐,只有在从库思老处取得决不违背拉齐卡人意愿将其引渡给罗马人的信誓后,方可引他率波斯大军进入国境。
Ἀφικόμενοι τοίνυν ἐς Πέρσας οἱ πρέσβεις καὶ Χοσρόῃ λάθρα ἐς ὄψιν ἐλθόντες ἔλεξαν τοιάδε “Εἴ τινας καὶ ἄλλους ἐκ τοῦ παντὸς χρόνου τῶν μὲν οἰκείων ἀποστάντας ὅντινα δὴ τρόπον, ἀνδράσι δὲ τὸ παράπαν ἀγνῶσι προσκεχωρηκότας οὐ δέον3 αὖθις εὖ ποιοῦσα ἡ τύχη ὡς μάλιστα ἀσμένους ἐπὶ τοὺς πρὶν ἐπανήγαγεν ἐπιτηδείους, τοιούτους δή τινας καὶ Λαζούς, ὦ μέγιστε βασιλεῦ, νόμιζε εἶναι. Κόλχοι γὰρ Πέρσαις σύμμαχοι τὸ ἀνέκαθεν ὄντες πολλά τε εἰργάσαντο αὐτοὺς ἀγαθὰ καὶ αὐτοὶ ἔπαθον· ὧν δὴ ἐν γράμμασι μνημεῖα πολλὰ ἡμεῖς τε ἔχομεν κἀν τοῖς βασιλείοις τοῖς σοῖς ἐς τὸ παρὸν διασώζεται.
使节们抵达波斯境内,秘密觐见库思老后陈述道:“至尊的国王啊,假若在历朝历代中,曾经有任何人以某种方式脱离了同族,并不当投奔了完全陌生之人,而命运神又施加恩泽,将他们以无比欣喜的姿态重新领回到往昔的故旧面前,那么请您认为,拉齐卡人也正是如此之人。 因为科尔基斯人自古即为波斯人的盟友,既向波斯人广施善意,自己也蒙受过诸多恩德;关于这些,我们不仅存有大量的文字记录,在您的王宫中也完好保存至今。
χρόνῳ δὲ ὕστερον τοῖς ἡμετέροις προγόνοις τετύχηκεν εἴτε παρ’ ὑμῶν ἀμεληθεῖσιν εἴτε ἄλλου του ἕνεκα (οὐ γὰρ ἔχομέν τι σαφὲς περὶ τούτων εἰδέναι) Ῥωμαίοις ἐνσπόνδοις γενέσθαι.
只是在后来,我们的先祖不论是因遭到你们的忽视,还是由于其他某种缘由——关于这一点我们无法得知确凿实情——竟成了与罗马人缔结盟约的盟友。
- 2.15.3διεφύλασσεν
第三人称单数动词 διεφύλασσεν 的主语并非紧邻的“ὁ Ῥωμαίων βασιλεύς”(罗马皇帝),而是上文时间从句“ἐπειδὰν αὐτοῖς ὁ βασιλεὺς τελευτήσειε”中出现的“拉齐卡国王(ὁ βασιλεύς)”。介词短语“ξὺν τοῖς ἀρχομένοις”(连同其臣民)以及紧随其后的句子中复数动词“ἐφύλασσον δέ”(以拉齐卡人为复数主语)均证实边境守卫的主体是拉齐卡国王。
- 2.15.7ἐς γραμματιστοῦ
介词 ἐς(即 εἰς)后接人物属格 γραμματιστοῦ 的惯用地点表达,其中省略了表示处所的宾格名词如 οἶκον(住宅)或 διδασκαλεῖον(学塾),意为“前往初等教师的处所(学塾)上学”。
- 2.15.14οὐ δέον
非人称动词 δεῖ 的中性分词宾格构成的宾格独立结构(accusative absolute)。与否定词 οὐ 连用,在句中作状语修饰分词 προσκεχωρηκότας,意为“在不恰当的情况下”或“不当地”。
