- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:2.14.1-2.14.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
库思老建造“库思老的安条克”用以安置并优待安条克战俘,文中回顾了安条克此前遭遇的凶兆与浩劫。与此同时,贝利撒留自意大利回京并受命统帅东方军队迎击波斯,在俘获的哥特使团翻译招供情资后,率军急行以图先发制人。
Ὁ δὲ Χοσρόης πόλιν ἐν Ἀσσυρίοις δειμάμενος ἐν χώρῳ Κτησιφῶντος πόλεως διέχοντι ἡμέρας ὁδῷ, Ἀντιόχειάν τε τὴν Χοσρόου αὐτὴν ἐπωνόμασε καὶ Ἀντιοχέων τοὺς αἰχμαλώτους ἐνταῦθα ξυνῴκισεν ἅπαντας, οἷς δὴ βαλανεῖόν τε καὶ ἱπποδρόμιον κατεσκεύαζε καὶ ταῖς ἄλλαις τρυφαῖς ἀνεῖσθαι ἐποίει.
库思老在亚述境内距泰西封城一日行程的地方建造了一座城市,将其命名为“库思老的安条克”,并将所有安条克战俘集中定居于此;他为他们建造了浴室和赛马场,并让他们能够享受其他各种奢华。
τούς τε γὰρ ἡνιόχους καὶ τοὺς τῶν μουσικῶν ἔργων τεχνίτας ἔκ τε Ἀντιοχείας καὶ τῶν ἄλλων Ῥωμαϊκῶν πόλεων ξὺν αὑτῷ ἦγεν.
因为他把来自安条克及其他罗马城镇的车夫和乐工手艺人都随身带了过来。
ἔτι μέντοι καὶ δημοσίᾳ τοὺς Ἀντιοχέας τούτους ἐπιμελεστέρως ἢ κατὰ αἰχμαλώτους1 ἐσίτιζεν ἐς πάντα τὸν χρόνον, καὶ βασιλικοὺς καλεῖσθαι ἠξίου, ὥστε τῶν ἀρχόντων οὐδενὶ ὑποχειρίους εἶναι ἢ βασιλεῖ μόνῳ.
此外,他在随后的岁月中一直以公费供养这些安条克人,其优厚程度超越了对待俘虏的常例,并准许他们被称为“王之人”,从而使他们除了国王本人以外不受任何官员的管辖。
εἰ δέ τις καὶ τῶν ἄλλων Ῥωμαίων δραπέτης γεγονὼς ἐς Ἀντιόχειαν τὴν Χοσρόου διαφυγεῖν ἴσχυσε, καί τις αὐτὸν ξυγγενῆ τῶν ταύτῃ ᾠκημένων ἐκάλεσεν, οὐκέτι ἐξῆν τῷ κεκτημένῳ τὸν αἰχμάλωτον τοῦτον ἀπάγειν, οὐδ’ ἤν τις τῶν λίαν ἐν Πέρσαις δοκίμων ὁ τὸν ἄνθρωπον ἐξανδραποδίσας τυγχάνοι.
若是有其他罗马人沦为逃亡者并成功逃抵“库思老的安条克”,只要此地定居的居民中有人指认其为亲属,原主便再无权将该俘虏带走,即便将该人掳为奴隶者恰好是波斯人中极其显赫的贵人也是如此。
Ἀντιοχεῦσι μέντοι τὸ ξυμβὰν ἐπὶ Ἀναστασίου βασιλεύοντος τέρας ἐς τοῦτο ἀποβὰν ἐτελεύτησε. τότε γὰρ ἀνέμου σκληροῦ Δάφνῃ τῷ προαστείῳ ἐκ τοῦ αἰφνιδίου ἐπιπεσόντος, τῶν κυπαρίσσων αἳ ταύτῃ ὑψηλαὶ ἀτεχνῶς ἦσαν ἐκ ῥιζῶν τῶν ἐσχάτων ἀνατραπεῖσαι εἰς τὴν γῆν ἔπεσον, ἅσπερ ὁ νόμος ἐκτέμνεσθαι οὐδαμῆ εἴα.
然而对于安条克人来说,在阿纳斯塔修斯皇帝统治时期发生的不祥之兆,至此终于应验。当时,一阵狂风骤然袭向达芙妮郊区,使当地原本极高、且依律绝不允许砍伐的柏树被连根拔起,翻倒在地。
ὀλίγῳ μὲν οὖν ὕστερον, ἡνίκα Ἰουστῖνος Ῥωμαίων ἦρχε, σεισμός τις ἐπιγενόμενος ἐξαίσιος λίαν τήν τε πόλιν κατέσεισε πᾶσαν καὶ τῶν οἰκοδομημάτων τά τε πλεῖστα καὶ κάλλιστα ἐς τὸ ἔδαφος εὐθὺς ἤνεγκε, καὶ λέγονται τότε τριάκοντα μυριάδες Ἀντιοχέων ἀπολωλέναι.
不久之后,当查士丁统治罗马人时,又发生了一场极其罕见的大地震,震荡了整座城市,将绝大多数且最华丽的建筑物直接夷为平地;据说当时有三十万安条克人丧生。
ἐν ταύτῃ δὲ τῇ ἁλώσει ξύμπασα ἡ πόλις, ὥσπερ μοι ἐρρήθη, διέφθαρται. τὸ μὲν οὖν Ἀντιοχέων πάθος τῇδε ἐχώρησε.
而在这一次城陷中,正如我先前所叙述的,整座城市彻底毁于一旦。安条克人的灾难遭遇便由此落幕。
Βελισάριος δὲ βασιλεῖ ἐς Βυζάντιον ἐξ Ἰταλίας μετάπεμπτος ἦλθε, καὶ αὐτὸν διαχειμάσαντα ἐν Βυζαντίῳ στρατηγὸν ἐπί τε Χοσρόην καὶ Πέρσας ἅμα ἦρι ἀρχομένῳ βασιλεὺς ἔπεμψεν ἄρχοντάς τε τοὺς ἐξ Ἰταλίας ξὺν αὐτῷ ἥκοντας, ὧν δὴ ἕνα Βαλεριανὸν ἡγεῖσθαι τῶν ἐν Ἀρμενίοις καταλόγων ἐκέλευε.
另一方面,贝利撒留应皇帝之召从意大利返回拜占庭;在拜占庭度过冬季之后,开春之际皇帝便派遣他为主将前去讨伐库思老和波斯人,并派遣了随他自意大利前来的诸位将领,其中命令瓦勒良一人统率在亚美尼亚的各军团。
Μαρτῖνος γὰρ ἔτυχεν εὐθὺς εἰς τὴν ἑῴαν σταλείς, καὶ διὰ τοῦτο Χοσρόης αὐτόν, ὡς προδεδήλωται, ἐς Δάρας εὗρε. τῶν δὲ Γότθων Οὐίττιγις μὲν ἐν Βυζαντίῳ ἔμεινεν, οἱ δὲ λοιποὶ ξύμπαντες ἐπὶ Χοσρόην σὺν Βελισαρίῳ ἐστράτευσαν.
因为马尔提努斯适逢已被直接派往东方,正因如此,如前文所述,库思老在达拉撞见了他。在哥特人中,维蒂吉斯留在了拜占庭,其余所有人则随贝利撒留一同出征库思老。
τότε τῶν Οὐιττίγιδος πρέσβεων ἅτερος μέν, ὅσπερ τοῦ ἐπισκόπου ὀνόματος ἐπεβάτευεν,2 ἐν τοῖς Περσῶν ἤθεσι θνήσκει, ὁ δὲ δὴ ἕτερος αὐτοῦ ἔμεινεν.
当时,维蒂吉斯的使节中,那个冒用主教头衔的人死于波斯境内,而另一人则留在了当地。
ὅστις δὲ αὐτοῖς ἑρμηνεὺς εἵπετο ἀνεχώρησεν ἐς Ῥωμαίων τὴν γῆν, καὶ αὐτὸν Ἰωάννης, ὃς τῶν ἐν Μεσοποταμίᾳ στρατιωτῶν ἦρχεν, ἀμφὶ τὰ Κωνσταντίνης ὅρια ξυλλαβὼν ἔς τε τὴν πόλιν εἰσαγαγὼν ἐν δεσμωτηρίῳ καθεῖρξεν, ὅσπερ οἱ ἐνταῦθα ἅπαντα ἀναπυνθανομένῳ τὰ πεπραγμένα ἐξήνεγκε.3
跟随他们的翻译则返回了罗马人的土地;统领美索不达米亚驻军的约翰在君士坦提娜边界附近将其逮捕,押入城中囚禁于狱中。此人向在此审讯他的约翰招供了全部事情的经过。
ταῦτα μὲν οὖν τῇδε ἐχώρησε. Βελισάριος δὲ ξὺν τοῖς ἑπομένοις κατὰ τάχος ᾔει, προτερῆσαι ἐν σπουδῇ ἔχων πρίν τινα ὁ Χοσρόης ἐσβολὴν αὖθις ποιήσεται ἐς Ῥωμαίων τὴν γῆν.
事情的经过便是如此。而贝利撒留则率领部属急速前行,急欲赶在库思老再次入侵罗马人领土之前抢得先机。
- 2.14.3ἐπιμελεστέρως ἢ κατὰ αἰχμαλώτους
比较级副词 ἐπιμελεστέρως 搭配连词 ἤ 以及介词短语 κατὰ αἰχμαλώτους(“依俘虏的规格/身份”),意为“比通常对待俘虏所应有的待遇更为周到优厚”。
- 2.14.11τοῦ ἐπισκόπου ὀνόματος ἐπεβάτευεν
动词 ἐπιβατεύω 原义为“踏上、侵占”,此处支配属格 τοῦ ἐπισκόπου ὀνόματος,引申表示“僭称/冒用主教的头衔”。
- 2.14.12ὅσπερ οἱ ἐνταῦθα ἅπαντα ἀναπυνθανομένῳ τὰ πεπραγμένα ἐξήνεγκε
关系代名词 ὅσπερ(指翻译)为谓语动词 ἐξήνεγκε 的主语;微音人称代词 οἱ 为与格单数(相当于 αὐτῷ,指约翰),与其同格一致的是现在分词 ἀναπυνθανομένῳ(“向正在讯问的他”);动词 ἐξήνεγκε 的直接宾语是 ἅπαντα τὰ πεπραγμένα(“发生的所有事情”)。
