← 普罗科皮乌斯

战史

§2.13.17-2.13.29

达拉地道战的挫败与库思老撤兵

库思老意图通过焚毁西门与在东侧暗掘地道攻取达拉的双重城墙,但在一名神秘人物的告密与技师狄奥多罗设计的横向对坑阻击下,波斯地道战彻底破产。攻城无望的库思老在勒索赎金后退兵,查士丁尼皇帝则以此背约围城为由拒绝履行和约,夏季战事遂告终结。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.13.17

δύο δὲ ἡ πόλις τείχεσι περιβέβληται, ὧν τὸ μὲν ἐντὸς μέγα τε καὶ ἀξιοθέατον ἀτεχνῶς ἐστιν ʽἐς ὕψος γὰρ διήκει πύργος μὲν ἕκαστος ποδῶν ἑκατόν, τὸ δὲ ἄλλο τεῖχος ἑξήκοντἀ, τὸ δὲ ἐκτὸς πολλῷ μὲν ἔλασσον συμβαίνει εἶναι, ἄλλως δὲ ἐχυρόν τε καὶ λόγου πολλοῦ ἄξιόν ἐστι.

这座城为双重城墙所环绕,其中内墙确实宏伟且令人赞叹(因为每座塔楼高达百尺,其余墙体高六十尺),而外墙虽然矮小得多,但在其他方面却既坚固又大有可观。

§2.13.18

τὸ δὲ μεταξὺ χωρίον εὖρος οὐχ ἧσσον ἢ πεντήκοντα ἔχει ποδῶν· ἐνταῦθα εἰώθασι Δαρηνοὶ τούς τε βόας καὶ τἄλλα ζῷα πολεμίων σφίσιν ἐγκειμένων ἐμβάλλεσθαι.

两道城墙之间的空地宽度不下五十尺;每当敌人逼近时,达拉人习惯将牛群和其他牲畜驱赶入内。

§2.13.19

τὰ μὲν οὖν πρῶτα ὁ Χοσρόης προσβολὴν ποιησάμενος ἐς τὰ πρὸς ἑσπέραν τοῦ περιβόλου πλήθει τε βελῶν βιασάμενος, τὰς πύλας τείχους τοῦ βραχέος ἐνέπρησεν.

于是库思老首先对城圈西侧发起突击,用密集的箭矢进行压制,焚毁了矮墙的城门。

§2.13.20

ἐντὸς μέντοι γενέσθαι οὐδεὶς τῶν βαρβάρων ἐτόλμησεν. ἔπειτα δὲ κατώρυχα ποιεῖσθαι λάθρα ἐς τὰ πρὸς ἕω τῆς πόλεως ἔγνω. ταύτῃ γὰρ μόνον ὀρύσσεσθαι ἡ γῆ οἵα τέ ἐστιν, ἐπεὶ τὰ ἄλλα τοῦ περιβόλου ἐπὶ πέτρας τοῖς δειμαμένοις πεποίηται.

然而,没有一个蛮族人敢于闯入城内。随后,他决定在城东方向秘密挖掘地道。因为唯独这处地面的土质可以挖掘,城圈的其余部分都被建造者筑在岩石之上。

§2.13.21

οἱ γοῦν Πέρσαι ἀπὸ τῆς τάφρου ἀρξάμενοι ὤρυσσον. ἧς δὴ βαθείας κομιδῆ οὔσης, οὔτε καθεωρῶντο πρὸς τῶν πολεμίων οὔτε αὐτοῖς τινα αἴσθησιν τοῦ ποιουμένου παρείχοντο.

于是波斯人便从城壕处开始挖掘。由于城壕极深,他们既不被敌人看见,也没有让敌人觉察到正在进行的事情。

§2.13.22

ἤδη μὲν οὖν ὑπέδυσαν τὰ θεμέλια τοῦ ἐκτὸς τείχους, ἔμελλον δὲ καὶ κατὰ τὴν μεταξὺ χώραν ἑκατέρου περιβόλου γινόμενοι ὀλίγῳ ὕστερον καὶ τὸ μέγα τεῖχος ἀμείψαντες τὴν πόλιν κατὰ κράτος ἑλεῖν, ἀλλ’ ʽοὐ γὰρ αὐτὴν ἔδει Πέρσαις ἁλῶναἰ1 εἷς ἐκ τοῦ Χοσρόου στρατοπέδου ἀμφὶ ἡμέραν μέσην ἄγχιστά πη τοῦ περιβόλου μόνος ἀφίκετο, εἴτε ἄνθρωπος ὢν εἴτε τι ἄλλο ἀνθρώπου κρεῖσσον, δόξαν τε τοῖς ὁρῶσι παρείχετο ὅτι δὴ τὰ βέλη ξυλλέγοι ἅπερ ἐκ τοῦ τείχους Ῥωμαῖοι ὀλίγῳ πρότερον ἐπὶ τοὺς ἐνοχλοῦντας βαρβάρους ἀφῆκαν.

他们此时已经掘空了外墙的地基,不久便要进抵两道城圈之间的空地,并穿过内侧的大墙,以武力夺取该城;然而(因为这座城注定不可为波斯人所攻陷),正午时分,库思老军营中有一人独自来到极靠近城圈之处——无论他是一个凡人还是某种超越人类的存在——他向观者显出一副正在拾取罗马人不久前从城墙上射向骚扰之蛮族的箭羽的模样。

§2.13.23

ταῦτά τε ποιῶν καὶ τὴν ἀσπίδα προβεβλημένος ἐρεσχελεῖν τε τοὺς ἐν ταῖς ἐπάλξεσι καὶ ξὺν γέλωτι τωθάζειν ἐδόκει. εἶτα φράσας αὐτοῖς τὸν πάντα λόγον ἐγρηγορέναι πάντας ἐκέλευε καὶ ὡς ἔνι μάλιστα τῆς σωτηρίας ἐπιμελεῖσθαι.

他一面做着这事并把盾牌横在身前,一面仿佛在戏弄城垛上的人并带着笑声加以嘲弄。随后,他将全部实情向他们说明,嘱咐众人保持警惕,并尽一切可能保全性命。

§2.13.24

καὶ ὁ μὲν ταῦτα σημήνας ἀπιὼν ᾤχετο, Ῥωμαῖοι δὲ τὰ ἐν μέσῳ τείχους ἑκατέρου θορύβῳ πολλῷ καὶ ταραχῇ ἐκέλευον σκάπτειν.

他在通报了这些之后便离去了;罗马人则在极大的骚动和慌乱中下令挖掘两道城墙之间的空地。

§2.13.25

καὶ Πέρσαι μέντοι οὐκ εἰδότες τὰ πρασσόμενα οὐδέν τι ἧσσον ἔργου εἴχοντο.

波斯人对此毫不知情,仍旧同等卖力地继续作业。

§2.13.26

τῶν μὲν οὖν βαρβάρων ὀρθήν τινα ἔνερθεν ποιουμένων ὁδὸν ἐπὶ τὸ τῆς πόλεως τεῖχος, τῶν δὲ Ῥωμαίων Θεοδώρου γνώμῃ, ἐπὶ σοφίᾳ τῇ καλουμένῃ μηχανικῇ λογίου ἀνδρός, ἐγκαρσίαν τε τὴν διώρυχα ἐργαζομένων καὶ βάθους ἱκανῶς ἔχουσαν, ξυνέβη Πέρσας κατὰ μέσον τοῖν περιβόλοιν2 γεγενημένους ἐκ τοῦ αἰφνιδίου ἐμπεσεῖν ἐς τὴν Ῥωμαίων κατώρυχα.

由于蛮族人在地下正对着城墙开凿一条笔直的通路,而罗马人按照在所谓工程学上极有学问的学者狄奥多罗的提议,正在挖掘一条横向且深度充足的地沟,结果当波斯人到达两道城圈当中时,猝然跌入了罗马人的地道。

§2.13.27

καὶ αὐτῶν τοὺς μὲν πρώτους Ῥωμαῖοι ἔκτειναν, οἱ δὲ ὄπισθεν φυγόντες κατὰ τάχος ἐς τὸ στρατόπεδον διεσώθησαν. διώκειν γὰρ αὐτοὺς ἐν σκότῳ Ῥωμαῖοι οὐδαμῆ ἔγνωσαν.

罗马人杀死了跑在最前面的波斯人,后面的人则急速逃跑,安全撤回了营地;因为罗马人绝无意在黑暗中展开追击。

§2.13.28

ταύτης οὖν τῆς πείρας ὁ Χοσρόης ἀποτυχὼν ἑλεῖν τε τὴν πόλιν μηχανῇ τὸ λοιπὸν οὐδεμιᾷ ἐλπίσας, τοῖς πολιορκουμένοις ἐς λόγους ἦλθε, χίλιά τε κεκομισμένος ἀργύρου σταθμὰ ἐς τὰ Περσῶν ἤθη ἐχώρει.

库思老在这一尝试受挫之后,绝望于今后再无任何计策可攻破该城,遂与被围者进行谈判,在获得了千磅白银之后便返回了波斯本土。

§2.13.29

ταῦτα ἐπεὶ βασιλεὺς Ἰουστινιανὸς ἔμαθεν, οὐκέτι τὰ ξυγκείμενα ἐπιτελῆ ποιήσειν ἤθελεν, ἐπικαλῶν Χοσρόῃ ὅτι δὴ πόλιν Δάρας ἐν σπονδαῖς ἐξελεῖν ἐνεχείρησε. ταῦτα μὲν ἐν τῇ πρώτῃ Χοσρόου ἐσβολῇ Ῥωμαίοις ξυνέβη, καὶ τὸ θέρος μὲν ἐτελεύτα.

皇帝查士丁尼得知此事后,便不再愿意履行条约,指责库思老在休战期间图谋攻占达拉城。这便是库思老第一次入侵期间罗马人所遭遇的事,至此夏季宣告结束。

语法注2 条
  1. 2.13.22οὐ γὰρ αὐτὴν ἔδει Πέρσαις ἁλῶναἰ

    这是一个由非人称动词 ἔδει 与不定式 ἁλῶναι 构成的插入从句,表达命运或神意之必然性。Πέρσαις 为施动者与格,αὐτήν 则为不定式 ἁλῶναι 逻辑上的宾格主语。

  2. 2.13.26τοῖν περιβόλοιν

    阳性名词 περίβολος 的双数属格形式。在普罗柯比模仿阿提卡散文的拟古文体中,此处严格使用双数(dual)来表示成对的两道城壁。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:2.13.17-2.13.29