- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:2.13.1-2.13.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
库思老收到查士丁尼履行和约的信函后准备撤军并商谈赎放俘虏,但埃德萨人的赎金被布泽斯横加阻挠;库思老随后取道卡莱和君士坦提娜,最终兵临达拉并展开围攻。
Τότε καὶ γράμματα Χοσρόῃ βασιλεὺς Ἰουστινιανὸς ἔγραψεν, ἐπιτελέσειν ὁμολογῶν τά τε αὐτῷ καὶ τοῖς πρέσβεσιν ἀμφὶ τῇ εἰρήνῃ ξυγκείμενα.
当时,皇帝查士丁尼也给库思老写了信,允诺履行他与使节之间就和约所达成的各项条款。
ἅπερ ἐπεὶ ὁ Χοσρόης ἀπενεχθέντα εἶδε, τούς τε ὁμήρους ἀφῆκε καὶ συνεσκευάζετο ἐς τὴν ἄφοδον, τούς τε Ἀντιοχέων αἰχμαλώτους ἀποδίδοσθαι ἅπαντας ἤθελεν.
库思老见信件送达,便释放了人质,收拾行装准备撤离,并意图赎放所有安提阿的俘虏。
ὅπερ Ἐδεσσηνοὶ ἐπειδὴ ἔμαθον, προθυμίαν ἐπεδείξαντο ἀκοῆς κρείσσω. οὐ γὰρ ἦν οὐδεὶς ὃς οὐ τὰ λύτρα ἐν τῷ ἱερῷ φέρων ὑπὲρ τούτων δὴ τῶν αἰχμαλώτων κατὰ λόγον τῆς οὐσίας κατέθετο.
埃德萨人得知此事后,表现出了超乎传闻的热忱。因为没有一个人不按照自己的财产比例,将赎金带到圣所,为这些俘虏献纳出来。
εἰσὶ δὲ οἷς καὶ μᾶλλον ἢ κατὰ λόγον ταῦτα ἐπράσσετο.1 αἵ τε γὰρ ἑταῖραι τὸν κόσμον ἀφελοῦσαι, ὅσος αὐταῖς ἐν τῷ σώματι ἦν, ἐνταῦθα ἐρρίπτουν, καὶ εἴ τῳ γεωργῷ ἐπίπλων ἢ ἀργυρίου σπανίζοντι ὄνος ἢ προβάτιον ἦν, τοῦτο δὴ ἐς τὸ ἱερὸν σπουδῇ πολλῇ ἦγεν.
甚至有些人所做的还远远超出了自己的比例。妓女们除下了身上所有的饰物,扔在圣所里;若有缺乏家具或银钱的农夫拥有毛驴或羊羔,也极为急迫地牵往圣所。
ἀθροίζεται μὲν οὖν χρυσοῦ τε καὶ ἀργύρου καὶ ἄλλων χρημάτων πάμπολυ πλῆθος, δέδοται δὲ ὑπὲρ λύτρων οὐδέν. Βούζης γὰρ ἐνταῦθα παρὼν ἔτυχεν, ὃς διακωλῦσαι τὴν πρᾶξιν ὑπέστη, κέρδος οἱ ἔσεσθαι μέγα τι ἐνθένδε καραδοκῶν. διὸ δὴ ὁ Χοσρόης τοὺς αἰχμαλώτους ἅπαντας ἐπαγόμενος πρόσω ἐχώρει.
于是聚集起了极大量的金银和其他财物;然而却没有为赎金支付分文。因为布泽斯当时恰好在场,他出面阻挠了这桩交易,妄图从中为自己牟取暴利。因此,库思老带着所有俘虏继续前行。
Καρρηνοὶ δὲ ἀπήντων χρήματα πολλὰ προτεινόμενοι· ὁ δὲ οὐ προσήκειν ἔφασκεν,2 ὅτι δὴ οἱ πλεῖστοι οὐ Χριστιανοί, ἀλλὰ δόξης τῆς παλαιᾶς τυγχάνουσιν ὄντες.
卡莱人迎上前去献上大笔金钱;但他却说收受是不恰当的,因为他们大多数人并非基督徒,而是守着古老信仰的人。
Καὶ μὴν καὶ Κωνσταντινιέων χρήματα διδόντων ἐδέξατο, καίπερ φάσκων οἱ ἐκ πατέρων προσήκειν τὴν πόλιν. ἐπειδὴ γὰρ Καβάδης Ἀμίδαν εἷλεν, Ἔδεσσάν τε καὶ Κωνσταντίναν ἐξελεῖν ἤθελεν.
然而,当君士坦提娜人献上金钱时,他却收下了,尽管声称这座城池从父辈起就属于他。因为当年卡瓦德攻克阿米达时,曾意图攻取埃德萨和君士坦提娜。
ἀλλ’ Ἐδέσσης μὲν ἀγχοῦ γενόμενος τῶν μάγων ἀνεπυνθάνετο εἴ οἱ ἁλώσιμος ἡ πόλις ἔσται, δείξας τῇ δεξιᾷ χειρὶ τὸ χωρίον αὐτοῖς.
但在走近埃德萨时,他用右手向术士们指着那地方,询问这座城是否能被他攻破。
οἱ δὲ αὐτῷ τὴν πόλιν ἁλώσεσθαι οὐδεμιᾷ μηχανῇ ἔλεγον, τεκμαιρόμενοι ὅτι δὴ τὴν δεξιὰν αὐτῇ χεῖρα προτείνας, οὐχ ἁλώσεως ταύτῃ οὐδὲ ἄλλου ὁτουοῦν χαλεποῦ ξύμβολον, ἀλλὰ σωτηρίας διδοίη.
术士们告诉他,该城决不可能被任何手段攻破,他们推断:既然他向该城伸出了右手,给予该城的就不是攻陷或其他灾祸的象征,而是救赎的标记。
καὶ ὃς ταῦτα ἀκούσας, ἐπείθετό τε καὶ ἐπῆγεν ἐπὶ Κωνσταντίναν τὸ στράτευμα.
他听了这话便信服了,遂率军进逼君士坦提娜。
ἐνταῦθα δὲ ἀφικόμενος ἐνστρατοπεδεύεσθαι παντὶ τῷ στρατῷ ὡς πολιορκήσων ἐπέστελλεν.
到达那里后,他下令全军安营扎寨,摆出即将围城的态势。
ἦν δὲ Κωνσταντίνης ἱερεὺς τότε Βαράδοτος, ἀνὴρ δίκαιός τε καὶ τῷ θεῷ ἐς τὰ μάλιστα φίλος, καὶ ἀπ’ αὐτοῦ ἐνεργοῦσαν ἐς ὅ τι βούλοιτο ἀεὶ τὴν εὐχὴν ἔχων· οὗ καὶ τὸ πρόσωπον ἰδὼν ἄν τις εὐθὺς εἴκασεν3 ὅτι δὴ τῷ θεῷ ἐνδελεχέστατα κεχαρισμένος ὁ ἀνὴρ εἴη.
当时君士坦提娜有一位祭司名叫巴拉多托斯,是个公义之人,深受上帝恩宠,并因此对无论何种所求之事皆有灵验的祈祷;任何人只要看见他的容貌,便会立刻推测出此人正恒常地深受上帝喜悦。
οὗτος ὁ Βαράδοτος τηνικαῦτα παρὰ τὸν Καβάδην ἐλθὼν οἶνόν τε ἤνεγκε καὶ ἰσχάδας καὶ μέλι καὶ καθαροὺς ἄρτους, καὶ αὐτοῦ ἐδεῖτο μὴ ἀποπειρᾶσθαι πόλεως ἣ οὔτε λόγου ἀξία ἐστὶ καὶ πρὸς Ῥωμαίων ἀπημέληται λίαν, οὔτε στρατιωτῶν φρουρὰν ἔχουσα οὔτε ἄλλο τι φυλακτήριον, ἀλλὰ τοὺς οἰκήτορας μόνους, ἀνθρώπους οἰκτρούς.
这位巴拉多托斯当时来到卡瓦德面前,带来了葡萄酒、干无花果、蜂蜜和精白面包,请求他不要图谋攻打一座不值一提、且被罗马人极度忽视的城市,该城既无守军又无其他防具,只有那些可怜的居民。
ὁ μὲν ταῦτα εἶπε· Καβάδης δὲ αὐτῷ τήν τε πόλιν χαριεῖσθαι ὡμολόγησε καὶ τοῖς σιτίοις ἐδωρήσατο αὐτὸν ἅπασιν ὅσα οἱ τῷ στρατοπέδῳ ἐς τὴν πολιορκίαν ἡτοίμαστο, μεγάλοις ὑπερφυῶς οὖσιν· οὕτω τε ἀπηλλάσσετο ἐκ γῆς τῆς Ῥωμαίων. διὸ δὴ ὁ Χοσρόης ἐκ πατέρων οἱ προσήκειν ἠξίου τὴν πόλιν.
他说了这些话;卡瓦德同意为他宽宥该城,并把他为军队围城所准备的全部巨量口粮都赠予了他;随后便如此离开了罗马人的土地。正因如此,库思老主张这座城从祖上起便属于他。
Ἐς Δάρας τε ἀφικόμενος ἐς πολιορκίαν καθίστατο. ἔνδοθεν δὲ Ῥωμαῖοι καὶ Μαρτῖνος ὁ στρατηγός (καὶ γὰρ ἐνταῦθα ὢν ἔτυχε) τὰ ἐς ἀντίστασιν ἐξηρτύοντο.
当他抵达达拉时,便着手进行围攻。城内的罗马人和将领马提努斯(他也恰好在那里)则正紧锣密鼓地准备抵抗。
- 2.13.4εἰσὶ δὲ οἷς καὶ μᾶλλον ἢ κατὰ λόγον ταῦτα ἐπράσσετο
“εἰσὶν οἵ”(“有些人……”)惯用句型在与格 οἷς 上的体现。面对被动语态动词 ἐπράσσετο,οἷς 充当施动者与格(或利害与格)。整句意为“甚至有些人所做的还超出了资产的合理比例”。
- 2.13.7ὁ δὲ οὐ προσήκειν ἔφασκεν
非人称动词 προσήκει(“合适、正当”)在间接引语中的不定式结构,其主语不定式(收受金钱)在语境中显而易见因而省略。需注意它与后文“οἱ ἐκ πατέρων προσήκειν τὴν πόλιν”中的人称结构(“该城自父辈起属于他”)在句法和词义上的对比。
- 2.13.13οὗ καὶ τὸ πρόσωπον ἰδὼν ἄν τις εὐθὺς εἴκασεν
由 ἄν 与直陈式过去不定时 εἴκασεν 结合构成的过去潜在/非真实推测句,意为“任谁只要看见他的面容,都会立刻推想……”。分词 ἰδών 在句中充当相当于条件从句的角色。
