- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:2.12.18-2.12.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
奥加罗斯自罗马归国后患上严重痛风,致信基督并收到了应许康复及保全埃德萨城的回信;后来库思老企图攻打埃德萨,却因迷路和突发面部疾症受阻,最终收取赎金后撤军。
ἐπεὶ δὲ τούτου Αὔγαρος ἔτυχεν, Αὐγούστου ἐδεῖτο ἱπποδρόμιόν οἱ δείμασθαι1 ἐν πόλει Ἐδέσσῃ. ὁ δὲ ξυνεχώρει καὶ τοῦτο. οὕτω μὲν ἐκ Ῥώμης ἀπαλλαγεὶς Αὔγαρος ἐς Ἔδεσσαν ἦλθε.
奥加罗斯获准此事后,便请求奥古斯都允许他在埃德萨城为自己建造一座赛马场。皇帝也答应了这事。于是奥加罗斯离开罗马,来到了埃德萨。
καὶ αὐτοῦ οἱ πολῖται ἀνεπυνθάνοντο εἴ τι φέρων ἀγαθὸν σφίσιν ἐκ βασιλέως Αὐγούστου ἥκοι. ὁ δὲ ἀποκρινάμενος Ἐδεσσηνοῖς ἐνεγκεῖν ἔφη λύπην τε ἀζήμιον καὶ χαρὰν ἀκερδῆ, τὴν τοῦ ἱπποδρομίου παραδηλῶν τύχην.
市民们向他打听,是否从奥古斯都皇帝那里为他们带来了什么好处。他回答埃德萨人说,他带回了既无损失的悲伤,也无利益的喜悦,以此暗示赛马场的性质。
Χρόνῳ δὲ ὕστερον πόρρω που ἡλικίας Αὔγαρος ἥκων νόσῳ ποδάγρας χαλεπῆς τινος ὑπερφυῶς ἥλω. ταῖς γοῦν ὀδύναις ἀχθόμενος καὶ τῇ ἐνθένδε ἀκινησίᾳ ἐπὶ τοὺς ἰατροὺς τὸ πρᾶγμα ἦγεν, ἐκ πάσης τε γῆς ξυνέλεγε τοὺς περὶ ταῦτα σοφοὺς ἅπαντας.
后来,奥加罗斯年事已高,染上了一种极其严重的痛风症。他苦于疼痛以及由此导致的瘫痪,便将此事托付给医官,并从各地招集了精通此道的所有能人。
ὧν δὴ ὕστερον ʽοὐ γάρ οἱ ἄκεσίν τινα τοῦ κακοῦ ἐξευρεῖν ἴσχυον’ ἀπέστη τε καὶ ἐς ἀμηχανίαν ἐμπεσὼν τύχας τὰς παρούσας ὠδύρετο.
但后来——因为他们无力为他的疾患找到任何疗法——他便放弃了他们,陷入绝境之中,哀叹自己当下的命运。
ὑπὸ δὲ τὸν χρόνον ἐκεῖνον Ἰησοῦς ὁ τοῦ θεοῦ παῖς ἐν σώματι ὢν τοῖς ἐν Παλαιστίνῃ ἀνθρώποις ὡμίλει, τῷ τε μηδὲν τὸ παράπαν ἁμαρτεῖν πώποτε, ἀλλὰ καὶ τὰ ἀμήχανα ἐξεργάζεσθαι διαφανῶς ἐνδεικνύμενος ὅτι δὴ τοῦ θεοῦ παῖς ὡς ἀληθῶς εἴη· νεκρούς τε γὰρ καλῶν ἐξανίστη ὥσπερ ἐξ ὕπνου καὶ πηροῖς τοὺς ὀφθαλμοὺς οὕτω τεχθεῖσιν ἀνέῳγε, σώματός τε ὅλου λεύκας ἐκάθηρε καὶ ποδῶν πήρωσιν ἔλυσε, καὶ ὅσα ἄλλα ἰατροῖς πάθη ἀνίατα ὠνομασμένα ἐστί.
正在那个时期,上帝之子耶稣以肉身显现,与巴勒斯坦的人们往来,他既从未犯过任何过错,又行出不可能之事,明白地显明他确是上帝之子;因为他呼唤死人,使他们复起,如同从睡梦中醒来;使生来盲目的人眼睛睁开,洗净了浑身的麻风,治愈了双脚的残疾,以及所有其他被医生称为不治之症的疾患。
ταῦτα ἀπαγγελλόντων Αὔγαρος τῶν ἐκ Παλαιστίνης ἐς τὴν Ἔδεσσαν ἐπιχωριαζόντων ἀκούσας, ἐθάρσησέ τε καὶ γράμματα πρὸς τὸν Ἰησοῦν γράψας ἐδεῖτο αὐτοῦ ἀπαλλάσσεσθαι μὲν τῆς Ἰουδαίας καὶ τῶν ἐνταῦθα ἀγνωμόνων ἀνθρώπων, αὐτῷ δὲ τὸ λοιπὸν ξυμβιοτεύειν.
奥加罗斯听到从巴勒斯坦来往埃德萨的人传报这些事,便鼓起勇气,给耶稣写了一封信,请求他离开犹太地和那里忘恩负义的人们,在余生中与他同住。
ἐπεὶ ταῦτα ὁ Χριστὸς ἀπενεχθέντα εἶδεν, ἀντέγραψε πρὸς τὸν Αὔγαρον, ὡς μὲν οὐκ ἀφίξεται ἄντικρυς ἀπολέγων, τὴν δὲ ὑγίειαν τῷ γράμματι ὑποσχόμενος.
基督见到送来的这封信后,给奥加罗斯写了回信,明确拒绝前去,却在信中许诺赐他健康。
φασὶ δὲ καὶ τοῦτο αὐτὸν ἐπειπεῖν, ὡς οὐδὲ ἡ πόλις ποτὲ βαρβάροις ἁλώσιμος ἔσται. τοῦτο τῆς ἐπιστολῆς τὸ ἀκροτελεύτιον οἱ μὲν ἐκείνου τοῦ χρόνου τὴν ἱστορίαν ξυγγράψαντες οὐδαμῆ ἔγνωσαν· οὐ γὰρ οὖν οὐδέ πη αὐτοῦ ἐπεμνήσθησαν· Ἐδεσσηνοὶ δὲ αὐτὸ ξὺν τῇ ἐπιστολῇ εὑρέσθαι φασίν, ὥστε ἀμέλει καὶ ἀνάγραπτον οὕτω τὴν ἐπιστολὴν ἀντ’ ἄλλου του φυλακτηρίου ἐν ταῖς τῆς πόλεως πεποίηνται πύλαις.
人们还说他也附带说了这样的话:这座城永远不会被蛮族攻破。这封信的结尾部分,写下当时历史的人全不知晓;因为他们压根没有在任何地方提及此事;但埃德萨人声称它是同信函一同被发现的,因此他们确实将如此书写的手书代替其他任何护符刻写在城门上。
γέγονε μὲν οὖν ὑπὸ Μήδοις χρόνῳ τινὶ ὕστερον, οὐχ ἁλοῦσα μέντοι, ἀλλὰ τρόπῳ τοιῷδε.
后来在某个时期,该城确曾落入米底亚人之手,然而并非被攻陷,而是通过以下的方式。
ἐπειδὴ τὸ γράμμα τοῦ Χριστοῦ Αὔγαρος ἔλαβε, κακῶν μὲν ὀλίγῳ ὕστερον ἀπαθὴς γέγονε, συχνὸν δὲ τῇ ὑγιείᾳ ἐπιβιοὺς χρόνον ἐτελεύτησεν· ὅστις δὲ διεδέξατο τὴν βασιλείαν τῶν αὐτοῦ παίδων, ἀνοσιώτατος γεγονὼς ἁπάντων ἀνθρώπων, ἄλλα τε πολλὰ ἐς τοὺς ἀρχομένους ἐξήμαρτε καὶ τὴν ἐκ Ῥωμαίων δεδιὼς τίσιν προσεχώρησεν ἑκούσιος Πέρσαις.
奥加罗斯收到基督的手书后,不久便摆脱了疾病的折磨,在健康中生活了很长一段时间后去世;但他继承王位的儿子成了世上最不义的人,对臣民犯下了许多罪行,又害怕罗马人的惩罚,便自愿投降了波斯人。
χρόνῳ τε πολλῷ Ἐδεσσηνοὶ ὕστερον ἀνελόντες τῶν βαρβάρων τοὺς σφίσιν ἐνδημοῦντας φρουροὺς ἐνέδοσαν Ῥωμαίοις τὴν πόλιν. αὐτῷ προσποιεῖσθαι ἐπιμελές ἐστι, τεκμαιρόμενος2 οἷς ἐν τοῖς κατ’ ἐμὲ χρόνοις γέγονεν, ἅπερ ἐν τοῖς καθήκουσι λόγοις δηλώσω.
很久以后,埃德萨人诛杀了驻扎在他们之中的蛮族卫兵,将城池交还给了罗马人。正如我从发生在我自己时代的事情所推测的那样,上帝意在将此城归属于自己,这我将在适当的篇章中予以阐明。
καί μοί ποτε ἔννοια γέγονεν ὡς εἰ μὴ ταῦτα ἅπερ ἐρρήθη ὁ Χριστὸς ἔγραψεν, ἀλλ’ ὅτι ἐς τοῦτο δόξης ἄνθρωποι ἦλθον,3 φυλάξαι διὰ τοῦτο ἀνάλωτον ἐθέλει τὴν πόλιν, ὡς μήποτε αὐτοῖς πλάνης τινὰ σκῆψιν διδοίη. ταῦτα μὲν οὖν ὅπη τῷ θεῷ φίλον, ταύτῃ ἐχέτω τε καὶ λεγέσθω.
我曾有过一个想法,即即便基督并未写下传言中的那些话,但既然人们已经有了这种确信,他便因此愿意守护这座城市不被攻破,以免给他们留下任何迷误的借口。不过,这些事就任凭上帝的心意如何,便如何保持与被谈论吧。
Χοσρόῃ δὲ τότε προὔργου διὰ ταῦτα ἔδοξεν εἶναι Ἔδεσσαν ἐξελεῖν. καὶ ἐπεὶ ἐς Βάτνην ἀφίκετο, πόλισμα μὲν βραχὺ καὶ λόγου οὐδενὸς ἄξιον, ἡμέρας δὲ ὁδῷ Ἐδέσσης διέχον, ἐνταῦθα μὲν τὴν νύκτα ἐκείνην ηὐλίσατο, ὄρθρου δὲ βαθέος παντὶ τῷ στρατῷ ἐπὶ τὴν Ἔδεσσαν ἤλαυνε.
当时,库思老出于这些原因,认为攻取埃德萨是有利的。当他抵达巴特奈——一个微小且不值一提的镇子,距离埃德萨有一天的路程——便在那里过夜,黎明破晓时率全军向埃德萨进发。
καὶ αὐτοῖς ξυνέβη πλάνῃ περιπεσοῦσι τῇ ὑστεραίᾳ ἐς τὸν αὐτὸν αὐλίζεσθαι χῶρον· ὅπερ αὐτοῖς λέγουσι καὶ δὶς ξυμβῆναι. μόλις δὲ ἄγχιστα Ἐδέσσης γενομένῳ Χοσρόῃ ῥεύματός φασιν ἐς τὸ πρόσωπον ἐπιπεσόντος ἐπῆρθαι τὴν γνάθον. διὸ δὴ τῆς μὲν πόλεως ἀποπειρᾶσθαι οὐδαμῆ ἤθελε, Παῦλον δὲ πέμψας χρήματα Ἐδεσσηνοὺς ᾔτει.
他们却迷失了道路,碰巧在次日又回到了原处宿营;据说这事在他们身上竟发生了两次。当库思老好不容易极其接近埃德萨时,据说一股体液流下侵袭面部,致使下颌肿起。因此他决不愿再图谋攻打该城,而是派遣保罗向埃德萨人索要钱财。
οἱ δὲ ἀμφὶ τῇ πόλει μὲν δεδιέναι ἥκιστα ἔφασκον, ὅπως δὲ μὴ τοῖς χωρίοις λυμήνηται, ὡμολόγησαν δύο χρυσοῦ κεντηνάρια δώσειν. καὶ ὃς τά τε χρήματα ἔλαβε καὶ διεσώσατο τὰ ξυγκείμενα.
埃德萨人声称他们对城池的安全丝毫不惧,但为了不让他蹂躏田庄,他们同意献出两百磅黄金。于是他收下了钱,并且恪守了协定。
- 2.12.18οἱ δείμασθαι
间接反身代词与格 οἱ 与中动态不定式 δείμασθαι 连用,作利益与格,表示“为自己建造/让人为自己建造”。
- 2.12.29αὐτῷ προσποιεῖσθαι ἐπιμελές ἐστι, τεκμαιρόμενος
句中 ἐπιμελές ἐστι 为非人称表达,接不定式 προσποιεῖσθαι(“意在据为己有”),而其后的阳性单数主格分词 τεκμαιρόμενος(“根据……推测”)则发生了破格(anacoluthon),在意义上指涉第一人称叙述者自身。
- 2.12.30ὡς εἰ μὴ ταῦτα ἅπερ ἐρρήθη ὁ Χριστὸς ἔγραψεν, ἀλλ’ ὅτι ἐς τοῦτο δόξης ἄνθρωποι ἦλθον
在由 ἔννοια γέγονεν 引出的 ὡς 从句内部,让步条件句 εἰ μὴ... ἔγραψεν(“即便基督未曾写下……”)与原因句 ἀλλ’ ὅτι... ἦλθον(“但因人们确立了此种信念……”)形成对照,共同统领后面的主干不定式结构 φυλάξαι... ἐθέλει。
