- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:2.12.1-2.12.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
库斯老在向哈尔基斯勒索赎金后渡河进入美索不达米亚,并萌生攻占埃德萨之野心;由此引出埃德萨统治者阿布加尔凭借机智获奥古斯都准允归国的往事。
Ἐπεὶ δὲ ἐς Χαλκίδα πόλιν ἀφίκετο, Βεροίας πόλεως τέτρασι καὶ ὀγδοήκοντα σταδίοις διέχουσαν, αὖθις ἐς λήθην τινὰ τῶν ξυγκειμένων ἦλθε, στρατοπεδευσάμενός τε τοῦ περιβόλου οὐ μακρὰν ἄποθεν, ἔπεμψε Παῦλον ἀπειλήσοντα Χαλκιδεῦσι πολιορκίᾳ τὴν πόλιν αἱρήσειν, εἰ μὴ τήν τε σωτηρίαν ὤνιον κτήσονται τὰ λύτρα διδόντες καὶ τοὺς στρατιώτας ὅσους ἐνταῦθα ξυμβαίνει εἶναι ξὺν τῷ ἡγεμόνι ἐκδοῖεν σφίσι.1
当他抵达距贝罗亚城八十四斯塔德的哈尔基斯城时,再次陷入对协议的漠视之中,并在距城墙不远处扎营,派遣保罗前往威胁哈尔基斯人:若他们不交付赎金以购得自身的保全,并将当地所有的驻军及其长官一同引渡给〔波斯人〕,他便将围攻破城。
Χαλκιδεῖς δὲ ἐς δέος μέγα πρὸς ἑκατέρου βασιλέως2 ἐμπεπτωκότες στρατιώτας μὲν ἀπώμοσαν ὡς ἥκιστα ἐπιδημεῖν σφίσι, καίπερ ἄλλους τε καὶ Ἀδόναχον τὸν τῶν στρατιωτῶν ἄρχοντα κρύψαντες ἐν οἰκίσκοις τισίν, ὅπως μὴ τοῖς πολεμίοις ἔνδηλοι ὦσι· χρυσοῦ δὲ κεντηνάρια δύο συλλέξαντες μόλις, ἐπεὶ πόλιν οὐ λίαν εὐδαίμονα ᾤκουν, τῷ τε Χοσρόῃ ζωάγρια δόντες τήν τε πόλιν καὶ σφᾶς αὐτοὺς διεσώσαντο.
哈尔基斯人由于深恐这两位君主,遂发誓坚称城中绝无士兵停留,尽管他们已将其他士兵以及士兵统领阿多纳库斯藏匿在一些小屋中,以免被敌军察觉;并且由于他们所居的并非一座富庶的城市,他们勉强凑集了两百磅黄金,作为买命的代价献给库斯老,从而保全了城市与他们自己。
Ἐνθένδε οὐκέτι ὁ Χοσρόης ἐβούλετο τὴν ἀποπορείαν ᾗπερ ἐληλύθει ποιήσασθαι, ἀλλ’ Εὐφράτην τε ποταμὸν διαβῆναι καὶ χρήματα ὅτι πλεῖστα ἐκ Μεσοποταμίας ληίζεσθαι.
自此,库斯老不再打算沿来时的道路撤退,而是想渡过幼发拉底河,从美索不达米亚掠夺尽可能多的财物。
γέφυραν οὖν ζεύξας ἀμφὶ Ὀββάνης τὸ χωρίον, ὅπερ τοῦ ἐν Βαρβαλισσῷ φρουρίου τεσσαράκοντα σταδίους ἀπέχει, αὐτός τε διέβη καὶ παντὶ τῷ στρατῷ ὡς τάχιστα διαβαίνειν ἐπέστελλεν, ὑπειπὼν μὲν τὴν γέφυραν τρίτῃ ἡμέρᾳ λύσεσθαι, τάξας δὲ καὶ τὸν τῆς ἡμέρας καιρόν.
于是,他在距巴巴利苏斯堡垒四十斯塔德的奥巴内村落附近架起一座桥,自己先行渡河,并命令全军尽快渡河,预先说明桥梁将于第三日拆毁,且规定了该日的具体时刻。
καὶ ἐπεὶ παρῆν ἡ κυρία,3 τινὰς μὲν τοῦ στρατοῦ ἀπολελεῖφθαι μή πω διαβάντας ξυνέβαινεν, ὁ δὲ οὐδ’ ὁτιοῦν ὑπολογισάμενος ἔπεμψε τοὺς τὴν γέφυραν διαλύσοντας.
到了约定的时刻,军队中恰好尚有人未能渡完而滞留,但他全不顾念任何事,径自派人拆毁了桥梁。
οἵ τε ἀπολειπόμενοι, ὡς ἕκαστός πη ἐδύνατο, εἰς τὰ πάτρια ἤθη ἀνέβαινον. Τότε δὴ φιλοτιμία τις Χοσρόην ἐσῆλθε πόλιν Ἔδεσσαν ἐξελεῖν.
滞留下来的人各自尽其所能返回祖邦故土。正在那时,库斯老心中升起攻取埃德萨城的野心。
ἐνῆγε γὰρ αὐτὸν ἐς τοῦτο Χριστιανῶν λόγος καὶ ἔδακνεν αὐτοῦ τὴν διάνοιαν, ὅτι δὴ ἀνάλωτον αὐτὴν ἰσχυρίζοντο εἶναι ἐξ αἰτίας τοιᾶσδε.
因为基督徒的言论促动了他并刺激着他的心思,只因他们声称该城因如下缘由而绝不可能被攻陷。
Αὔγαρος ἦν τις ἐν τοῖς ἄνω χρόνοις Ἐδέσσης τοπάρχης ʽοὕτω γὰρ τοὺς κατὰ ἔθνος βασιλεῖς τηνικαῦτα ἐκάλουν̓. ὁ δὲ Αὔγαρος οὗτος ξυνετώτατος ἐγεγόνει τῶν κατ’ αὐτὸν ἀνθρώπων ἁπάντων, καὶ ἀπ’ αὐτοῦ βασιλεῖ Αὐγούστῳ ἐς τὰ μάλιστα φίλος.
在昔日古时,埃德萨有一位名叫阿布加尔的托帕克(当时人们如此称呼各民族之王)。这位阿布加尔是当时所有人中最聪颖者,因此与奥古斯都皇帝结下了极深的情谊。
ἔνσπονδος γὰρ Ῥωμαίοις εἶναι βουλόμενος ἐς Ῥώμην τε ἀφίκετο, καὶ τῷ Αὐγούστῳ ἐς λόγους ἥκων οὕτω δὴ αὐτὸν τῆς ξυνέσεως τῷ περιόντι ἐξέπληξεν ὥστε οὐκέτι αὐτοῦ μεθίεσθαι Αὔγουστος τῆς ξυνουσίας ἐβούλετο, ἀλλ’ ἦν τε αὐτοῦ τῆς ὁμιλίας εὐθὺς διάπυρος ἐραστής, καὶ ἐπειδὰν ἐντύχοι, ἀπαλλάσσεσθαι αὐτοῦ οὐδαμῆ ἤθελε.
为了与罗马人缔结盟约,他来到了罗马;他与奥古斯都交谈,以其超绝的智识令皇帝如此惊叹,以致奥古斯都再也不愿失去其陪伴,而是立刻炽烈地倾心于其清谈,每逢相见便无论如何都不愿与他分别。
χρόνος οὖν αὐτῷ ἐν ταύτῃ δὴ συχνὸς τῇ ἀποδημίᾳ ἐτρίβη. καί ποτε ἐς ἤθη πάτρια ἐθέλων ἰέναι πείθειν τε τὸν Αὔγουστον μεθεῖναι αὐτὸν ὡς ἥκιστα ἔχων,4 ἐπενόει τάδε. ἐστάλη μὲν ὡς κυνηγετήσων ἐς τὰ ἐπὶ Ῥώμης χωρία· μελέτην γὰρ περὶ ταῦτα κατεσπουδασμένην τινὰ ἐτύγχανεν ἔχων. περιιὼν δὲ χώραν πολλὴν συχνὰ τῶν ἐκείνῃ θηρίων ζῶντα ἐθήρα, καὶ χοῦν ἐκ τῆς γῆς ξυναμησάμενος ἔφερεν ἐκ χώρας ἑκάστης· οὕτω τε ἐπανῆκεν εἰς Ῥώμην, τόν τε χοῦν καὶ τὰ θηρία ἔχων.
因此,他在这次滞留异乡期间耗费了大量时光。后来,他渴望回归祖邦,却绝无可能说服奥古斯都放他离开,于是他心生一计。他仿佛要去打猎一般动身前往罗马郊野;因为他恰好对此道极有热情与造诣。他在广袤的土地上巡行,生擒了当地的许多野兽,并从每一处土地上刮集并运走泥土;就这样,他携带着泥土和野兽返回了罗马。
ὁ μὲν οὖν Αὔγουστος ἐς τὸν ἱππόδρομον ἀναβὰς ἐκάθητο ᾗπερ εἰώθει, Αὔγαρος δέ οἱ ἐς ὄψιν ἥκων τήν τε γῆν καὶ τὰ θηρία ἐπέδειξε, καταλέγων ἐκ ποίας ποτὲ χώρας ἥ τε γῆ ἑκάστη καὶ τῶν θηρίων τίνα ποτὲ εἴη.
奥古斯都登上赛马场照常就座;阿布加尔来到他面前,展示了泥土与野兽,逐一说明每撮泥土来自何方,各个野兽又属于何地。
ἔπειτα τὴν μὲν γῆν ἄλλην ἄλλῃ τοῦ ἱπποδρομίου ἐκέλευε θέσθαι, πάντα δὲ ἐς ταὐτὸ τὰ θηρία ξυναγαγόντας εἶτα ἀφεῖναι.
随后,他下令将泥土分别放置在赛马场的不同位置,并将野兽聚集于一处然后放开。
οἱ μὲν οὖν ὑπηρέται κατὰ ταῦτα ἐποίουν. τὰ δὲ θηρία χωρὶς ἀλλήλων γενόμενα ἐς ἐκείνην ἐχώρει τὴν γῆν ἣ δὴ ἐκ τῆς χώρας ὅθεν εἴληπτο ἐτύγχανεν οὖσα.
仆从们照此办理。野兽们各自散开,分别奔向那恰好取自它们被俘之地的泥土。
καὶ ὁ μὲν Αὔγουστος ἐπὶ πλεῖστον τὰ ποιούμενα ἐς τὸ ἀκριβὲς ἔβλεπε, καὶ ἐθαύμαζέ γε ὅτι δὴ τοῖς ζῴοις ἡ φύσις ἀδίδακτος οὖσα ποθεινὴν ποιεῖται τὴν πάτριον γῆν. Αὔγαρος δὲ αὐτοῦ τῶν γονάτων ἐκ τοῦ αἰφνιδίου λαβόμενος, “Ἐμὲ δέ,” εἶπε, “τίνα ποτὲ γνώμην ἔχειν, ὦ δέσποτα, οἴει, ᾧ γυνή τέ ἐστι καὶ παιδία καὶ βασιλεία βραχεῖα μέν, ἀλλ’ ἐν γῇ τῇ πατρῴᾳ;”
奥古斯都目不转睛地久久注视着这一切,深为惊异:不假受教的天性竟使动物如此眷恋故土。阿布加尔此时突然抱住皇帝的双膝,说道:“主人啊,我有妻子儿女,虽只拥有一方小小的邦国,却是在我父辈的故土之上;您认为我心中究竟作何感想呢?”
καὶ ὃς τῷ ἀληθεῖ τοῦ λόγου ἡσσηθείς τε καὶ βιασθεὶς ἀπιέναι τε ξυνεχώρει οὔτι ἑκούσιος καὶ προσαιτεῖσθαι ἐκέλευεν ὅτου ἂν δέηται.
皇帝被其言辞的真实所折服与打动,虽然极不情愿,仍准允他离去,并命他另外请求任何所需之物。
- 2.12.1εἰ μὴ τήν τε σωτηρίαν ὤνιον κτήσονται τὰ λύτρα διδόντες καὶ τοὺς στρατιώτας ὅσους ἐνταῦθα ξυμβαίνει εἶναι ξὺν τῷ ἡγεμόνι ἐκδοῖεν σφίσι
间接引语中条件从句并列动词的语气并不一致:前一条件保留了直接引语中具有威吓意味的将来直陈式(κτήσονται),而由 εἰ 连接的后一条件则在主句历史时态(ἔπεμψε)影响下转为间接引语中规则的祈愿式(ἐκδοῖεν)。
- 2.12.2πρὸς ἑκατέρου βασιλέως
介词短语 πρὸς ἑκατέρου βασιλέως 修饰前面的名词 δέος,表示恐惧的来源:源于两位君主的恐惧。哈尔基斯人一方面畏惧库斯老的武力报复,另一方面又恐惧若交出罗马守军会被查士丁尼皇帝视为叛逆问罪。
- 2.12.5ἡ κυρία
法律与行政用语中的固定表达,省略了 ἡμέρα(或 ὥρα),意为“约定的日期”或“指定的期限”,承接上文库斯老所预定的第三日及其具体时辰。
- 2.12.10πείθειν τε τὸν Αὔγουστον μεθεῖναι αὐτὸν ὡς ἥκιστα ἔχων
动词 ἔχω 搭配不定式(πείθειν)表示能力(“能够……”),与最高级副词 ὡς ἥκιστα(“最不”、“绝无可能”)连用,意为“全然无法说服奥古斯都放他离去”。分词 ἔχων 修饰主语阿布加尔,表原因或伴随情况。
