← 普罗科皮乌斯

战史

§2.11.20-2.11.38

库斯老劫掠阿帕梅亚与归还真十字架

库斯老进入阿帕梅亚背弃誓约掠夺巨额宝物,但在主教托马斯的恳求下归还了真十字架圣木;在操纵赛马并处决一名强奸犯后,他率军撤离。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.11.20

ὁ δὲ Θωμᾶς, ἐπειδὴ περιῆλθε τὸν νεὼν ἅπαντα, καταθέμενος ἐν τῇ θήκῃ τὸ τοῦ σταυροῦ ξύλον ἐκάλυψε, καὶ τὸ σέλας ἐκ τοῦ αἰφνιδίου ἐπέπαυτο. μαθὼν δὲ τὸν τῶν πολεμίων στρατὸν ἄγχιστά που τῆς πόλεως ἥκειν, σπουδῇ πολλῇ παρὰ τὸν Χοσρόην ἀφίκετο.

托马斯走遍整座圣殿后,将十字架的圣木置入箱中并盖上,那道光芒便猛然熄灭。当得知敌军已逼近该城附近时,他急忙奔赴库斯老处。

§2.11.21

καὶ ὃς ἐπεὶ ἀνεπυνθάνετο τοῦ ἱερέως εἰ βουλομένοις τοῖς Ἀπαμεῦσιν εἴη1 ἀπὸ τοῦ περιβόλου ἀντιτάξασθαι τῷ Μήδων στρατῷ, ἀπεκρίνατο Θωμᾶς οὐδὲν τοῖς ἀνθρώποις τοιοῦτο ἐς ἔννοιαν ἥκειν.

当库斯老向祭司询问阿帕梅亚人是否愿意在城堞上列阵抗击米底军队时,托马斯回答说城中民众绝无此类想法。

§2.11.22

“Οὐκοῦν” ἔφη ὁ Χοσρόης “δέξασθέ με τῇ πόλει ξὺν ὀλίγοις τισὶ πάσαις ἀναπεπταμέναις ταῖς πύλαις.” ὁ ἱερεὺς εἶπεν “Ἐπ’ αὐτὸ γὰρ δὴ παρακαλέσων τοῦτο ἀφῖγμαι.” ὁ μὲν οὖν στρατὸς ἅπας ἐστρατοπεδεύσαντο διεσκηνημένοι πρὸ τοῦ περιβόλου, Ὁ δὲ Χοσρόης ἄνδρας τῶν ἐν Πέρσαις ἀρίστων διακοσίους ἀπολεξάμενος ἐς τὴν πόλιν εἰσήλασεν. ἐπεὶ δὲ γέγονεν εἴσω πυλῶν, ἐπελάθετο ἑκών γε εἶναι2 τῶν αὐτῷ τε καὶ τοῖς πρέσβεσι ξυγκειμένων, καὶ τὸν ἐπίσκοπον ἐκέλευε δοῦναι οὐ χίλια μόνον ἀργύρου σταθμὰ οὐδὲ τούτων δεκαπλάσια, ἀλλὰ καὶ τὰ κειμήλια ὅσα δὴ ἐνταῦθα ἔτυχε κείμενα, χρυσᾶ τε καὶ ἀργυρᾶ ξύμπαντα, μεγάλα ὑπερφυῶς ὄντα.

库斯老说:“那么,就将全部城门大开,迎我带少数随从进城吧。”祭司答道:“我正是为此事前来相请。”于是全军在城墙前扎营露宿,而库斯老挑选了两百名波斯精锐骑马入城。当他进到城门以内后,便故意无视自己与使节们达成的协议,命令主教不仅要交出一千磅白银,甚至十倍于此亦不够,还要交出当地存放的所有金银珍宝,其规模极其巨大。

§2.11.25

οἶμαι δ’ ἂν αὐτὸν καὶ τὴν πόλιν ὅλην ἀνδραποδίσασθαί τε καὶ ληίσασθαι οὐκ ἂν ἀποκνῆσαι, εἰ μή τι θεῖον αὐτὸν ἐκ τοῦ ἐμφανοῦς διεκώλυσεν.3

我想,若非某种神圣力量显赫地阻拦了他,他甚至绝不会迟疑于将整座城市洗劫一空并掳为奴隶。

§2.11.26

οὕτως αὐτὸν ἥ τε φιλοχρηματία ἐξέπλησσε καὶ ἔστρεφεν αὐτοῦ τὴν διάνοιαν ἡ τῆς δόξης ἐπιθυμία.

贪财之心彻底将他吞噬,而对虚名之渴望更是扭曲了他的神智。

§2.11.27

κλέος γάρ οἱ μέγα τοὺς τῶν πόλεων ἀνδραποδισμοὺς ᾤετο εἶναι, οὐδὲν τὸ παράπαν ποιούμενος εἰ σπονδάς τε καὶ ξυνθήκας ἠλογηκὼς τὰ τοιαῦτα ἐς τοὺς Ῥωμαίους ἐργάζεται.

因为他自认为奴役城邦乃是莫大的荣耀,全然不在乎自己是否弃和约盟誓于不顾而对罗马人施加此类行径。

§2.11.28

ταύτην τε Χοσρόου δηλώσει τὴν γνώμην ἅ τε ἀμφὶ πόλιν Δάρας ἐν ταύτῃ δὴ ἐνεχείρησε τῇ ἀποπορείᾳ, ἐν πάσῃ ἀλογίᾳ ποιησάμενος τὰ ξυγκείμενα, καὶ ἃ Καλλινικησίους ὀλίγῳ ὕστερον ἐν σπονδαῖς ἔδρασεν, ἅπερ μοι ἐν τοῖς ὄπισθε λελέξεται λόγοις. ἀλλ’ ὁ θεός, ὥσπερ εἴρηται, Ἀπάμειαν διεσώσατο. ἐπεὶ δὲ τὰ κειμήλια ὁ Χοσρόης ξύμπαντα εἷλε καὶ αὐτὸν μεθύοντα ἤδη τῇ τῶν χρημάτων ἀφθονίᾳ ὁ Θωμᾶς εἶδε, τὸ τοῦ σταυροῦ ξύλον ξὺν τῇ θήκῃ ἐξενεγκὼν ἀνέῳγέ τε τὴν θήκην καὶ τὸ ξύλον ἐνδεικνύμενος “Ὦ κράτιστε βασιλεῦ” ἔφη “ταῦτά μοι ἀπολέλειπται μόνα ἐκ πάντων χρημάτων.

库斯老的这一用心,从他在此次撤军期间于达拉城周围所图谋之举——全然不顾先前协议——以及不久之后在休战状态下对卡利尼库姆人所为之恶行中便可明见,关于这些我将在后续叙述中细表。然而,正如前文所言,神明保全了阿帕梅亚。 当库斯老夺取了全部珍宝,托马斯见他已沉醉于巨量财货之中时,便将十字架的圣木连同匣子一同捧出,打开匣盖,展示圣木说道:“至尊的王啊,在所有财货之中,我唯独只剩下这些了。

§2.11.30

θήκην μὲν οὖν τήνδε ʽχρυσῷ τε γὰρ κεκαλλώπισται καὶ λίθοις ἐντίμοισ̓ φθόνος οὐδεὶς λαβόντα σε ξὺν τοῖς ἄλλοις ἅπασιν ἔχειν, τουτὶ δὲ τὸ ξύλον, σωτήριόν τε ἡμῖν καὶ τίμιόν ἐστι, τοῦτο, ἱκετεύω σε καὶ δέομαι, δός μοι.” ὁ μὲν ἱερεὺς τοσαῦτα εἶπε. ξυνεχώρει δὲ Χοσρόης καὶ τὴν δέησιν ἐπιτελῆ ἐποίει.

至于这只箱匣——因其以黄金和珍贵宝石装饰——您若与其余财宝一同据为己有,我绝无怨言;但请将这块圣木——对我们而言既是救赎亦无比珍贵——求您发发慈悲,将其留给我。”祭司说了这席话,库斯老应允并准其所请。

§2.11.31

Μετὰ δὲ φιλοτιμίᾳ πολλῇ χρώμενος τόν τε δῆμον ἐς τὸ ἱπποδρόμιον ἀναβαίνειν ἐκέλευε καὶ τοὺς ἡνιόχους ἀγωνίζεσθαι τὰ εἰωθότα σφίσιν.

此后,库斯老大逞排场,命令民众前往赛马场,令御者照常举行竞技。

§2.11.32

οὗ δὴ καὶ αὐτὸς ἀναβὰς θεατὴς γενέσθαι τῶν ποιουμένων ἐν σπουδῇ ἐποιεῖτο. ἐπεὶ δὲ ἠκηκόει πολλῷ πρότερον Ἰουστινιανὸν βασιλέα χρώματος τοῦ Βενέτου, ὃ δὴ κυάνεόν ἐστιν, ἐκτόπως ἐρᾶν, ἀπ’ ἐναντίας αὐτῷ κἀνταῦθα ἰέναι βουλόμενος ἤθελε τῷ πρασίνῳ τὴν νίκην ἁρμόσαι.

他本人亦亲临其上,极力成为竞赛的观众。由于他很久以前便听说查士丁尼皇帝极度偏爱蓝色派——即深青色——遂意图在此时此地亦与皇帝针锋相对,渴望将胜利赐予绿色派。

§2.11.33

οἱ μὲν οὖν ἡνίοχοι ἀπὸ βαλβίδων ἀρξάμενοι ἔργου εἴχοντο, τύχη δέ τις τῷ τὰ Βένετα ἐνδιδυσκομένῳ ἐγένετο παρελάσαντι ἐπίπροσθεν ἰέναι.

御者们自起跑线出发,奋力驰骋,身着蓝衣者恰逢机运,超车后行于前列。

§2.11.34

εἵπετο δὲ αὐτῷ κατὰ τὰς αὐτὰς ἁματροχιὰς ὁ τὸ πράσινον ἀμπεχόμενος χρῶμα.

身着绿衣者则沿相同车辙尾随其后。

§2.11.35

ὅπερ ἐξεπίτηδες ὁ Χοσρόης γεγονέναι οἰόμενος, ἠγανάκτει τε καὶ ξὺν ἀπειλῇ ἀνεβόα τὸν Καίσαρα προτερῆσαι τῶν ἄλλων οὐ δέον,4 ἐκέλευέ τε τοὺς προτέρους ἰόντας ἵππους ἐπέχεσθαι, ὅπως τὸ λοιπὸν κατόπισθεν γενόμενοι ἀγωνίζωνται· ὅπερ ἐπειδὴ οὕτως ἐπέπρακτο ὥσπερ ἐκεῖνος ἐκέλευε, νικᾶν οὕτως ὅ τε Χοσρόης καὶ μέρος τὸ πράσινον ἔδοξεν.

库斯老疑心此乃故意为之,大为恼火,带着威吓高声叫喊,称皇帝绝不可领先于他人,遂下令遏制跑在前面的赛马,以便使其在剩余赛程中于后方竞逐;当这一切全如其命令执行后,库斯老与绿色派便以这种方式看似胜出。

§2.11.36

ἐνταῦθα τῶν τις Ἀπαμέων Χοσρόῃ ἐς ὄψιν ἥκων ᾐτιᾶτο Πέρσην ἄνδρα ἐς τὴν οἰκίαν τὴν αὐτοῦ ἀναβάντα τὴν παῖδα οὖσαν παρθένον βιάζεσθαι.

正在此时,一名阿帕梅亚人来到库斯老面前,控告一名波斯男子闯入其家中,强暴了其身为处女的女儿。

§2.11.37

ὁ δὲ ταῦτα ἀκούσας καὶ τῷ θυμῷ ζέων ἄγεσθαι τὸν ἄνδρα ἐκέλευε. καὶ ἐπεὶ παρῆν ἤδη, ἀνασκολοπισθῆναι αὐτὸν ἐν τῷ στρατοπέδῳ ἐπέστελλε.

库斯老听闻此言,怒火中烧,下令将该男子押来;待其押到后,命人在营地中将其处以穿刺极刑。

§2.11.38

γνοὺς δὲ ὁ δῆμος παντὶ σθένει ἀνέκραγον ἐξαίσιον οἷον, πρὸς τῆς τοῦ βασιλέως ὀργῆς τὸν ἄνθρωπον ἐξαιτούμενοι. Χοσρόης δὲ ὡμολόγησε μὲν αὐτοῖς τὸν ἄνδρα ἀφήσειν, λάθρα δὲ ἀνεσκολόπισεν οὐ πολλῷ ὕστερον. ταῦτα μὲν οὖν τῇδε διαπεπραγμένος παντὶ τῷ στρατῷ ὀπίσω ἀπήλαυνεν.

然而民众得知此事后,竭尽全力发出异乎寻常的呼喊,恳求从国王之怒火下赦免该人。库斯老口头上答应他们会释放该男子,但不久后便暗中将其处以穿刺之刑。在此地办妥这些事务后,他遂率全军返程。

语法注4 条
  1. 2.11.21βουλομένοις τοῖς Ἀπαμεῦσιν εἴη

    与格分词 βουλομένοις 与存在动词 εἴη 构成的希腊语特征句式,表示意愿或赞同(“阿帕梅亚人是否愿意……”)。由引导间接疑问句的连词 εἰ 引出。

  2. 2.11.24ἑκών γε εἶναι

    限制性绝对不定词短语(absolute infinitive),意为“就其意愿而言”、“故意地”或“心甘情愿地”。用以修饰 ἐπελάθετο,表明库斯老并非疏忽,而是蓄意无视和约。

  3. 2.11.25οἶμαι δ’ ἂν αὐτὸν καὶ τὴν πόλιν ὅλην ἀνδραποδίσασθαί τε καὶ ληίσασθαι οὐκ ἂν ἀποκνῆσαι, εἰ μή τι θεῖον αὐτὸν ἐκ τοῦ ἐμφανοῦς διεκώλυσεν

    由 οἶμαι 统摄的间接引语中的过去非真实条件句(反事实条件句)。归结句为对格不定词结构,采用带有小词 ἄν 的不定词 οὐκ ἂν ἀποκνῆσαι(对应直接引语中的陈述语气过去时 οὐκ ἂν ἀπώκνησε);条件从句则使用 εἰ μή 加陈述语气不定过去时 διεκώλυσεν。紧随 οἶμαι 之后的 ἄν 属于该小词的前置重叠用法。

  4. 2.11.35τὸν Καίσαρα προτερῆσαι τῶν ἄλλων οὐ δέον

    表示呼喊内容(ἀνεβόα)的对格不定词结构。τὸν Καίσαρα 指罗马皇帝查士丁尼(或其所支持的党派/代表皇帝的车手),οὐ δέον 则是无人称动词 δεῖ 的中性单数对格绝对分词(accusative absolute),作副词性修饰,意为“实属不该”、“不合体统”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:2.11.20-2.11.38