← 普罗科皮乌斯

战史

§2.11.1-2.11.19

库斯老进军阿帕梅亚与真十字架的神迹

库斯老在造访塞琉西亚与达芙妮之后,意图借故劫掠而率军向阿帕梅亚进发。大难临头的阿帕梅亚民众恳请展示真十字架残片,圣木上方随即显现照亮穹顶的火光神迹,使全城重获获救的信心。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.11.1

Τότε ὁ Χοσρόης ἐς Σελεύκειαν, πόλιν ἐπιθαλασσίαν, Ἀντιοχείας τριάκοντα καὶ ἑκατὸν σταδίοις διέχουσαν ἦλθεν, ἐνταῦθά τε Ῥωμαίων οὐδένα οὔτε εὑρὼν οὔτε λυμηνάμενος ἀπελούσατο μὲν ἐκ τῆς θαλάσσης τῷ ὕδατι μόνος, θύσας τε τῷ ἡλίῳ καὶ οἷστισιν ἄλλοις ἐβούλετο, πολλά τε ἐπιθειάσας ὀπίσω ἀπήλαυνεν.

彼时,库斯老前往距安条克一百三十斯塔德的海滨之城塞琉西亚;他在那里既未遇到任何罗马人,也未造成任何破坏,独自一人用海水沐浴,向太阳神及他所希冀的其他神明献祭,并在作了诸多祈祷后骑马返回。

§2.11.2

ἔς τε τὸ στρατόπεδον ἀφικόμενος, ἐπιθυμίαν οἱ ἔφασκέ τινα εἶναι τὴν Ἀπαμέων πόλιν ἐν γειτόνων οὖσαν οὐκ ἄλλου του ἕνεκα ἢ ἱστορίας θεάσασθαι.

一回到营地,他便声称自己有意前往邻近的阿帕梅亚城,绝无他意,仅仅是为了考察游览一番。

§2.11.3

ξυνεχώρουν τε οὐχ ἑκούσιοι καὶ τοῦτο οἱ πρέσβεις, ἐφ’ ᾧ μέντοι αὐτὸν θεασάμενόν τε τὴν πόλιν καὶ ἀργύρου χιλίας κομισάμενον ἐνθένδε λίτρας, οὐδέν τι ἄλλο λυμηνάμενον ἀπελαύνειν ὀπίσω.1

使节们虽不情愿,却也同意了此事,但条件是他观览该城并从中收取一千磅白银之后,不得再施加任何其他破坏,即刻撤回。

§2.11.4

ἔνδηλος δὲ ἦν ὁ Χοσρόης τοῖς τε πρέσβεσι καὶ πᾶσι τοῖς ἄλλοις ὅτι δὴ ἐς τὴν Ἀπάμειαν τοῦδε ἕνεκα στέλλοιτο μόνον, ὅπως δή τινος σκήψεως οὐκ ἀξιολόγου λαβόμενος αὐτήν τε καὶ τὴν ἐκείνῃ χώραν ληίσηται. τότε μὲν οὖν ἐς Δάφνην ἀνέβη, τὸ Ἀντιοχείας προάστειον.

然而,对使节们以及其他所有人而言,库斯老前往阿帕梅亚的企图显然仅在于此:即抓住某个微不足道的借口,洗劫该城及其领地。那时,他登上了安条克的郊区达芙妮。

§2.11.5

ἔνθα δὴ τό τε ἄλσος ἐν θαύματι μεγάλῳ ἐποιήσατο καὶ τὰς τῶν ὑδάτων πηγάς· ἄμφω γὰρ ἀξιοθέατα ἐπιεικῶς ἐστι. καὶ θύσας ταῖς νύμφαις ἀπιὼν ᾤχετο, ἄλλο μὲν οὐδὲν λυμηνάμενος, τοῦ δὲ ἀρχαγγέλου Μιχαὴλ τὸ ἱερὸν καύσας ξὺν ἑτέραις τισὶν οἰκίαις ἐξ αἰτίας τοιᾶσδε.

在那里,他对圣树林以及诸水源赞叹不已;盖因二者皆委实极具观赏价值。他在向水仙诸神献祭后便行离去,未曾施加其他破坏,却将大天使米迦勒的圣堂连同其他若干房屋一同焚毁,其原由如下。

§2.11.7

Πέρσης ἀνὴρ ἵππῳ ὀχούμενος, ἔν τε τῷ Περσῶν στρατῷ δόκιμος καὶ Χοσρόῃ βασιλεῖ γνώριμος, ἐς χῶρον κρημνώδη ἀμφὶ τὸν λεγόμενον Τρητὸν ἦλθε ξὺν ἑτέροις τισίν, οὗ δὴ τοῦ ἀρχαγγέλου Μιχαὴλ νεώς ἐστιν, Εὐάριδος ἔργον.

一名在波斯军中颇有名望且为库斯老王所熟识的波斯骑兵,与另外数人来到称为特雷托斯之处周围的一片陡峭地带,那里矗立着大天使米迦勒的圣殿,乃是欧阿里斯的工程。

§2.11.8

οὗτος ἀνὴρ τῶν τινα Ἀντιοχέων νεανίαν πεζόν τε καὶ μόνον κρυπτόμενον ἐνταῦθα ἰδὼν ἐδίωκε τῶν ἑτέρων χωρίς. ἦν δὲ κρεοπώλης ὁ νεανίας, Ἀείμαχος ὄνομα. ὃς ἐπειδὴ καταλαμβάνεσθαι ἔμελλεν, ἐπιστραφεὶς ἐκ τοῦ αἰφνιδίου λίθῳ τὸν διώκοντα βάλλει, ἐπιτυγχάνει τε τοῦ μετώπου ἐς τὴν παρὰ τὸ οὖς μήνιγγα.2 καὶ ὁ μὲν ἐς τὸ ἔδαφος εὐθὺς ἔπεσεν, ὁ δὲ αὐτοῦ τὸν ἀκινάκην σπασάμενος κτείνει τὸν ἄνδρα.

此人见一名徒步且独自藏身于彼处的安条克青年,便撇下同伴独自追赶。该青年是个屠夫,名叫艾马科斯。当他眼看就要被追上时,猛然转身,用石块掷向追者,击中其近耳膜处的额头。骑兵随之立刻跌倒在地,青年拔出对方的短剑,将此人杀死。

§2.11.10

σκυλεύσας τε αὐτοῦ κατ’ ἐξουσίαν τά τε ὅπλα καὶ τὸν χρυσὸν ἅπαντα καὶ εἴ τι ἄλλο ἐτύγχανεν ἀμπεχόμενος, ἐπί τε τὸν ἵππον ἀναθορὼν πρόσω ἤλαυνεν.

随后他从容剥下了对方的兵刃、全部黄金以及所穿戴的其余一切物品,跃上其马匹向前疾驰。

§2.11.11

εἴτε δὲ τύχῃ εἴτε χωρίων ἐμπειρίᾳ χρησάμενος, λαθεῖν τε τοὺς πολεμίους καὶ διαφυγεῖν παντελῶς ἴσχυσε.

无论是因为侥幸还是借助对地形的熟悉,他得以瞒过敌人并彻底脱逃。

§2.11.12

ταῦτα ὁ Χοσρόης μαθὼν καὶ τοῖς ξυμπεσοῦσι περιαλγήσας, τῶν οἱ ἑπομένων τινὰς καῦσαι τὸν τοῦ ἀρχαγγέλου νεὼν οὗ πρόσθεν ἐμνήσθην ἐκέλευεν.

库斯老得知此事,因所发生的变故而极度悲愤,遂命令若干随从焚毁我先前所提及的大天使圣殿。

§2.11.13

οἱ δὲ τοῦτον ἐκεῖνον εἶναι ἡγούμενοι ξὺν ταῖς ἀμφ’ αὐτὸν οἰκοδομίαις ἐνέπρησαν, ἐπιτελεῖς τε πεποιῆσθαι τὰς Χοσρόου ἐντολὰς ᾤοντο. ταῦτα μὲν δὴ οὕτως ἔσχε.

那些人误以为眼前的圣殿便是那一座,遂将其同周遭建筑一并纵火焚毁,并自以为已经履行了库斯老的命令。此事大体便是如此。

§2.11.14

Χοσρόης δὲ παντὶ τῷ στρατῷ τὴν ἐπὶ Ἀπάμειαν ᾔει. ἔστι δὲ ξύλον πηχυαῖον ἐν Ἀπαμείᾳ, τοῦ σταυροῦ μέρος ἐν ᾧ τὸν Χριστὸν ἐν Ἱεροσολύμοις ποτὲ τὴν κόλασιν οὔτι ἀκούσιον ὑποστῆναι ὁμολογεῖται, κατὰ δὴ τὸν παλαιὸν χρόνον ἐνταῦθα πρὸς Σύρου ἀνδρὸς κομισθὲν λάθρα.

随后,库斯老率全军向阿帕梅亚进发。阿帕梅亚藏有一块长约一肘的木片,乃是基督当年在耶路撒冷绝非不情愿地承受刑罚的十字架之一部分,据传古时由一名叙利亚人秘密携至彼处。

§2.11.15

καὶ αὐτὸ οἱ πάλαι ἄνθρωποι φυλακτήριον μέγα σφίσι τε αὐτοῖς καὶ τῇ πόλει πιστεύοντες ἔσεσθαι θήκην αὐτοῦ ξυλίνην τινὰ πεποιημένοι κατέθεντο, ἣν δὴ χρυσῷ τε πολλῷ καὶ λίθοις ἐντίμοις ἐκόσμησαν, καὶ τρισὶ μὲν ἱερεῦσι παρέδοσαν, ἐφ’ ᾧ ξὺν πάσῃ ἀσφαλείᾳ φυλάξουσιν, ἐξάγοντες δὲ ἀνὰ πᾶν ἔτος πανδημεὶ ἐν ἡμέρᾳ προσκυνοῦσι μιᾷ.

古人坚信它对自己及该城将是一大护佑,遂特制了一只木匣将其安放其中,以大量黄金和珍贵宝石装饰该匣,并交托予三名祭司,条件是由其全力安全守护;他们每年将其请出,全城民众仅在一日共同顶礼膜拜。

§2.11.16

τότε οὖν ὁ τῶν Ἀπαμέων λεώς, ἐπειδὴ τὸν Μήδων στρατὸν ἐπὶ σφᾶς ἐπύθοντο ἰέναι, ἐν δέει μεγάλῳ ἐγένοντο. Χοσρόην δὲ ἀκούοντες ὡς ἥκιστα ἀληθίζεσθαι3 καὶ παρὰ Θωμᾶν τὸν τῆς πόλεως ἀρχιερέα γενόμενοι ἐδέοντο τὸ τοῦ σταυροῦ ξύλον ἐπιδεῖξαι σφίσιν, ὅπως αὐτὸ ὕστατα προσκυνήσαντες τελευτήσωσιν.

当时,阿帕梅亚的民众得知米底军队正向他们扑来,陷入极大的恐慌之中。他们听闻库斯老为人极不诚实,便来到该城的大主教托马斯面前,恳求他向他们展示十字架的圣木,好让他们在作最后一次膜拜后从容赴死。

§2.11.17

ὁ δὲ κατὰ ταῦτα ἐποίει. τότε δὴ θέαμα ξυνηνέχθη λόγου τε καὶ πίστεως κρεῖσσον ἐνταῦθα γενέσθαι. τὸ μὲν γὰρ ξύλον ὁ ἱερεὺς φέρων ἐδείκνυεν, ὕπερθεν δὲ αὐτοῦ σέλας πυρὸς ἐπεφέρετο καὶ τὸ κατ’ αὐτὸν τῆς ὀροφῆς μέρος φωτὶ πολλῷ ὑπὲρ τὸ εἰωθὸς κατελάμπετο.

主教依言而行。就在那时,彼处发生了超越言语与信念的奇景。盖因当祭司手捧圣木予以展示时,一团烈火的光辉在其上方飘移,他正上方的天花板部分被超越常态的炽盛光芒彻底照亮。

§2.11.18

βαδίζοντός τε τοῦ ἱερέως πανταχῆ τοῦ νεὼ συμπροῄει τὸ σέλας, φυλάσσον ἀεὶ τὴν ὑπὲρ αὐτοῦ τῆς ὀροφῆς χώραν.

当祭司在圣殿内各处行走时,那道光芒随行同往,始终停留在他正上方的天花板区域。

§2.11.19

ὁ μὲν οὖν τῶν Ἀπαμέων δῆμος ὑπὸ τῆς τοῦ θαύματος ἡδονῆς ἐθαμβεῖτό τε καὶ ἐγεγήθει καὶ ἔκλαιεν, ἤδη τε ἅπαντες ὑπὲρ τῆς σωτηρίας τὸ θαρσεῖν εἶχον.4

于是阿帕梅亚的民众因神迹的喜悦而震撼、欣喜并流泪,此刻所有人都对自身的获救怀有了坚定的信心。

语法注4 条
  1. 2.11.3ἐφ’ ᾧ μέντοι αὐτὸν θεασάμενόν τε τὴν πόλιν καὶ ἀργύρου χιλίας κομισάμενον ἐνθένδε λίτρας, οὐδέν τι ἄλλο λυμηνάμενον ἀπελαύνειν ὀπίσω

    连词短语 ἐφ’ ᾧ(“在……条件下”)统辖不定式 ἀπελαύνειν,其逻辑主语为宾格 αὐτόν。与之修饰一致的分词 θεασάμενον、κομισάμενον 和 λυμηνάμενον 分别表述伴随或先于 ἀπελαύνειν 的行为,构成了协议的具体约定条款。

  2. 2.11.9ἐπιτυγχάνει τε τοῦ μετώπου ἐς τὴν παρὰ τὸ οὖς μήνιγγα

    动词 ἐπιτυγχάνω(“击中、命中”)支配表示目标的属格 τοῦ μετώπου,其后跟随的介词短语 ἐς τὴν παρὰ τὸ οὖς μήνιγγα(“向着耳旁的脑膜/太阳穴处”)进一步限定并指明了额头被击中的具体部位。

  3. 2.11.16Χοσρόην δὲ ἀκούοντες ὡς ἥκιστα ἀληθίζεσθαι

    分词 ἀκούοντες 统辖间接引语中的“宾格加不定式”结构(Χοσρόην ... ἀληθίζεσθαι)。副词短语 ὡς ἥκιστα 作最高级强调,表示“绝不”或“极少”,具有强烈的否定意味。

  4. 2.11.19ἤδη τε ἅπαντες ὑπὲρ τῆς σωτηρίας τὸ θαρσεῖν εἶχον

    带定冠词的不定式 τὸ θαρσεῖν 作为动词 εἶχον 的直接宾语(“怀有信心/勇气”)。介词短语 ὑπὲρ τῆς σωτηρίας 则表明了该信心的对象或内容(“关于获救之事”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:2.11.1-2.11.19