← 普罗科皮乌斯

战史

§2.10.13-2.10.24

罗马使节与库斯老的交涉与和平协议

罗马使节与库斯老就毁约责任展开激烈辩驳,最终就罗马即刻交付巨款并承担按年资助等条件达成撤军与临时和平协议。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.10.13

τί δὲ καὶ βουλόμενος πρὸς τὸν σὸν ἀδελφὸν ὀλίγῳ πρότερον γέγραφας ὡς αὐτὸς εἴη τοῦ λελύσθαι τὰς σπονδὰς αἴτιος; ἦ δῆλον ὅτι ὁμολογῶν κακόν τι παμμέγεθες εἶναι τὴν τῶν σπονδῶν λύσιν;

“况且,你不久前致信于你的兄弟,称他本人才是撕毁停战协定的罪魁祸首,这究竟是何用意?难道不是显然因为你承认撕毁停战协定乃是极其恶劣之行径吗?

§2.10.14

εἰ μὲν οὖν ἐκεῖνος οὐδὲν ἥμαρτεν, οὐ δικαίως τανῦν ἐφ’ ἡμᾶς ἥκεις· εἰ δέ τι τοιοῦτόν τ’ ἀδελφῷ τῷ σῷ εἰργάσθαι ξυμβαίνει, ἀλλὰ καὶ σοὶ μέχρι τούτου γε καὶ μὴ περαιτέρω διαπεπράχθω τὸ ἔγκλημα,1 ὅπως αὐτὸς κρείσσων εἶναι δοκῇς. ὁ γὰρ ἐν τοῖς κακοῖς ἐλασσούμενος, οὗτος ἂν ἐν τοῖς ἀμείνοσι νικῴη δικαίως. καίτοι ἡμεῖς ἐξεπιστάμεθα Ἰουστινιανὸν βασιλέα μηδεπώποτε τῆς εἰρήνης ἀπ’ ἐναντίας ἐληλυθέναι, καὶ σοῦ δεόμεθα μὴ τοιαῦτα ἐργάσασθαι Ῥωμαίους κακά, ἐξ ὧν Πέρσαις μὲν ὄνησις οὐδεμία ἔσται, σὺ δὲ τοῦτο κερδανεῖς μόνον, ἀνήκεστα ἔργα τοὺς ἄρτι σοι σπεισαμένους οὐ δέον εἰργάσθαι.” οἱ μὲν πρέσβεις τοσαῦτα εἶπον.

因此,如果他并无任何过错,你如今向我们发难便全无正义可言;而即使你的兄弟确实做出了此类事情,为了使你自己显得更为优胜,这份过错在你身上也应当仅止于此,不再往前推进。因为在恶行上甘居下风者,理应在美德之事上成为胜者。然而,我们深知查士丁尼皇帝从未违逆和平之旨,我们恳求你莫要对罗马人施加这般灾祸——波斯人将从中一无所获,而你所获的唯有这一恶名:对刚刚与你立约之人,做下了断不可行的无可挽回之事。”使节们所陈之词大体如此。

§2.10.16

Χοσρόης δὲ ταῦτα ἀκούσας ἰσχυρίζετο μὲν τὰς σπονδὰς πρὸς Ἰουστινιανοῦ βασιλέως λελύσθαι· καὶ τὰς αἰτίας κατέλεγεν ἅσπερ ἐκεῖνος παρέσχετο, τὰς μέν τινας καὶ λόγου ἀξίας, τὰς δὲ φαύλας τε καὶ οὐδενὶ λόγῳ ξυμπεπλασμένας· μάλιστα δὲ αὐτοῦ τὰς ἐπιστολὰς τοῦ πολέμου αἰτιωτάτας ἠξίου δεικνύναι πρός τε Ἀλαμούνδαρον καὶ Οὔννους αὐτῷ γεγραμμένας, καθάπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη.

库斯老听了这番话,坚称停战协定是被查士丁尼皇帝撕毁的;他列举了对方造成的种种由头,其中某些确实值得一提,但另一些则微不足道且毫无根据凭空捏造;他尤其极力指出查士丁尼致阿拉蒙达罗斯及匈人部落的书信才是战争的主因,正如我在前文中所叙述的那样。

§2.10.17

ἄνδρα μέντοι Ῥωμαῖον ἐς τὴν Περσῶν γῆν ἐσβεβληκέναι ἢ πολέμια ἔργα ἐνδείξασθαι οὔτε λέγειν εἶχεν οὔτε δεικνύναι.

然而,至于是否有任何罗马人入侵波斯领土或展现敌对举动,他既说不出也拿不出真凭实据。

§2.10.18

οἱ μέντοι πρέσβεις πὴ μὲν τὰς αἰτίας οὐκ ἐς Ἰουστινιανὸν ἀνέφερον, ἀλλ’ ἐς τῶν ὑπουργηκότων τινάς, πὴ δὲ ὡς οὐχ οὕτω γεγονότων ἐπελαμβάνοντο τῶν εἰρημένων.

不过使节们一方面将这些过由归咎于某些僚属而并非查士丁尼本人,另一方面则以事实并非如此为由反驳所陈的指控。

§2.10.19

τέλος δὲ χρήματα μέν οἱ πολλὰ ὁ Χοσρόης ἠξίου διδόναι Ῥωμαίους, παρῄνει δὲ μὴ τὰ χρήματα ἐν τῷ παραυτίκα μόνον παρεχομένους τὴν εἰρήνην ἐθέλειν ἐς τὸν πάντα αἰῶνα κρατύνασθαι.

最后,库斯老要求罗马人付给他一大笔钱财,并告诫他们不要妄想仅凭一次性提供现款便能确立永久的和平。

§2.10.20

τὴν γὰρ ἐπὶ χρήμασι γινομένην ἀνθρώποις φιλίαν ἀναλισκομένοις ἐκ τοῦ ἐπὶ πλεῖστον ξυνδαπανᾶσθαι τοῖς χρήμασι.2

因为他坚称,人们之间因金钱而结成的友谊,往往随着金钱在消耗中被花光而一同泯灭。

§2.10.21

δεῖν τοίνυν Ῥωμαίους τακτόν τι φέρειν ἐπέτειον Πέρσαις. “Οὕτω γὰρ αὐτοῖς,” ἔφη, “τὴν εἰρήνην Πέρσαι βέβαιον ἕξουσι, τάς τε Κασπίας αὐτοὶ φυλάσσοντες πύλας καὶ οὐκέτι αὐτοῖς ἀχθόμενοι διὰ πόλιν Δάρας, ὑπὲρ ὧν ἔμμισθοι καὶ αὐτοὶ ἐς ἀεὶ ἔσονται.” “Οὐκοῦν,” οἱ πρέσβεις ἔφασαν, “ὑποτελεῖς Πέρσαι βούλονται Ῥωμαίους ἐς φόρου ἀπαγωγὴν ἔχειν.” “Οὔκ, ἀλλὰ στρατιώτας οἰκείους,” ὁ Χοσρόης εἶπεν, “ἕξουσι τὸ λοιπὸν Πέρσας Ῥωμαῖοι, μισθὸν τῆς ὑπουργίας αὐτοῖς χορηγοῦντες ῥητόν· ἐπεὶ καὶ Οὔννων τισὶ καὶ Σαρακηνοῖς ἐπέτειον χορηγεῖτε χρυσόν, οὐ φόρου αὐτοῖς ὑποτελεῖς ὄντες, ἀλλ’ ὅπως ἀδῄωτον γῆν τὴν ὑμετέραν φυλάξωσιν ἐς τὸν πάντα αἰῶνα.” τοιαῦτα Χοσρόης τε καὶ οἱ πρέσβεις πολλὰ πρὸς ἀλλήλους διαλεχθέντες, ξυνέβησαν ὕστερον ἐφ’ ᾧ Χοσρόην ἐν μὲν τῷ παραυτίκα κεντηνάρια πεντήκοντα πρὸς Ῥωμαίων λαβόντα, πέντε δὲ ἄλλων φερόμενον ἐπέτειον ἐς τὸν πάντα αἰῶνα δασμόν, μηδὲν αὐτοὺς ἐργάσασθαι περαιτέρω κακόν,3 ἀλλ’ αὐτὸν μὲν ὁμήρους ἐπὶ ταύτῃ τῇ ὁμολογίᾳ παρὰ τῶν πρέσβεων κεκομισμένον τὴν ἀποπορείαν παντὶ τῷ στρατῷ ἐς τὰ πάτρια ἤθη ποιήσασθαι, ἐνταῦθα δὲ πρέσβεις παρὰ βασιλέως Ἰουστινιανοῦ στελλομένους τὰς ἀμφὶ τῇ εἰρήνῃ ξυνθήκας ἐν βεβαίῳ τὸ λοιπὸν θέσθαι.

因此,罗马人必须每年向波斯人缴纳定额的款项。“盖因只有如此,”他说,“波斯人才能为他们维持稳固的和平,既亲自把守里海之门,又不再因达拉城而对他们心怀怨恨,作为回报,波斯人自身也将永远受其雇佣。”“那么,”使节们说,“波斯人是希望把罗马人当作纳贡的属民来收取贡赋了。” “绝非如此, 而是罗马人自此将波斯人视作本邦的军士,”库斯老答道,“为他们的效力支付定额的报酬;正如你们亦每年向某些匈人和萨拉森人供给黄金,并非因向其纳贡称臣,而是为了使他们保全你们的土地永不遭劫掠。”在库斯老与使节们彼此进行了诸多这般磋商之后,最终达成了如下条件的协议:库斯老目前先从罗马人手中收取五十公担黄金,此后永远按年收取另外五公担作为定额税款,在此条件下不再对罗马人施加任何进一步的损害,而在依此协议从使节处收取人质之后,率领全军撤回本邦故土,而查士丁尼皇帝派遣前往彼处的使团则在往后确立关于和平的正式条约。

语法注3 条
  1. 2.10.14ἀλλὰ καὶ σοὶ μέχρι τούτου γε καὶ μὴ περαιτέρω διαπεπράχθω τὸ ἔγκλημα

    διαπεπράχθω 为第三人称单数完成时被动命令语气,与格 σοί 作施事与格(dative of agent)。整句表达让步性规诫:“即使有此罪过,在你身上也应到此为止,切勿再甚”。

  2. 2.10.20τὴν γὰρ ἐπὶ χρήμασι γινομένην ἀνθρώποις φιλίαν ἀναλισκομένοις ἐκ τοῦ ἐπὶ πλεῖστον ξυνδαπανᾶσθαι τοῖς χρήμασι.

    承接前文转述动词的间接引语中的“带对格的不定式”结构。对格主语为 τὴν ... φιλίαν,不定式为 ξυνδαπανᾶσθαι。与格分词 ἀναλισκομένοις 修饰/照应消耗的语境或人称,表示“随着金钱被消耗殆尽,友谊亦随之消亡”。

  3. 2.10.24ξυνέβησαν ὕστερον ἐφ’ ᾧ Χοσρόην ... μηδὲν αὐτοὺς ἐργάσασθαι περαιτέρω κακόν

    固定句式 ἐφ' ᾧ 后接对格不定式(Χοσρόην ... ἐργάσασθαι ... ποιήσασθαι),用于表达达成协议的条件(“在……条件下达成协议”)。对格 Χοσρόην 作为后续诸不定式的逻辑主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:2.10.13-2.10.24