← 普罗科皮乌斯

战史

§1.26.1-1.26.12

库斯老索要战利品与达拉叛乱的平定

查士丁尼征服利比亚引来库斯老的不满与索要战利品,而达拉城步兵约翰发动的篡位叛乱则迅速被当地军民平息。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.26.1

Τότε δὲ βασιλεὺς στρατηγόν τε τῆς ἑῴας αὖθις Βελισάριον κατεστήσατο καὶ ἐς Λιβύην πέμψας τὴν χώραν ἔσχεν, ὥσπερ ἐν τοῖς ὄπισθεν λελέξεται λόγοις.

彼时,皇帝再次任命贝利撒留为东方军统帅,并将他派往利比亚,占领了那片土地,这在后文的记述中将会提及。

§1.26.2

ὅπερ ἐπεὶ ἔς τε Χοσρόην καὶ Πέρσας ἦλθε, δεινῶς ἤσχαλλον, καὶ αὐτοῖς τὴν εἰρήνην ἐς Ῥωμαίους πεποιημένοις μετέμελεν ἤδη, ὅτι δὴ αὐτοῖς τὴν δύναμιν ἐπὶ μέγα χωρεῖν ᾔσθοντο.1

当这一消息传到库斯老和波斯人那里时,他们深感愤懑,并且已经为自己同罗马人媾和感到后悔,因为他们察觉到罗马人的势力正在大幅扩张。

§1.26.3

πέμψας τε ὁ Χοσρόης ἐς Βυζάντιον πρέσβεις, ξυγχαίρειν τε Ἰουστινιανῷ τῷ βασιλεῖ ἔφασκε, καὶ τὸ μέρος λαβεῖν ξὺν γέλωτι δῆθεν τῶν ἐκ Λιβύης λαφύρων ἠξίου, ὅτι δὴ οὐκ ἄν ποτε Βανδίλων τῷ πολέμῳ περιέσεσθαι ἴσχυσεν, εἰ μὴ αὐτῷ Πέρσαι ἐσπείσαντο. τότε μὲν οὖν Χοσρόην Ἰουστινιανὸς χρήμασι δωρησάμενος, τοὺς πρέσβεις οὐκ εἰς μακρὰν ἀπεπέμψατο.

库斯老遂派遣使节前往拜占庭,声称是向皇帝查士丁尼表示祝贺,并半开玩笑地要求从利比亚的战利品中分得一份,理由是若非波斯人与他缔结和约,他决不可能在战争中战胜汪达尔人。于是当时查士丁尼赠予库斯老一笔钱财,不久便打发使节回国。

§1.26.5

Ἐν δὲ πόλει Δάρας τοιόνδε τι ξυνέβη γενέσθαι. Ἰωάννης τις ἦν ἐνταῦθα ἐν καταλόγῳ τεταγμένος πεζῶν· οὗτος οὐχ ἁπάντων οἱ ξυμφρονούντων στρατιωτῶν, ἀλλ’ ὀλίγων τινῶν, τυραννίδι ἐπιθέμενος τὴν πόλιν ἔσχεν.

而在达拉城中,发生了这样一件事。当地有一名编入步兵名册的男子名叫约翰;此人并未得到全体士兵的支持,而仅与少数人串通,图谋篡位并夺取了该城。

§1.26.6

ἔν τε παλατίῳ καθήμενος ὥσπερ ἐν ἀκροπόλει, τὴν τυραννίδα ἐκρατύνετο ἡμέρᾳ ἑκάστῃ.

他坐镇于总督官邸中犹如盘踞卫城,日复一日巩固其僭主之权。

§1.26.7

καὶ εἰ μὴ Πέρσας ἔχεσθαι εἰρήνης ἐς τοὺς Ῥωμαίους τηνικαῦτα ξυνέβη, ἀνήκεστα ἂν ἐνθένδε Ῥωμαίοις ἐγεγόνει κακά. νῦν δὲ τοῦτο ἐκώλυσε φθάσασα, ὥσπερ μοι ἐρρήθη, ἡ ξύμβασις.

当时若非波斯人恰好对罗马人恪守和平,罗马人必将由此蒙受不可挽回的灾难。但事实上,正如我所言,那项和约抢先一步阻止了这等事态。

§1.26.8

ἡμέρᾳ δὲ ἀπὸ τῆς τυραννίδος τετάρτῃ ξυμφρονήσαντες στρατιῶται γνώμῃ Μάμαντός τε τοῦ τῆς πόλεως ἱερέως καὶ Ἀναστασίου τῶν δοκίμων τινὸς πολιτῶν, ἐς τὸ παλάτιον μεσημβρίας ἀκμαζούσης ἀνέβησαν, κρύψας ἕκαστος ὑπὸ τῷ ἱματίῳ ξιφίδιον.2

在篡权后的第四天,在城中教士玛玛斯以及知名市民之一阿纳斯塔修斯的建言下,士兵们齐心协力,各人在外袍下藏着一把短剑,在正午最盛之时登上了官邸。

§1.26.9

καὶ πρῶτα μὲν ἐν τῇ μεταύλῳ θύρᾳ τῶν δορυφόρων εὑρόντες ὀλίγους τινὰς εὐθὺς ἔκτειναν. ἔπειτα δὲ καὶ εἰς τὸν ἀνδρῶνα ἐσβάντες τοῦ τυράννου ἥπτοντο· τινὲς δέ φασιν οὐ τοὺς στρατιώτας αὐτὸ πρώτους εἰργάσθαι,3 ἀλλ’ αὐτῶν ἔτι μελλόντων τε ἐν τῇ μεταύλῳ καὶ κατωρρωδηκότων τὸν κίνδυνον, τῶν τινα ἀλλαντοπωλῶν ξὺν αὐτοῖς ὄντα ἐσπηδῆσαί τε ξὺν τῇ κοπίδι καὶ τῷ Ἰωάννῃ ἐντυχόντα ἀπροσδοκήτως παῖσαι.

起初,他们在内院大门处发现了几名侍卫,随即将其斩杀。随后他们闯入男寝,捉拿僭主;但有人说,并非士兵们最先下手,而是在他们仍于内院门前迟疑并对危险畏缩不前时,同他们在一起的一名香肠小贩手持切肉刀冲了进去,迎面遭遇约翰便出其不意地砍了他一刀。

§1.26.10

καὶ τὸν οὐ πληγέντα μὲν καιρίαν πληγήν, ξὺν θορύβῳ δὲ πολλῷ φεύγοντα, ἐς τούτους δὴ τοὺς στρατιώτας ἐμπεσεῖν ἄφνω.

而约翰虽未受致命伤,却在慌乱喧嚷中逃跑,突然撞上了这群士兵。

§1.26.11

οὕτω τε τοῦ ἀνθρώπου αὐτοὺς ἁψαμένους πῦρ μὲν αὐτίκα τῷ παλατίῳ ὑφάψαντας καῦσαι, ὡς μή τις ἐλπὶς ἐνθένδε ἀπολειφθείη τοῖς τὰ νεώτερα πράγματα πράσσουσιν, αὐτὸν δὲ ἐς τὸ δεσμωτήριον ἀπαγαγόντας δῆσαι.

于是他们抓住了此人,随即纵火焚毁了官邸,以免策动变乱之徒再对此心存依凭,而将他本人押解至监狱捆绑起来。

§1.26.12

καὶ αὐτῶν τινα δείσαντα μὴ οἱ στρατιῶται περιεῖναι τὸν τύραννον γνόντες πράγματα τῇ πόλει αὖθις παράσχωνται, κτεῖναί τε τὸν Ἰωάννην καὶ τούτῳ δὴ τῷ τρόπῳ τὴν ταραχὴν παῦσαι. τὰ μὲν οὖν ἀμφὶ ταύτῃ τῇ τυραννίδι τῇδε ἐχώρησεν.

其中一人担心士兵们若得知僭主尚在人世会再次给城邦带来骚乱,遂杀死了约翰,并以此方式平息了动乱。关于这桩篡位之事的经过,大抵便是如此。

语法注3 条
  1. 1.26.2αὐτοῖς τὴν εἰρήνην ἐς Ῥωμαίους πεποιημένοις μετέμελεν ἤδη, ὅτι δὴ αὐτοῖς τὴν δύναμιν ἐπὶ μέγα χωρεῖν ᾔσθοντο

    非人称动词 μετέμελε 后接与格(αὐτοῖς ... πεποιημένοις,指波斯人)。随后 ὅτι 从句中的代词 αὐτοῖς 在语境中是指罗马人的领属/关涉与格(“他们的势力”),而 ᾔσθοντο 的主语则是波斯人,两处 αὐτοῖς 所指不同。

  2. 1.26.8κρύψας ἕκαστος ὑπὸ τῷ ἱματίῳ ξιφίδιον

    单数主格代词 ἕκαστος 及单数分词 κρύψας 与该句的复数主语 στρατιῶται 构成部分同格(分配同格)。

  3. 1.26.9τινὲς δέ φασιν οὐ τοὺς στρατιώτας αὐτὸ πρώτους εἰργάσθαι

    由 τινὲς δέ φασιν(“有人说……”)引出的宾格与不定式结构一直延续至本事件叙述的结尾。ἀλλ' 之后的 ἐσπηδῆσαι、παῖσαι,下文的 ἐμπεσεῖν,以及 καῦσαι、δῆσαι、κτεῖναι、παῦσαι 这一连串不定式均从属于该间接引语,宾格分词(ἁψαμένους, ὑφάψαντας, ἀπαγαγόντας, δείσαντα)则充当其逻辑主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:1.26.1-1.26.12