← 普罗科皮乌斯

战史

§1.9.13-1.9.25

赎回阿米达与缔结七年和约

经乡民诱伏,格洛内斯及其部众悉数覆灭,其子愤而焚毁圣堂;已至粮尽绝境的阿米达经赎买归还罗马,随后双方缔结七年和约使战事平息。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.9.13

παρά τε τὸν στρατηγὸν Πατρίκιον ἥκων ἅπαντα ἔφραζε· καὶ ὃς τῶν δορυφόρων τῶν αὑτοῦ δύο καὶ στρατιώτας χιλίους ξὺν αὐτῷ ἔπεμψεν.

他来到将军帕特里克面前,说明了一切;将军便派遣自己身边的两名近卫侍从以及一千名士兵随同他前往。

§1.9.14

οὓς δὴ ἀμφὶ κώμην Θιλασάμων σταδίους τεσσαράκοντα Ἀμίδης διέχουσαν ἐν νάπαις τε καὶ χωρίοις ὑλώδεσιν ἔκρυψε, καὶ αὐτοῦ μένειν ἐν ταύταις δὴ ταῖς ἐνέδραις ἐπέστελλεν, ἔς τε τὴν πόλιν δρόμῳ ἐχώρει.

此人将他们隐藏在距阿米达四十斯塔德的蒂拉萨蒙村周围的峡谷和林木繁茂之处,嘱咐他们就在这处埋伏地留守,自己则疾步奔向城中。

§1.9.15

καὶ τῷ Γλώνῃ ἕτοιμον εἰπὼν τὸ θήραμα εἶναι, αὐτῷ τε καὶ τοῖς διακοσίοις ἐξηγήσατο ἐπὶ τὴν τῶν πολεμίων ἐνέδραν. ἐπειδή τε διέβησαν τὸν χῶρον οὗ προλοχίζοντες Ῥωμαῖοι ἐκάθηντο, Γλώνην τε καὶ Πέρσας λαθὼν ἅπαντας, ἔκ τε τῆς ἐνέδρας τοὺς Ῥωμαίους ἀνέστησε καὶ αὐτοῖς τοὺς πολεμίους ἐπέδειξεν.

他向格洛内斯声称猎物已就绪,便引导他与那两百人走向敌军设伏之处。当他们越过了罗马伏兵守候的地点后,他避开格洛内斯与所有波斯人的耳目,唤起埋伏中的罗马兵,并将敌人指给他们看。

§1.9.16

οὕσπερ ἐπειδὴ ἐπὶ σφᾶς ἰόντας κατεῖδον Πέρσαι, κατεπλάγησάν τε τῷ ἀπροσδοκήτῳ καὶ ἀμηχανίᾳ πολλῇ εἴχοντο. οὔτε γὰρ ὀπίσω ἀπελαύνειν οἷοί τε ἦσαν, κατὰ νώτου ὄντων σφίσι τῶν ἐναντίων, οὔτε πη ἑτέρωσε φεύγειν ἐν γῇ πολεμίᾳ ἐδύναντο.

波斯人一见罗马人向自己冲来,因这突如其来的变故而惊慌失措,陷入极大的困窘之中。盖因敌兵已在他们身后,他们既无法策马回撤,在敌境之中又无法逃往他处。

§1.9.17

ἐκ δὲ τῶν παρόντων ὡς ἐς μάχην ταξάμενοι τοὺς ἐπιόντας ἠμύνοντο, τῷ τε πλήθει παρὰ πολὺ ἐλασσούμενοι ἡσσήθησάν τε καὶ ξὺν τῷ Γλώνῃ ἅπαντες διεφθάρησαν.

他们只能因应眼前局势列阵迎击来犯之敌,但因人数处于绝对劣势而溃败,与格洛内斯一同全军覆没。

§1.9.18

ὅπερ ἐπειδὴ ὁ τοῦ Γλώνου υἱὸς ἔμαθε, περιαλγήσας τε καὶ τῷ θυμῷ ζέων ὅτι δὴ τῷ πατρὶ ἀμύνειν οὐκ εἶχε,1 τὸν Συμεώνου νεὼν ἔκαυσεν, ἁγίου ἀνδρός, ἵνα δὴ ὁ Γλώνης κατέλυε.

格洛内斯之子得知此事后,深感悲痛且怒火中烧,因他无法为父报仇,遂将圣人西缅的教堂焚毁,那处正是格洛内斯生前借宿之处。

§1.9.19

καίτοι ἄλλην τινὰ οἰκοδομίαν οὔτε Γλώνης οὔτε Καβάδης, οὐ μὴν οὐδὲ Περσῶν τις ἄλλος οὔτε καθελεῖν ἔγνω οὔτε τῳ ἄλλῳ ἀφανίζειν τρόπῳ ἔν γε Ἀμίδῃ ταύτης ἐκτός. ἐγὼ δὲ ἐπὶ τὸν πρότερον λόγον ἐπάνειμι.

然而在阿米达境内,除此一处之外,无论格洛内斯还是喀瓦德,乃至任何其他波斯人,皆未曾决意拆毁或以任何其他方式破坏其他任何建筑。不过我仍将回到前文的话题。

§1.9.20

Οὕτω μὲν Ἄμιδαν Ῥωμαῖοι τὰ χρήματα δόντες ἀπέλαβον δύο ἐνιαυτοῖς ὕστερον ἢ πρὸς τῶν πολεμίων ἑάλω.2 καὶ ἐπεὶ ἐν ταύτῃ ἐγένοντο, ἥ τε αὐτῶν ὀλιγωρία καὶ Περσῶν τὸ καρτερὸν τῆς διαίτης ἐγνώσθη.

就这样,罗马人在阿米达陷敌两年之后,通过支付金钱收复了该城。当他们进驻城中时,他们自身的疏忽大意与波斯人在生计上的坚忍耐劳方才大白于天下。

§1.9.21

σιτίων γὰρ τῶν ἐνταῦθα λελειμμένων τὸ μέτρον καὶ βαρβάρων τῶν ἐξεληλυθότων τὸν ὅμιλον λογισάμενοι, ἑπτὰ μάλιστα ἡμερῶν ηὕρισκον δαπάνην ἐν τῇ πόλει ἀπολελεῖφθαι, καίπερ Γλώνου τε καὶ τοῦ ἐκείνου παιδὸς ἐνδεεστέρως ἢ κατὰ τὴν χρείαν πολλοῦ χρόνου ἐνδιδόντος τὰ σιτία Πέρσαις.

因为在清点了当地残留的粮食储量并核算了离城的蛮族人数之后,他们发现城中仅存留了至多七天的消耗量,尽管格洛内斯及其子在很长一段时期内配给波斯人的粮食均少于实际所需。

§1.9.22

Ῥωμαίοις γὰρ τοῖς ἐν τῇ πόλει, ὥσπερ μοι προδεδήλωται, ξὺν αὐτοῖς μείνασιν οὐδὲν τὸ παράπαν χορηγεῖν ἔγνωσαν, ἐξ ὅτου οἱ πολέμιοι ἐς τὴν πολιορκίαν κατέστησαν, οἳ δὴ ἐς βρώσεις ἀήθεις τὰ πρῶτα ἐλθόντες τῶν τε οὐ θεμιτῶν ἁψάμενοι πάντων, εἶτα τελευτῶντες καὶ ἀλλήλων ἐγεύσαντο. διὸ δὴ ἐξηπατημένοι τε πρὸς τῶν βαρβάρων οἱ στρατηγοὶ ᾔσθοντο καὶ τοῖς στρατιώταις τὴν ἀκρασίαν ὠνείδιζον, ὅτι δὴ ἀπειθεστέρους αὑτοὺς παρεχόμενοι σφίσι, παρὸν δορυαλώτους Πέρσας τε τοσούτους τὸ πλῆθος καὶ Γλώνου τὸν υἱὸν σὺν τῇ πόλει ἑλεῖν, οἱ δὲ3 τὰ Ῥωμαίων χρήματα ἐς τοὺς πολεμίους μετενεγκόντες αἶσχός τε ἀνεδήσαντο μέγα καὶ Ἄμιδαν ἀργυρώνητον πρὸς Περσῶν ἔλαβον.

盖因对于城中与他们同处的一众罗马人,正如我前文所述,自敌军展开围攻之日起,他们便决定完全不提供任何给养;而这些罗马人起初陷于食用反常之物,凡不合律法者无不吞咽,最后甚至以同类之肉果腹。因此,将领们发觉自己遭到了蛮族的蒙骗,便责备士兵们放纵无度,盖因士兵们对将领桀骜不驯,本可在获得该城的同时将如此众多的波斯人及格洛内斯之子悉数俘获,他们却反而将罗马人的金钱转送给敌人,招致了巨大的耻辱,从波斯人手中赎得了一座买来的阿米达。

§1.9.24

ὕστερον δὲ Πέρσαι, τοῦ πρὸς Οὔννους πολέμου σφίσι μηκυνομένου, ἐς σπονδὰς Ῥωμαίοις ξυνίασιν, αἵπερ αὐτοῖς ἐς ἑπτὰ ἔτη ἐγένοντο, Κέλερός τε τοῦ Ῥωμαίου καὶ Ἀσπεβέδου τοῦ Πέρσου αὐτὰς ποιησαμένων, ἐπ’ οἴκου τε ἀμφότεροι ἀναχωρήσαντες ἡσυχῆ ἔμενον.

此后,波斯人因与匈人之间的战事旷日持久,遂与罗马人缔结和约;这桩和约维持了七年,由罗马方面的策勒尔与波斯方面的阿斯佩贝德斯促成,双方各自回国,安享和平。

§1.9.25

οὕτω μέν, ὥσπερ ἐρρήθη, ἀρξάμενος ὁ Ῥωμαίων τε καὶ Περσῶν πόλεμος ἐς τόδε ἐτελεύτα. τὰ δὲ ἀμφὶ πύλας τὰς Κασπίας ξυνενεχθέντα ἐρῶν ἔρχομαι.

就这样,如前所述爆发的罗马与波斯之间的战争以此画上了句号。接下来我将叙述有关里海门所发生之事。

语法注3 条
  1. 1.9.18ὅτι δὴ τῷ πατρὶ ἀμύνειν οὐκ εἶχε

    动词 ἔχω 接不定式(ἀμύνειν)表示能力(意为“无法……”)。与格 τῷ πατρί 为伴随 ἀμύνω(在此表示“为……报仇”)的利益与格,指复仇的对象。

  2. 1.9.20δύο ἐνιαυτοῖς ὕστερον ἢ πρὸς τῶν πολεμίων ἑάλω

    比较副词 ὕστερον 后接连词 ἤ,构成“在……之后”之意;与格 δύο ἐνιαυτοῖς 用作表示差异程度的量度与格(“两年后”)。动词 ἑάλω 为 ἁλίσκομαι 的不定过去时第三人称单数形式(主动形式具被动意义)。

  3. 1.9.23παρὸν δορυαλώτους Πέρσας τε τοσούτους τὸ πλῆθος καὶ Γλώνου τὸν υἱὸν σὺν τῇ πόλει ἑλεῖν, οἱ δὲ

    παρόν 为无人称动词 πάρεστι 的现在分词中性单数宾格,构成表示让步的独立宾格结构(意为“本可以……”)。后接从句发生了句式脱节(破格),以 οἱ δέ 作为对比引出原本在从句中的主语(士兵们),并承接后续的主句动词。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:1.9.13-1.9.25