- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:1.9.1-1.9.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
围困阿米达的罗马军与陷入饥荒的波斯守军达成协议,以一千磅黄金换取移交城市。随后叙述了此前波斯将领格洛内斯如何中了一名当地乡民的诱敌之计而丧生,致使城池易手。
Μετὰ δὲ Ἀρεόβινδος μὲν ἐς Βυζάντιον ὡς βασιλέα μετάπεμπτος ἦλθεν, οἱ δὲ λοιποὶ ἐς Ἄμιδαν ἀφικόμενοι χειμῶνος ὥρᾳ ἐς πολιορκίαν καθίσταντο. καὶ βίᾳ μὲν ἑλεῖν τὸ χωρίον, καίπερ πολλὰ ἐγκεχειρηκότες, οὐκ ἴσχυσαν, λιμῷ δὲ τοῦτο ποιεῖν ἔμελλον· πάντα γὰρ τοὺς πολιορκουμένους τὰ ἐπιτήδεια ἐπιλελοίπει.
此后,阿雷奥宾杜斯奉召前往拜占庭皇帝处,其余将领则在冬季抵达阿米达,展开了围城战。尽管他们屡次尝试,未能强行攻取该城,但他们即将通过饥馑达成此目的;因为城中被围之人的所有给养均已告罄。
ἀλλ’ οἱ στρατηγοὶ οὐδὲν πεπυσμένοι ἀμφὶ τῶν πολεμίων τῇ ἀπορίᾳ, ἐπειδὴ τοὺς στρατιώτας τῇ προσεδρείᾳ καὶ τῷ χειμῶνι ἀχθομένους ἑώρων, ἅμα δὲ καὶ Περσῶν στράτευμα ἐπὶ σφᾶς ἥξειν οὐκ εἰς μακρὰν ὑπετόπαζον, τρόπῳ ὅτῳ δὴ ἐνθένδε ἀπαλλάσσεσθαι ἐν σπουδῇ εἶχον.
然而将领们对敌人的困窘一无所知,鉴于他们看到士兵苦于旷日持久的围困与严冬,同时又揣测波斯大军不久便会杀到,因而急于以某种方式抽身撤离此地。
οἵ τε Πέρσαι, οὐκ ἔχοντες τίνες ἂν ἐν τοῖσδε τοῖς δεινοῖς γένοιντο, τὴν μὲν ἀπορίαν τῶν ἀναγκαίων ἐς τὸ ἀκριβὲς ἔκρυπτον, δόκησιν παρέχοντες ὡς πάντων σφίσι τῶν ἐπιτηδείων ἀφθονία εἴη, ἐς δὲ τὰ οἰκεῖα ξὺν τῷ εὐπρεπεῖ λόγῳ ἀναχωρεῖν ἤθελον.
而波斯人亦不知在如此危难之中该如何自处,他们极其严密地隐瞒了必需品的匮乏,制造出各类物资皆十分充盈的假象,却极想寻一冠冕堂皇的由头撤兵回国。
γίνονται οὖν ἐν ἀμφοτέροις λόγοι, ἐφ’ ᾧ δὴ Πέρσαι λίτρας χρυσίου χιλίας λαβόντες ἀποδώσουσι Ῥωμαίοις τὴν πόλιν.1 ἑκάτεροί τε ἄσμενοι τὰ ξυγκείμενα ἐπιτελῆ ἐποίουν, τά τε χρήματα λαβὼν ὁ τοῦ Γλώνου υἱὸς Ἄμιδαν Ῥωμαίοις παρέδωκε. Γλώνης γὰρ ἤδη ἐτετελευτήκει τρόπῳ τοιῷδε.
于是双方展开谈判,议定波斯人收取一千磅黄金后将该城交还给罗马人。双方皆欣然履行了协议,格洛内斯之子收下钱财,将阿米达移交给了罗马人。
Οὔπω μὲν στρατοπεδευσαμένων ἐνταῦθα Ῥωμαίων, Ἀμίδης δὲ πόλεως ὄντων οὐ μακρὰν ἄποθεν, τῶν τις ἀγροίκων, ὅσπερ εἰώθει ἐς τὴν πόλιν ἐσιὼν λάθρα ὄρνις τε καὶ ἄρτους καὶ τῶν ὡραίων πολλὰ τῷ Γλώνῃ τούτῳ ἀποδίδοσθαι χρημάτων μεγάλων, Πατρικίῳ τῷ στρατηγῷ ἐς ὄψιν ἐλθὼν Γλώνην οἱ ἐς χεῖρας παραδώσειν ξὺν Πέρσαις διακοσίοις ὑπέσχετο, ἤν τινος ἀμοιβῆς ἐλπίδα λαβὼν παρ’ αὐτοῦ εἴη.
因为格洛内斯本人早先已按如下方式身亡: 当时罗马人尚未在当地安营扎寨,但身处距阿米达城不远处。有一名乡民,素常潜入城内,以重金将家禽、面包及诸多应季物产售与这位格洛内斯;他前来晋见将军帕特里克,许诺若能从将军处获得某种奖赏的指望,便将格洛内斯连同两百名波斯人一并送至其手中。
ὁ δὲ αὐτῷ ἅπαντα ὅσα ἦν βουλομένῳ2 ὑποσχόμενος ἔσεσθαι τὸν ἄνθρωπον ἀπεπέμψατο. καὶ ὃς τά τε ἱμάτια δεινῶς διαρρήξας καὶ δεδακρυμένῳ ἐοικὼς ἐς τὴν πόλιν εἰσῆλθε.
帕特里克向其保证,一切皆如其所愿,随后便打发此人离去。此人将衣衫撕扯得破烂不堪,装出一副哭泣过的模样,走进了城中。
παρά τε τὸν Γλώνην ἥκων τάς τε τρίχας τίλλων, “Ἐτύγχανον μέν, ὦ δέσποτα,” εἶπεν, “ἅπαντά σοι ἐκ τοῦ χωρίου τἀγαθὰ φέρων, ἐντυχόντες δὲ στρατιῶται Ῥωμαῖοι ʽκαὶ γάρ που ἐς τὰ ταύτῃ χωρία κατ’ ὀλίγους περιιόντες τοὺς οἰκτροὺς ἀγροίκους βιάζονται) πληγάς τέ μοι οὐ φορητὰς προσετρίψαντο καὶ πάντα ἀφελόμενοι οἱ λῃσταὶ ᾤχοντο, οἷς δὴ ἐκ παλαιοῦ Πέρσας τε δεδιέναι καὶ τοὺς γεωργοὺς βιάζεσθαι νόμος.
他来到格洛内斯面前,撕扯着头发说道:“主人啊,我本正从乡间为您运送各类佳品,却遭遇了罗马士兵——盖因他们正三五成群在这一带游荡,欺凌可怜的乡民——那些盗匪对我痛加拷打,令人难以忍受,抢走一切后扬长而去;他们自古以来的惯例便是惧怕波斯人而横暴于农夫。
ἀλλ’ ὅπως, ὦ δέσποτα, σαυτῷ τε καὶ ἡμῖν καὶ Πέρσαις ἀμύνῃς.3 ἢν γὰρ ἐς τῆς πόλεως τὰ προάστεια κυνηγετήσων ἴῃς, θήραμά σοι οὐ φαῦλον ἔσται. κατὰ πέντε γὰρ ἢ τέτταρας οἱ κατάρατοι περιιόντες λωποδυτοῦσιν.” ὁ μὲν ταῦτα εἶπεν. ἀναπεισθεὶς δὲ ὁ Γλώνης τοῦ ἀνθρώπου ἀνεπυνθάνετο πόσους ποτὲ Πέρσας οἴεταί οἱ ἐς τὴν πρᾶξιν ἱκανοὺς ἔσεσθαι.
主人啊,请务必为您自己、为我们、亦为波斯人雪恨!您若前往城郊狩猎,定能获得不菲的猎物;因为那些该死的恶徒正四五人结伙四处游荡,剥人衣物。”他如此这般说道。 格洛内斯被他说服,向此人探问究竟认为多少波斯人足以执行此项任务。
ὁ δὲ πεντήκοντα μὲν ἀποχρήσειν οἱ μάλιστα ἔφη· οὐ γὰρ ἂν αὐτῶν πλείοσί ποτε ἢ κατὰ πέντε ὁδῷ ἰοῦσιν ἐντύχοιεν, τοῦ δὲ μηδὲν ἀπροσδόκητον σφίσι ξυμβῆναι4 οὐδέν τι χεῖρον καὶ ἑκατὸν ἐς τὸ ἔργον ἐπαγαγέσθαι· ἢν δὲ καὶ τούτων διπλασίους, τῷ παντὶ ἄμεινον. βλάβος γὰρ ἀνθρώπῳ ἐκ τοῦ περιόντος οὐκ ἂν γένοιτο.
那乡民答道,五十人对他而言足矣,因为他们在路上绝不会同时遭遇五人以上的敌兵;然而为了不发生任何意外之事,带上一百人去执行此事亦绝无坏处;若带上两倍于此的人数,则更是万全;因为富余之物绝不会给人招致损害。
Γλώνης μὲν οὖν ἱππέας διακοσίους ἀπολεξάμενος τὸν ἄνθρωπον σφίσιν ἐξηγεῖσθαι ἐκέλευεν.
于是格洛内斯挑选了两百名骑兵,命该人引导他们前行。
ὁ δὲ ἄμεινον ἰσχυρίζετο εἶναι αὐτὸν ἐπὶ κατασκοπῇ στέλλεσθαι πρότερον, καὶ ἢν ἔτι ἐν χωρίοις τοῖς αὐτοῖς περιιόντας Ῥωμαίους ἰδὼν ἀπαγγείλῃ, οὕτω δὴ ἐν δέοντι ποιεῖσθαι τὴν ἔξοδον Πέρσας. εὖ τε οὖν εἰπεῖν ἔδοξε τῷ Γλώνῃ καὶ αὐτοῦ ἀφιέντος ἐστέλλετο.
然而此人坚称,最好先派他前去侦察,若他查明罗马人仍在同一区域游荡并回报,届时波斯人方在适当时机出击。格洛内斯认为他所言在理,他〔格洛内斯〕便准其离去,〔此人〕随即动身出发。
- 1.9.4ἐφ’ ᾧ δὴ Πέρσαι λίτρας χρυσίου χιλίας λαβόντες ἀποδώσουσι Ῥωμαίοις τὴν πόλιν
连词短语 ἐφ’ ᾧ 接将来时直陈语气动词(ἀποδώσουσι),用以引出条约或协议的具体条件(“条件是波斯人……将交还该城”)。虽然 ἐφ’ ᾧ 亦常接不定式,但接将来时直陈语气强调了条款所规定的明确约定。
- 1.9.6ἅπαντα ὅσα ἦν βουλομένῳ
此句为熟语表达,系动词 ἦν 与分词形式的与格 βουλομένῳ 结合(逻辑上指向农夫 αὐτῷ),意为“凡符合其心愿之事/他所希求的一切”,源自古典希腊语中表示意愿的句式 βουλομένῳ μοί ἐστι(“正合我意/我所愿也”)。
- 1.9.8ἀλλ’ ὅπως, ὦ δέσποτα, σαυτῷ τε καὶ ἡμῖν καὶ Πέρσαις ἀμύνῃς
独立使用的 从属连词 ὅπως 接虚拟语气(ἀμύνῃς),省略了主句祈使动词(如 ὅρα 或 σκόπει),在口语对话中用于表达紧迫的命令或恳求(“主人啊,请务必……雪恨”)。
- 1.9.10τοῦ δὲ μηδὲν ἀπροσδόκητον σφίσι ξυμβῆναι
带冠词不定式的属格结构(τοῦ ... ξυμβῆναι)表目的,且带有否定词 μηδέν,意为“为了不让任何意外之事发生在他们身上”,用以说明后文带上一百人(ἐπαγαγέσθαι)的动机或目的。
