← 普罗科皮乌斯

战史

§1.10.1-1.10.19

里海门的历史与达拉斯筑城

本节记述了里海门的战略地理位置及其从亚历山大历经安巴祖克斯到喀瓦德的演变史,随后叙述了阿纳斯塔修斯皇帝修筑达拉斯与狄奥多西奥波利斯要塞以及由此引发的与波斯之外交争端。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.10.1

Τὸ Κιλίκων ὄρος ὁ Ταῦρος ἀμείβει μὲν τὰ πρῶτα Καππαδόκας τε καὶ Ἀρμενίους καὶ τῶν Περσαρμενίων καλουμένων τὴν γῆν, ἔτι μέντοι Ἀλβανούς τε καὶ Ἴβηρας, καὶ ὅσα ἄλλα ἔθνη αὐτόνομά τε καὶ Πέρσαις κατήκοα ταύτῃ ᾤκηνται.

基利家的托罗斯山首先穿过卡帕多西亚人、亚美尼亚人以及所谓波斯亚美尼亚人的土地,随后又穿过阿尔巴尼亚人、伊比利亚人,以及居住在此地的其他所有自治或臣服于波斯人的部族。

§1.10.2

ἐξικνεῖται γὰρ ἐς χώραν πολλήν, προϊόντι1 δὲ ἀεὶ τὸ ὄρος τοῦτο ἐς μέγα τι χρῆμα εὔρους τε καὶ ὕψους διήκει.

盖因它延伸至辽阔的地域,且越往前行,这座山在宽度和高度上便越发呈现出宏伟的规模。

§1.10.3

ὑπερβάντι δὲ τοὺς Ἰβήρων ὅρους ἀτραπός τίς ἐστιν ἐν στενοχωρίᾳ πολλῇ, ἐπὶ σταδίους πεντήκοντα ἐξικνουμένη.

对于越过伊比利亚人边界的人而言,有一条处于极度狭隘之处的小道,延绵五十斯塔德。

§1.10.4

αὕτη δὲ ἡ ἀτραπὸς ἐς ἀπότομόν τινα καὶ ὅλως ἄβατον τελευτᾷ χῶρον. δίοδος γὰρ οὐδεμία τὸ λοιπὸν φαίνεται, πλήν γε δὴ ὅτι ὥσπερ τινὰ χειροποίητον πυλίδα ἐνταῦθα ἡ φύσις ἐξεῦρεν, ἣ Κασπία ἐκ παλαιοῦ ἐκλήθη.

这条小道终结于一处陡峭且全然无法通行之地;盖因自此之后便再无任何通道,唯有大自然在此处宛如开辟了一座人工筑成的小门,自古以来被称为里海门。

§1.10.5

τὸ δὲ ἐνθένδε πεδία τέ ἐστιν ἱππήλατα καὶ ὑδάτων πολλῶν ἀτεχνῶς ἔμπλεα, καὶ χώρα πολλὴ ἱππόβοτός τε καὶ ἄλλως ὑπτία.

自此往后,尽是适于策马驰骋的平原,充溢着丰沛的水源,是一片适合牧马且大体平坦的广袤土地。

§1.10.6

οὗ δὴ τὰ Οὔννων ἔθνη σχεδόν τι ἅπαντα ἵδρυται ἄχρι ἐς τὴν Μαιῶτιν διήκοντα λίμνην.

几乎所有匈人部族皆定居于此,一直延伸至迈奥提斯湖。

§1.10.7

οὗτοι ἢν μὲν διὰ τῆς πυλίδος ἧς ἄρτι ἐμνήσθην ἴωσιν ἐς τὰ Περσῶν τε καὶ Ῥωμαίων ἤθη, ἀκραιφνέσι τε τοῖς ἵπποις ἴασι καὶ περιόδῳ τινὶ οὐδαμῆ χρώμενοι οὐδὲ κρημνώδεσιν ἐντυχόντες χωρίοις, ὅτι μὴ τοῖς πεντήκοντα σταδίοις ἐκείνοις οἷσπερ εἰς τοὺς Ἰβηρίους ὅρους, ὥσπερ ἐρρήθη, διήκουσιν.

这些人若是通过我方才提及的小门进犯波斯人与罗马人的领地,他们的战马便仍完好无损,既无需绕道而行,亦不会遭遇险峻地势,唯有前文所述通向伊比利亚人边界的那五十斯塔德路程除外。

§1.10.8

ἐπ’ ἄλλας δέ τινας ἐξόδους ἰόντες πόνῳ τε πολλῷ παραγίνονται καὶ ἵπποις οὐκέτι χρῆσθαι τοῖς αὐτοῖς ἔχοντες. περιόδους τε γὰρ αὐτοὺς περιιέναι πολλὰς ἐπάναγκες καὶ ταύτας κρημνώδεις.

但若取道其他出口前往,他们便须历经千辛万苦方能抵达,且无法再骑乘原先的马匹;因为他们必须绕行许多回环曲折之路,且尽是险峻之地。

§1.10.9

ὅπερ ἐπειδὴ ὁ Φιλίππου Ἀλέξανδρος κατενόησε, πύλας τε ἐν χώρῳ ἐτεκτήνατο τῷ εἰρημένῳ καὶ φυλακτήριον κατεστήσατο. ὃ δὴ ἄλλοι τε πολλοὶ προϊόντος χρόνου ἔσχον καὶ Ἀμβαζούκης, Οὖννος μὲν γένος, Ῥωμαίοις δὲ καὶ Ἀναστασίῳ βασιλεῖ φίλος.

腓力之子亚历山大察觉此情后,便在上述地点构筑了城门,并设置了要塞。随着岁月的流逝,许多其他人曾据有此地,其中包括安巴祖克斯,他本是匈人出身,却与罗马人及阿纳斯塔修斯皇帝交好。

§1.10.10

οὗτος Ἀμβαζούκης, ἐπειδὴ ἔς τε γῆρας ἀφῖκτο βαθὺ καὶ τελευτᾶν ἔμελλε, πέμψας παρὰ τὸν Ἀναστάσιον, χρήματά οἱ δοθῆναι ᾔτει, ἐφ’ ᾧ τό τε φυλακτήριον καὶ πύλας τὰς Κασπίας ἐνδώσει Ῥωμαίοις.

这位安巴祖克斯已届耄耋之年且行将就木之时,派人前往阿纳斯塔修斯处,请求赐予金钱,条件是将要塞及里海门移交给罗马人。

§1.10.11

βασιλεὺς δὲ Ἀναστάσιος (δρᾶν γὰρ ἀνεπισκέπτως οὐδὲν οὔτε ἠπίστατο οὔτε εἰώθει) λογισάμενος ὅτι οἱ στρατιώτας ἐνταῦθα ἐκτρέφειν ἀδύνατα ἦν ἐν χωρίῳ ἐρήμῳ τε ἀγαθῶν ἁπάντων καὶ οὐδαμῆ ἐν γειτόνων ἔχοντι ἔθνος Ῥωμαίοις κατήκοον, χάριν μὲν τῷ ἀνθρώπῳ τῆς ἐς αὐτὸν εὐνοίας πολλὴν ὡμολόγει, τὸ δὲ ἔργον τοῦτο οὐδενὶ λόγῳ προσίετο.

然而阿纳斯塔修斯皇帝——盖因他既不通晓亦不习惯草率行事——考虑到在此地供养士兵对于他而言绝无可能,因该地匮乏一切物资,且邻近绝无任何臣服于罗马人的部族,他虽对该人向自己展现的善意表示十分感激,却决不接受这一交易。

§1.10.12

Ἀμβαζούκης μὲν οὖν οὐ πολλῷ ὕστερον ἐτελεύτα νόσῳ, Καβάδης δὲ βιασάμενος τοὺς αὐτοῦ παῖδας τὰς πύλας ἔσχεν.

于是安巴祖克斯不久后便因病去世,喀瓦德以武力制服其诸子,夺取了该门。

§1.10.13

Ἀναστάσιός τε βασιλεύς, ἐπειδὴ ἐγένοντο αὐτῷ αἱ πρὸς Καβάδην σπονδαί, πόλιν ἐδείματο ἐν χωρίῳ Δάρας ὀχυράν τε ὑπερφυῶς καὶ λόγου ἀξίαν, αὐτοῦ βασιλέως ἐπώνυμον.

阿纳斯塔修斯皇帝在与喀瓦德缔结条约之后,在一个名为达拉斯的地方建造了一座极其坚固且值得称道的城市,并以皇帝自己的名字命名。

§1.10.14

ἀπέχει δὲ αὕτη πόλεως μὲν Νισίβιδος σταδίους ἑκατὸν δυοῖν δέοντας, χώρας δὲ ἣ τὰ Ῥωμαίων τε καὶ Περσῶν διορίζει ὀκτὼ καὶ εἴκοσι μάλιστα.

该城距尼斯比斯城九十八斯塔德,距划分罗马人与波斯人领地的边界约二十八斯塔德。

§1.10.15

Πέρσαι δὲ κωλύειν τὴν οἰκοδομίαν σπουδὴν ἔχοντες οὐδαμῆ ἴσχυον ἀσχολίᾳ τῇ ἐς πόλεμον τὸν Οὐννικὸν πιεζόμενοι.

波斯人虽极力想要阻挠施工,却因受制于匈人战事的羁绊而全然无能为力。

§1.10.16

ἐπειδή τε αὐτὸν τάχιστα Καβάδης κατέλυσε, πέμψας παρὰ Ῥωμαίους ᾐτιᾶτο πόλιν αὐτοὺς οἰκοδομήσασθαι ἄγχιστά που τῶν σφετέρων ὁρίων, ἀπειρημένον τοῦτο2 ἐν τοῖς Μήδοις τε καὶ Ῥωμαίοις ξυγκειμένοις τὰ πρότερα.

待喀瓦德迅速结束该战事后,便遣使前往罗马人处,谴责他们在极其靠近己方边界之处筑城,而这在以往米底人与罗马人的协定中是明令禁止的。

§1.10.17

τότε μὲν οὖν Ἀναστάσιος τὰ μὲν ἀπειλῶν, τὰ δὲ φιλίαν τε τὴν ἐς αὐτὸν προτεινόμενος καὶ χρήμασιν οὐ φαύλοις δωρούμενος, παρακρούεσθαί τε καὶ τὴν αἰτίαν ἐκλύειν ἤθελε.

于是当时阿纳斯塔修斯一方面加以威吓,另一方面表达对他的友谊并赠以巨款,意图借此予以搪塞并消解这一指责。

§1.10.18

καὶ πόλιν δὲ ἄλλην ταύτῃ ὁμοίαν ἐν Ἀρμενίοις ὁ βασιλεὺς οὗτος ἀγχοτάτω ἐδείματο τῶν Περσαρμενίας ὁρίων, ἣ κώμη μὲν ἐκ παλαιοῦ ἐτύγχανεν οὖσα, πόλεως δὲ ἀξίωμα μέχρι ἐς τὸ ὄνομα πρὸς Θεοδοσίου βασιλέως λαβοῦσα ἐπώνυμος αὐτοῦ ἐγεγόνει.

这位皇帝还在亚美尼亚境内、极其靠近波斯亚美尼亚边界之处修建了另一座与此类似的城市;该地自古本为一处村落,但从狄奥多西皇帝处获得了名义上的城市地位,并以其名命名。

§1.10.19

ἀλλ’ Ἀναστάσιος τείχει αὐτὴν ὀχυρωτάτῳ περιβαλὼν πράγματα Πέρσαις οὐδέν τι ἧσσον ἢ διὰ τῆς ἑτέρας παρέσχετο· ἐπιτειχίσματα γὰρ αὐτῶν τῇ χώρᾳ γέγονεν ἄμφω.

但阿纳斯塔修斯为其修筑了极其坚固的城墙,给波斯人带来的麻烦绝不亚于前一座城;因为这两座城都成了扼制其国土的桥头要塞。

语法注2 条
  1. 1.10.2προϊόντι

    现在分词与格,作基准或视角的关涉与格(dative of reference / point of view),意为“对于前行之人而言”或“随着前行”。下一节中的 ὑπερβάντι(越过者)亦属同类构文。

  2. 1.10.16ἀπειρημένον τοῦτο

    由无人称动词的中性完成时被动分词 ἀπειρημένον 与代词 τοῦτο 构成的宾格绝对结构(accusative absolute),表让步或背景说明(“尽管此事在协定中已被明令禁止”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:1.10.1-1.10.19