← 普罗科皮乌斯

战史

§1.8.11-1.8.22

帕特里克军麻痹遭袭与卡巴德斯退兵

得知卡巴德斯逼近的阿雷奥宾杜斯仓皇溃逃,而击溃厌哒前锋后麻痹大意的帕特里克军团遭卡巴德斯突袭而全军覆没。卡巴德斯因匈人入侵退兵后,各自为政的罗马将领碌碌无为,仅由凯莱尔进行了一次短暂的劫掠。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.8.11

Ἀρεόβινδος δὲ ἐπειδὴ Καβάδην παντὶ τῷ στρατῷ ἐπιέναι σφίσιν ἐπύθετο, ἀπολιπὼν τὸ στρατόπεδον ξὺν τοῖς ἑπομένοις ἅπασιν ἐς φυγὴν ὥρμητο καὶ ἐς Κωνσταντίναν δρόμῳ ἐχώρει.

阿雷奥宾杜斯得知卡巴德斯正率全军向他们扑来,便弃营同全体随从仓皇出逃,一路狂奔前往君士坦丁娜。

§1.8.12

ἐπελθόντες δὲ ὀλίγῳ ὕστερον οἱ πολέμιοι ἔρημον ἀνδρῶν αὐτοῖς χρήμασι1 τὸ στρατόπεδον εἷλον. ἔνθεν τε κατὰ τάχος ἐπὶ Ῥωμαίων τὸ ἄλλο στράτευμα ᾔεσαν.

不久后敌军赶到,占领了空无一人的军营连同辎重物资。他们随即火速向罗马人的另一支军队扑去。

§1.8.13

οἱ δὲ ἀμφὶ Πατρίκιον καὶ Ὑπάτιον Ἐφθαλίταις ἐντυχόντες ὀκτακοσίοις οἳ τοῦ Περσῶν στρατοῦ ἔμπροσθεν ᾔεσαν, σχεδόν τι ἅπαντας ἔκτειναν.

与此同时,帕特里克与伊帕提乌斯一部遭遇了行进在波斯大军前方的八百名厌哒人,并几乎将其全歼。

§1.8.14

οὐδὲν δὲ ἀμφὶ τῷ Καβάδῃ καὶ τῇ Περσῶν στρατιᾷ πεπυσμένοι, ἅτε νενικηκότες, ἀδεέστερον τῇ διαίτῃ ἐχρῶντο. τὰ γοῦν ὅπλα καταθέμενοι ἄριστον σφίσιν ἡτοίμαζον. ἤδη γὰρ τῆς ἡμέρας ὁ καιρὸς ἐνταῦθα ἦγε.2

由于对卡巴德斯与波斯主力部队一无所知,且自以为胜券在握,他们便毫无戒备地休整度日。他们放下武器,为自己张罗起早午餐来;因为彼时天色已近正午。

§1.8.15

ῥύαξ δέ τις ἔρρει ἐν τούτῳ τῷ χώρῳ, ἵνα Ῥωμαῖοι τὰ κρέα καθαίρειν ἤρξαντο οἷς δὴ σιτίζεσθαι ἔμελλον.

此地有一条小溪流淌,罗马士兵便开始在溪中清洗准备充饥的肉食。

§1.8.16

τινὲς δὲ ἀχθόμενοι τῷ πνίγει καὶ λοῦσθαι ἠξίουν, ταύτῃ τε ταραχθὲν τὸ τοῦ ῥύακος ὕδωρ πρόσω ἐχώρει. Καβάδης δὲ τὰ ἐς τοὺς Ἐφθαλίτας ξυμπεσόντα μαθὼν ἐπὶ τοὺς πολεμίους κατὰ τάχος ᾔει· κατιδών τε συγκεχυμένον τὸ τοῦ ῥύακος ὕδωρ καὶ ξυμβαλὼν τὸ ποιούμενον ἔγνω ἀπαρασκεύους τοὺς ἐναντίους εἶναι, καὶ κατὰ κράτος ἤδη ἐπ’ αὐτοὺς ἐλαύνειν ἐκέλευεν. αὐτίκα τε αὐτοῖς ἑστιωμένοις τε καὶ ἀνόπλοις οὖσιν ἐπέστησαν.

有些人因酷热难耐还打算沐浴,溪水因此被搅浑而流向下游。卡巴德斯得知厌哒人所遭遇的不测,便急率大军向敌军杀来;他望见溪水浑浊,推测出个中缘由,遂断定敌人毫无防备,便下令立即全力向他们发起冲锋。于是波斯军转瞬便杀到了这群正在进餐且手无寸铁的人面前。

§1.8.18

Ῥωμαῖοι δὲ οὐκ ἐνεγκόντες τὴν ἔφοδον ἐς ἀλκὴν μὲν τὸ παράπαν οὐκ ἔβλεπον, ἔφευγον δὲ ὡς ἕκαστός πη ἐδύνατο, καὶ αὐτῶν οἱ μὲν καταλαμβανόμενοι ἔθνησκον, οἱ δὲ ἀνιόντες εἰς τὸ ὄρος ὃ ταύτῃ ἀνέχει ἐρρίπτουν αὑτοὺς κατὰ τὸ κρημνῶδες ξὺν φόβῳ καὶ θορύβῳ πολλῷ.

罗马人经受不住这番突袭,根本未曾想过抵抗,而是各寻生路四散奔逃;其中有些人被追及杀死,另一些人爬上了矗立在旁的山峰,在极度的恐惧与骚乱中纵身跳下悬崖。

§1.8.19

ὅθεν δὴ οὐδένα σεσῶσθαί φασι,3 Πατρίκιος δὲ καὶ Ὑπάτιος κατ’ ἀρχὰς τῆς ἐφόδου διαφυγεῖν ἴσχυσαν. ἔπειτα δὲ Καβάδης, Οὔννων πολεμίων ἐς γῆς τὴν αὐτοῦ ἐσβεβληκότων, παντὶ τῷ στρατῷ ἐπ’ οἴκου ἀνεχώρησε, πόλεμόν τε μακρὸν πρὸς τὸ ἔθνος τοῦτο ἐς τῆς χώρας τὰ πρὸς ἄρκτον διέφερεν.

据说从崖上跌落者无一幸免,但帕特里克与伊帕提乌斯在突袭伊始便得以侥幸脱身。此后,因有敌对的匈人入侵其国土,卡巴德斯便率全军班师回朝,并在其国土北方与该部族展开了旷日持久的战事。

§1.8.20

ἐν τούτῳ δὲ καὶ τὸ ἄλλο στράτευμα Ῥωμαίων ἦλθε, λόγου μέντοι ἄξιον οὐδὲν ἔδρασαν, ὅτι δὴ αὐτοκράτωρ τοῦ πολέμου κατέστη οὐδείς,4 ἀλλ’ ἴσοι πρὸς ἀλλήλους οἱ στρατηγοὶ ὄντες ἀντεστάτουν τε ἀλλήλων ταῖς γνώμαις καὶ γίνεσθαι ἐν τῷ αὐτῷ οὐδαμῆ ἤθελον.

与此同时,罗马人的其余部队亦已赶到,然而他们未建寸功,盖因未曾设立任何战事全权统帅;诸位将军平起平坐,彼此意见相左,绝不愿合兵一处。

§1.8.21

Κέλερ δὲ ξὺν τοῖς ἑπομένοις Νύμφιον ποταμὸν διαβὰς ἐσβολήν τινα ἐς τὴν Ἀρζανηνὴν ἐποιήσατο.

而凯莱尔率其部属渡过宁菲乌斯河,突入阿尔扎内内境内。

§1.8.22

ἔστι δὲ ὁ ποταμὸς οὗτος Μαρτυροπόλεως μὲν ἀγχοτάτω, Ἀμίδης δὲ ὅσον ἀπὸ σταδίων τριακοσίων. οἳ δὴ ληισάμενοι τὰ ἐκείνῃ χωρία ἐπανῆλθον οὐ πολλῷ ὕστερον. δι’ ὀλίγου τε ἡ ἐπιδρομὴ αὕτη ἐγένετο.

该河流距马提罗波利斯极近,距阿米达约三百斯塔迪亚。他们劫掠了当地各处,不久后便撤回;这番突袭在极短时间内便告结束。

语法注4 条
  1. 1.8.12αὐτοῖς χρήμασι

    表伴随的与格(sociative dative),意为“连同物资财物一并”。αὐτός 与名词与格连用构成惯用句式,表示“连同……一起/……本身在内”。

  2. 1.8.14τῆς ἡμέρας ὁ καιρὸς ἐνταῦθα ἦγε

    无生命主语 ὁ καιρός(时刻/时机)搭配动词 ἦγε 及副词 ἐνταῦθα(向彼处)构成的习语,直译为“一日之时刻正导向彼处”,即天色已到了该进餐的时分,与前文的 ἄριστον(早午餐/正餐)相照应。

  3. 1.8.19ὅθεν δὴ οὐδένα σεσῶσθαί φασι

    关系副词 ὅθεν(自彼处)指代前句的断崖(τὸ κρημνῶδες)或跳崖之举,意为“从悬崖处跳下者无一人生还”,并非指全军无人幸存(紧接着便交代了两位将领成功突围)。

  4. 1.8.20ὅτι δὴ αὐτοκράτωρ τοῦ πολέμου κατέστη οὐδείς

    αὐτοκράτωρ 作表语,意为“全权统帅”或“最高统帅”。此处指出战事缺乏统摄全军的单一指挥官,众将地位平等(ἴσοι),乃是导致军队互相龃龉、无所作为的根源。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:1.8.11-1.8.22