- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:1.8.1-1.8.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
得知阿米达被围后,阿纳斯塔修斯皇帝派遣阿雷奥宾杜斯等四位名将统率空前规模的大军出征;但诸将各自为政、缺乏协同,在企图进犯波斯本土之际,未能察觉卡巴德斯已率全军迎头赶来。
Τότε δὲ βασιλεὺς Ἀναστάσιος πολιορκεῖσθαι μαθὼν Ἄμιδαν στράτευμα κατὰ τάχος διαρκὲς ἔπεμψεν. ἄρχοντες δὲ ἦσαν μὲν κατὰ συμμορίαν ἑκάστων, στρατηγοὶ δὲ ἅπασιν ἐφεστήκεσαν τέσσαρες,1 Ἀρεόβινδός τε, Ὀλυβρίου κηδεστής, τοῦ ἐν τῇ ἑσπερίᾳ βεβασιλευκότος ὀλίγῳ πρότερον, τῆς ἑῴας δὲ τότε στρατηγὸς ἐτύγχανεν ὤν· καὶ τῶν ἐν παλατίῳ ταγμάτων ἀρχηγὸς Κέλερ ʽμάγιστρον Ῥωμαῖοι τὴν ἀρχὴν καλεῖν νενομίκασιν̓· ἔτι μὴν καὶ οἱ τῶν ἐν Βυζαντίῳ στρατιωτῶν ἄρχοντες, Πατρίκιός τε ὁ Φρὺξ καὶ Ὑπάτιος ὁ βασιλέως ἀδελφιδοῦς· οὗτοι μὲν τέσσαρες στρατηγοὶ ἦσαν.
彼时,皇帝阿纳斯塔修斯获悉阿米达被围,便火速派出一支兵力充裕的军队。各部虽各有长官,但统率全军的总指挥共有四人:阿雷奥宾杜斯,不久前在西方称帝的奥利布里乌斯的女婿,当时正担任东方军区统领;宫廷宿卫部队指挥官凯莱尔(罗马人惯称此职为马吉斯特);此外还有驻拜占庭军团的长官弗里吉亚人帕特里克与皇帝的内侄伊帕提乌斯。此四人便是主将。
ξυνῆν δὲ αὐτοῖς καὶ Ἰουστῖνος, ὃς δὴ ὕστερον Ἀναστασίου τελευτήσαντος ἐβασίλευσε, καὶ Πατρικιόλος ξὺν Βιταλιανῷ τῷ παιδί, ὃς ὅπλα ἀντάρας Ἀναστασίῳ βασιλεῖ οὐ πολλῷ ὕστερον ἐτυράννησε, καὶ Φαρεσμάνης Κόλχος μὲν γένος, διαφερόντως δὲ ἀγαθὸς τὰ πολέμια, καὶ Γοδίδισκλός τε καὶ Βέσσας, Γότθοι ἄνδρες, Γότθων τῶν οὐκ ἐπισπομένων Θευδερίχῳ ἐς Ἰταλίαν ἐκ Θρᾴκης ἰόντι, γενναίω τε ὑπερφυῶς ἄμφω καὶ τῶν κατὰ τὸν πόλεμον πραγμάτων ἐμπείρω,2 ἄλλοι τε πολλοὶ καὶ ἄριστοι εἵποντο.
与他们同行的还有查士丁(后来在阿纳斯塔修斯去世后称帝),帕特里基奥卢斯及其子维塔利安(此人不久之后曾拿起武器反抗皇帝阿纳斯塔修斯并发动叛乱),科尔基斯族出身且极擅征战的法雷斯马内斯,以及戈迪迪斯克卢斯与贝萨斯——属于未随狄奥多里克从色雷斯前往意大利的哥特人,两人皆极为勇武豪迈且深谙战事;另有许多精兵良将随行。
στράτευμα γὰρ τοιοῦτό φασιν οὔτε πρότερον οὔτε ὕστερον ἐπὶ Πέρσας Ῥωμαίοις ξυστῆναι. οὗτοι μέντοι ἅπαντες οὐκ ἐς ταὐτὸ ἀγηγερμένοι οὐδὲ στράτευμα ἓν ποιησάμενοι ᾔεσαν, ἀλλ’ αὐτὸς ἕκαστος τοῖς κατ’ αὐτὸν στρατιώταις ἐξηγεῖτο ἐπὶ τοὺς πολεμίους.
据说罗马人针对波斯人组建如此规模的军队,无论此前还是此后都绝无仅有。然而,他们并未合兵一处或合成一支统一的军队进发,而是各自统领所辖部属分别迎击敌人。
χορηγὸς δὲ τῆς τοῦ στρατοπέδου δαπάνης Ἀπίων Αἰγύπτιος ἐστάλη, ἀνὴρ ἐν πατρικίοις ἐπιφανής τε καὶ δραστήριος ἐς τὰ μάλιστα, καὶ αὐτὸν βασιλεὺς κοινωνὸν τῆς βασιλείας ἐν γράμμασιν ἀνεῖπεν, ὅπως οἱ ἐξουσία εἴη τὰ ἐς τὴν δαπάνην ᾗ βούλοιτο διοικήσασθαι.
作为军饷开支的督办官,埃及人阿皮翁被派往前线;此人在贵族中声名显赫且极具干才,皇帝特下诏书任命他为皇权共享者,以便他有权随心所欲地处置军费开销。
Ὁ μὲν οὖν στρατὸς οὗτος χρόνῳ τε ξυνελέγοντο καὶ σχολαίτεροι ἐπορεύοντο.3 διὸ δὴ τοὺς βαρβάρους ἐν γῇ τῇ Ῥωμαίων οὐχ εὗρον, ἐπεὶ ἐξ ἐπιδρομῆς οἱ Πέρσαι τὴν ἔφοδον ποιησάμενοι αὐτίκα δὴ ἐς τὰ πάτρια ἤθη ἀνεχώρησαν ξὺν πάσῃ τῇ λείᾳ.
然而这支大军集结耗时甚久,行军亦甚为迟缓。因此,他们在罗马人境内并未寻得蛮族人的踪迹,因为波斯人本是采取突袭式的进犯,抢掠之后立即带着全部战利品撤回了本土疆域。
τῶν δὲ στρατηγῶν οὐδεὶς ἐς πολιορκίαν τῶν ἐν Ἀμίδῃ ἀπολελειμμένων ἐν τῷ παρόντι καθίστασθαι ἤθελε· πολλὰ γὰρ ἐσκομίσασθαι σφᾶς4 τὰ ἐπιτήδεια ἔμαθον· ἀλλ’ ἐς τῶν πολεμίων τὴν χώραν ἐσβολὴν ποιήσασθαι ἐν σπουδῇ εἶχον.
诸将当时谁也不愿去围攻留守阿米达的敌兵,因为他们得知留守者已运入了大量给养;相反,他们急于侵入敌国领土。
οὐ μὴν ἐπὶ τοὺς βαρβάρους κοινῇ ᾔεσαν, ἀλλὰ χωρὶς ἀλλήλων στρατοπεδευόμενοι ἐπορεύοντο. ταῦτα Καβάδης μαθὼν ʽἄγχιστα γάρ που ἐτύγχανεν ὢν’ ἐς τὰ Ῥωμαίων ὅρια κατὰ τάχος ἐλθὼν ὑπηντίαζεν.
不过他们并未合兵讨伐蛮族,而是各自扎营行军。卡巴德斯得知此情(因他恰在极近之处),便急忙赶到罗马边境迎战。
οὔπω μέντοι Ῥωμαῖοι τῷ παντὶ στρατῷ Καβάδην ἰέναι ἐπ’ αὐτοὺς ἔμαθον, ἀλλὰ Περσῶν ᾤοντο στράτευμα βραχύ τι ἐνταῦθα εἶναι.
然而罗马人尚未得知卡巴德斯正率全军向他们扑来,只当那里只有一小股波斯部队。
οἱ μὲν οὖν ἀμφὶ Ἀρεόβινδον ἐστρατοπεδεύσαντο ἐν χωρίῳ Ἀρζάμων, ἀπέχοντι Κωνσταντίνης πόλεως δυοῖν ἡμέραιν ὁδόν, οἱ δὲ ἀμφὶ Πατρίκιον καὶ Ὑπάτιον ἐν χωρίῳ Σίφριος, ὅπερ Ἀμίδης πόλεως οὐχ ἧσσον ἢ πεντήκοντα καὶ τριακοσίους σταδίους ἀπέχει. Κέλερ γὰρ οὔπω ἐνταῦθα ἀφῖκτο.
于是阿雷奥宾杜斯一部在距君士坦丁娜城两日程的阿尔扎蒙扎营,而帕特里克与伊帕提乌斯一部则在距阿米达城不少于三百五十斯塔迪亚的西夫里奥斯扎营。因为凯莱尔尚未抵达那里。
- 1.8.1ἄρχοντες δὲ ἦσαν μὲν κατὰ συμμορίαν ἑκάστων, στρατηγοὶ δὲ ἅπασιν ἐφεστήκεσαν τέσσαρες
此处对比了 ἄρχοντες 与 στρατηγοί:前者指各分队(κατὰ συμμορίαν)的长官,后者指统辖全军(ἅπασιν)的四位统帅。从 Ἀρεόβινδός τε... 至 οὗτοι μὲν τέσσαρες στρατηγοὶ ἦσαν 为同位展开,详细列举了四位统帅的身份与职衔。
- 1.8.3γενναίω τε ὑπερφυῶς ἄμφω καὶ τῶν κατὰ τὸν πόλεμον πραγμάτων ἐμπείρω
此处使用了主格双数形式(γενναίω, ἄμφω, ἐμπείρω),指代前述两位哥特领袖戈迪迪斯克卢斯与贝萨斯。双数形式在晚期希腊语日常中已消亡,但常被普罗柯匹乌斯等拟古派(雅典主义)作家刻意使用。
- 1.8.6Ὁ μὲν οὖν στρατὸς οὗτος χρόνῳ τε ξυνελέγοντο καὶ σχολαίτεροι ἐπορεύοντο
意合构造(constructio ad sensum)。单数集合名词主语 ὁ στρατὸς οὗτος 与复数动词(ξυνελέγοντο, ἐπορεύοντο)及作状语/表语的复数比较级形容词(σχολαίτεροι)相搭配。
- 1.8.7σφᾶς
本为间接反身代词的 σφᾶς 作不定式 ἐσκομίσασθαι 的宾格逻辑主语。此处指代的并非主句主语(罗马将领),而是上文提到的留守阿米达的波斯守军(τῶν ἐν Ἀμίδῃ ἀπολελειμμένων)。
