- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:1.7.17-1.7.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
因受阿米达人嘲弄并在僧侣劝说下继续围城的卡巴德斯,趁守卫塔楼的修道士熟睡之际通过暗道夺取了塔楼,并在激战后强攻破城;随后他被一位司铎的机智言辞打动,停止了屠杀并最终释放了俘虏。
τότε δὴ οἱ πολιορκούμενοι, ἅτε τοῦ κινδύνου ἀφροντιστήσαντες, πολλὰ τοὺς βαρβάρους ξὺν γέλωτι ἀπὸ τοῦ περιβόλου ἐτώθαζον.
彼时,被围困的人因忽视了危险,在城墙上哄笑着对蛮族人大加嘲弄。
καί τινες ἑταῖραι ἀνελκύσασαι κόσμῳ οὐδενὶ τὴν ἐσθῆτα Καβάδῃ ἄγχιστά που ἑστηκότι ἐδείκνυον ὅσα τῶν γυναικῶν γυμνᾶ φανῆναι ἀνδράσιν οὐ θέμις.
有几名妓女毫无体统地撩起衣袍,向站在极近处的卡巴德斯展示了妇人不可向男子裸露的隐秘部位。
ὅπερ κατιδόντες οἱ μάγοι τῷ τε βασιλεῖ ἐς ὄψιν ἦλθον καὶ τὴν ἀναχώρησιν ἐκώλυον, ξυμβαλεῖν ἰσχυριζόμενοι τῷ γεγονότι ὡς ἅπαντα Καβάδῃ Ἀμιδηνοὶ τά τε ἀπόρρητα καὶ κρυπτόμενα οὐκ ἐς μακρὰν δείξουσιν.1 οὕτω μὲν τὸ Περσῶν στρατόπεδον αὐτοῦ ἔμεινεν.
玛吉们见状便进见国王并劝阻他撤军,断言从发生的事情推断,阿米达人不久就会把一切秘而不宣之物向卡巴德斯展示。于是波斯军队便留在了那里。
Ἡμέραις δὲ τῶν τις Περσῶν οὐ πολλαῖς ὕστερον ἄγχιστα τῶν πύργων τινὸς ἐκβολὴν ὑπονόμου παλαιοῦ εἶδεν οὐ ξὺν τῷ ἀσφαλεῖ κεκαλυμμένην, ἀλλὰ χάλιξι σμικραῖς τε καὶ οὐ λίαν συχναῖς.
几天后,一名波斯人在靠近一座塔楼之处发现了一条古老地下暗道的出水口,并未被严密掩蔽,而只是用细碎且不多的碎石遮盖着。
νύκτωρ τε μόνος ἐνταῦθα ἥκων καὶ τῆς εἰσόδου ἀποπειρασάμενος ἐντὸς τοῦ περιβόλου ἐγένετο. ἅμα δὲ ἡμέρᾳ τὸν πάντα λόγον Καβάδῃ ἀπήγγειλε. καὶ ὃς τῇ ἐπιγινομένῃ νυκτὶ κλίμακας ἐν παρασκευῇ ποιησάμενος ξὺν ὀλίγοις τισὶν ἐνταῦθα ἦλθε. καί τις αὐτῷ δεξιὰ ξυνηνέχθη τύχη τρόπῳ τοιῷδε.
他于夜间孤身前去并试探入口,进入了城墙之内。黎明时分,他将全过程报告给卡巴德斯。后者便在次夜备好云梯,率领少数兵士来到那里。恰好有一种好运按如下方式降临在他身上。
τὸν πύργον, ὃς δὴ τοῦ ὑπονόμου ἀγχοτάτω ἐτύγχανεν ὤν, φυλάσσειν τῶν Χριστιανῶν οἱ σωφρονέστατοι ἔλαχον, οὕσπερ καλεῖν μοναχοὺς νενομίκασι. τούτους ἑορτήν τινα τῷ θεῷ ἄγειν ἐνιαύσιον ἐκείνῃ τῇ ἡμέρᾳ τετύχηκεν.
分派守卫那座离暗道最近的塔楼的,恰是基督徒中最克己谨慎的人,即人们惯常称为修道士的人。他们正巧在那一天庆祝敬献给上帝的年度节日。
ἐπεί τε ἡ νὺξ ἐπεγένετο, ἅπαντες, ἅτε κόπῳ μὲν πολλῷ διὰ τὴν πανήγυριν ὁμιλήσαντες, μᾶλλον δὲ τοῦ εἰθισμένου σιτίων τε καὶ ποτοῦ ἐς κόρον ἐλθόντες, ὕπνον τινὰ ἡδύν τε καὶ πρᾷον ἐκάθευδον καὶ ἀπ’ αὐτοῦ ὡς ἥκιστα τῶν ποιουμένων ᾐσθάνοντο.
到了夜晚,所有人由于庆祝聚会而劳累过度,加上饮食又远超寻常而过饱,便陷入了香甜安恬的沉睡之中,因此对所发生之事毫无察觉。
Πέρσαι γοῦν διὰ τοῦ ὑπονόμου ἐντὸς τοῦ περιβόλου κατ’ ὀλίγους γενόμενοι ἐς τὸν πύργον ἀνέβαινον, καὶ τοὺς μοναχοὺς καθεύδοντας ἔτι εὑρόντες, ἔκτειναν ἅπαντας.
波斯人遂通过暗道三三两两地进入城墙之内,登上塔楼,见修道士们仍在熟睡,便将他们悉数杀死。
ὅπερ ἐπεὶ Καβάδης ἔγνω, τὰς κλίμακας τῷ τείχει τούτου δὴ ἄγχιστα τοῦ πύργου προσῆγεν.
卡巴德斯得知此事后,便把云梯架在此塔极近处的城墙上。
ἡμέρα δὲ ἦν ἤδη. καὶ τῶν Ἀμιδηνῶν οἳ ἐν πύργῳ τῷ ἐχομένῳ ἐφύλασσον, αἰσθόμενοι τοῦ κακοῦ, κατὰ τάχος ἐβοήθουν ἐνταῦθα.
此时天色已明。在相邻塔楼上守卫的阿米达人察觉到大祸临头,急忙赶来救援。
ὠθισμῷ τε πολλῷ ἐπὶ πλεῖστον ἀμφότεροι ἐς ἀλλήλους ἐχρῶντο, καὶ τὸ πλέον ἤδη Ἀμιδηνοὶ ἔχοντες τῶν τε ἀναβεβηκότων πολλοὺς ἔκτεινον καὶ τοὺς ἀπὸ τῶν κλιμάκων ἀνέστελλον, καὶ τοῦ ἀπεῶσθαι τὸν κίνδυνον οὐ μακράν που ἐγένοντο.2
双方在极长时间里陷入了极为激烈的相互推挤冲撞之中;阿米达人逐渐占据上风,杀死了许多已经登城的人,并击退从梯子爬上的人,眼看就要将危险化解。
ἀλλὰ Καβάδης αὐτὸς τὸν ἀκινάκην σπασάμενος καὶ αὐτῷ ἀεὶ δεδισσόμενος ἐς τὰς κλίμακας ὁρμῶν οὐκ ἀνίει τοὺς Πέρσας, θάνατός τε ἦν ἡ ζημία τοῖς ἐνθένδε ἀναστρέφειν τολμῶσι.
但卡巴德斯亲自拔出弯刀,不断用它恐吓并驱策波斯兵冲向云梯而不准退缩,胆敢从那里折返者一律处死。
διὸ δὴ πλήθει πολλῷ οἱ Πέρσαι καθυπέρτεροι τῶν ἐναντίων γενόμενοι ἐνίκησάν τε αὐτοὺς τῇ μάχῃ καὶ κατὰ κράτος ἡ πόλις ἥλω ὀγδοηκοστῇ ἀπὸ τῆς πολιορκίας ἡμέρᾳ.
因此,波斯人在人数上大大压倒了对手,在战斗中战胜了他们,围城第八十天,该城被强攻攻陷。
φόνος τε Ἀμιδηνῶν πολὺς ἐγεγόνει, ἕως ἐσελαύνοντι ἐς τὴν πόλιν Καβάδῃ τῶν τις Ἀμιδηνῶν γέρων τε καὶ ἱερεὺς προσελθὼν εἶπεν ὡς οὐ βασιλικὸν τὸ φονεύειν τοὺς ἡλωκότας εἴη.
阿米达人遭到了大规模的屠杀,直到卡巴德斯骑马进城时,阿米达人中一位年迈的司铎走上前去说道,屠杀被俘之人并非王者之举。
Καβάδης μὲν οὖν θυμῷ ἔτι ἐχόμενος ἀπεκρίνατο, “Διὰ τί γάρ μοι πολεμεῖν ἔγνωτε;” ὁ δὲ ὑπολαβὼν αὐτίκα ἔφη, “Ὅτι δὴ ὁ θεὸς οὐχ ἡμετέρᾳ γνώμῃ, ἀλλὰ σῇ ἀρετῇ παραδιδόναι σοι Ἄμιδαν ἤθελε.” τούτῳ τῷ λόγῳ Καβάδης ἡσθεὶς κτείνειν οὐδένα τὸ λοιπὸν εἴασεν, ἀλλὰ τά τε χρήματα ληίζεσθαι Πέρσας ἐκέλευε καὶ τοὺς περιόντας ἐν ἀνδραπόδων ποιεῖσθαι λόγῳ,3 καὶ αὑτῷ ἐξελέσθαι ἅπαντας αὐτῶν τοὺς δοκίμους ἐπέστελλεν.
卡巴德斯依然怒气未消地回答:“那么你们为何当初决意与我为敌?”那位老人随即接话道:“因为上帝原本意欲不是凭借我们的意愿、而是凭借您的英勇将阿米达交在您的手中。” 卡巴德斯听了这话十分高兴,自此不再允许杀害任何人,而是下令波斯兵掠夺财物,并将幸存者降为奴隶身份,且吩咐他们将其中所有的显贵者全部分拣留给自己。
Ὀλίγῳ δὲ ὕστερον χιλίους ἐπὶ τῇ φυλακῇ ἐνταῦθα λιπὼν ἄρχοντά τε αὐτοῖς ἐπιστήσας Γλώνην, ἄνδρα Πέρσην, καὶ τῶν Ἀμιδηνῶν ἀνθρώπους τινὰς ὀλίγους οἰκτρούς, οἳ δὴ ἐς τὴν δίαιταν ὑπηρετήσειν Πέρσαις ἔμελλον, αὐτὸς παντὶ τῷ ἄλλῳ στρατῷ τοὺς ἡλωκότας ἔχων ἐπ’ οἴκου ἀπήλαυνεν.
不久之后,他在那里留下一千人驻守,并任命波斯人格洛内斯为长官,还留下少数凄惨的阿米达人为波斯人的生计服役;他自己则带着俘虏率其余全军班师回朝。
ἐς τούτους δὲ τοὺς αἰχμαλώτους φιλανθρωπίᾳ ἐχρήσατο βασιλεῖ πρεπούσῃ· χρόνου γὰρ ὀλίγου εἰς τὰ οἰκεῖα ξύμπαντας ἀφῆκεν ἰέναι, τῷ δὲ λόγῳ ἀπέδρασαν αὐτόν,4 ὅ τε Ῥωμαίων βασιλεὺς Ἀναστάσιος ἔργα ἐς αὐτοὺς ἐπεδείξατο ἀρετῆς ἄξια· φόρους τε γὰρ τοὺς ἐπετείους ἐς ἔτη ἑπτὰ ξύμπαντας ἀφῆκε τῇ πόλει καὶ αὐτοὺς κοινῇ τε καὶ ἰδίᾳ ἕκαστον πολλοῖς τισιν ἀγαθοῖς ἐδωρήσατο, ὥστε αὐτοῖς λήθην τῶν ξυμβεβηκότων πολλὴν γενέσθαι. ἀλλὰ ταῦτα μὲν χρόνῳ τῷ ὑστέρῳ ἐγένετο.
对这些俘虏,他施行了与国王身份相称的宽仁:不久之后便放所有人返回各自的家园。名义上他们是逃离了他的掌控,而罗马皇帝阿纳斯塔修斯对他们表现出了无愧于自身美德的作为:他免除了该城七年内的一切岁税,并在公共和私人层面上赐予他们每人许多福祉,使得他们对所遭受的灾祸大为淡忘。不过这些都是后来的事了。
- 1.7.19ξυμβαλεῖν ἰσχυριζόμενοι τῷ γεγονότι ὡς ἅπαντα Καβάδῃ Ἀμιδηνοὶ τά τε ἀπόρρητα καὶ κρυπτόμενα οὐκ ἐς μακρὰν δείξουσιν
与格τῷ γεγονότι(从发生的事情)作补充不定式ξυμβαλεῖν(推论、推断)的状语/补足语,而ξυμβαλεῖν又受分词ἰσχυριζόμενοι支配。随后的ὡς引导名词性从句,作ξυμβαλεῖν的宾语内容,陈述推论的结论(“阿米达人不久就会……展示……”)。
- 1.7.27τοῦ ἀπεῶσθαι τὸν κίνδυνον οὐ μακράν που ἐγένοντο
带冠词的完成时被动不定式τοῦ ἀπεῶσθαι作由表示距离的副词短语οὐ μακράν(不远)所支配的分离/关系属格。全句字面意为“他们处于离危险被驱除不远之处”,即“眼看就要将危险化解”。
- 1.7.32ἐν ἀνδραπόδων ποιεῖσθαι λόγῳ
惯用表达ἐν ... λόγῳ ποιεῖσθαι意为“置于……的范畴中/视为……”,支配属格ἀνδραπόδων(奴隶),全句意为“将幸存者降为奴隶身份/视同奴隶对待”。
- 1.7.35τῷ δὲ λόγῳ ἀπέδρασαν αὐτόν
方式/限制与格τῷ λόγῳ(“名义上、口头上”)与前句卡巴德斯实际放还俘虏(ἀφῆκεν ἰέναι)的事实相对照,暗示尽管实际上是他放行的,但在官方说辞或公开名义上是“逃离了他”。
