- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:1.7.1-1.7.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
由于借款遭拒,卡巴德斯出兵侵入罗马领地并围攻阿米达;历经隐士雅各布的神迹、市民的顽强抵抗以及攻城土垒的崩塌,他最终被迫决定撤军。
Ὀλίγῳ δὲ ὕστερον χρήματα Καβάδης τῷ Ἐφθαλιτῶν βασιλεῖ ὤφειλεν, ἅπερ ἐπεὶ ἀποτιννύναι οἱ οὐχ οἷός τε ἦν, Ἀναστάσιον τὸν Ῥωμαίων αὐτοκράτορα ᾔτει ταῦτά οἱ δανεῖσαι τὰ χρήματα· ὁ δὲ κοινολογησάμενος τῶν ἐπιτηδείων τισὶν ἐπυνθάνετο εἴ γέ οἱ ταῦτα ποιητέα εἴη.
不久之后,卡巴德斯欠了嚈哒国王一笔款项,由于无力偿还,他便请求罗马皇帝阿纳斯塔修斯借给他这笔钱。皇帝与几位亲信商议,询问自己是否应当做这件事。
οἵπερ αὐτὸν τὸ συμβόλαιον ποιεῖσθαι οὐκ εἴων. ἀξύμφορον γὰρ ἀπέφαινον εἶναι βεβαιοτέραν τοῖς πολεμίοις χρήμασιν οἰκείοις ἐς τοὺς Ἐφθαλίτας τὴν φιλίαν ποιήσασθαι,1 οὓς δὴ ἐς ἀλλήλους ξυγκρούειν ὅτι μάλιστα σφίσιν ἄμεινον εἶναι.
那些人极力阻止他订立契约;因为他们指出,用自己的资财去使敌人与嚈哒人之间的友谊更加牢固是毫无益处的,而让他们彼此尽可能相互冲突对自身而言才更为有利。
διὸ δὴ Καβάδης ἐξ αἰτίας οὐδεμιᾶς2 ἔγνω ἐπὶ Ῥωμαίους στρατεύεσθαι. καὶ πρῶτα μὲν αὐτάγγελος Ἀρμενίων τῇ χώρᾳ ἐπῆλθε, καὶ αὐτῆς τὰ πολλὰ ἐξ ἐπιδρομῆς ληισάμενος ἐς Ἄμιδαν πόλιν ἐν Μεσοποταμίᾳ κειμένην ἐκ τοῦ αἰφνιδίου ἀφίκετο, ἧς δὴ χειμῶνος ὥρᾳ ἐς πολιορκίαν καθίστατο.
因此,卡巴德斯在毫无由头的情况下决定出兵进攻罗马人。首先,他未发宣告便突然侵入了亚美尼亚地区,并在一次奔袭中劫掠了其大部分土地,随后突袭至位于美索不达米亚的阿米达城,并在冬季开始对其实施围攻。
Ἀμιδηνοὶ δὲ στρατιωτῶν μέν, ἅτε ἐν εἰρήνῃ καὶ ἀγαθοῖς πράγμασιν, οὐ παρόντων σφίσι, καὶ ἄλλως δὲ ἀπαράσκευοι παντάπασιν ὄντες, ὅμως τοῖς πολεμίοις ὡς ἥκιστα προσχωρεῖν ἤθελον, ἀλλὰ τοῖς τε κινδύνοις καὶ τῇ ταλαιπωρίᾳ παρὰ δόξαν ἀντεῖχον.
阿米达人虽然因处于和平与丰足之中而身旁没有正规军,并且在其他各方面也全然毫无防备,但他们绝不愿向敌人屈服,反而出人意料地抵挡住了种种危险与苦难。
Ἦν δέ τις ἐν Σύροις ἀνὴρ δίκαιος, Ἰάκωβος ὄνομα, ᾧ τὰ ἐς τὸ θεῖον ἐς τὸ ἀκριβὲς ἤσκητο. οὗτος ἐν χωρίῳ Ἐνδιήλων, διέχοντι Ἀμίδης ἡμέρας ὁδῷ, πολλοῖς ἔμπροσθεν χρόνοις αὑτὸν καθεῖρξεν, ὅπως δὴ ἀδεέστερον τὰ ἐς τὴν εὐσέβειαν μελετᾶν δύνηται.
在叙利亚人中有一位名叫雅各布的正义之士,他极其严谨地修习敬神之道。此人早在多年以前就将自己封闭在距阿米达一日路程的一个名为恩迪埃隆的村落中,以便能更加无所畏惧地专修虔敬之功。
καὶ αὐτοῦ οἱ ταύτῃ ἄνθρωποι ὑπουργοῦντες τῇ γνώμῃ δρυφάκτοις τισὶ περιέβαλον, οὐ ξυνημμένοις μέντοι, ἀλλὰ χωρὶς πεπηγόσιν ἀλλήλων, ὥστε ὁρᾶν τε τοὺς προσιόντας καὶ ξυγγίνεσθαι οἷόν τε εἶναι.
当地居民顺应他的意愿,用格栅将他围起,但这些栅木并未紧密相连,而是彼此留有空隙,使得他既能看到走近的人,也能与他们交谈。
καὶ στέγος τι αὐτῷ ἐτεκτήναντο βραχὺ ὕπερθεν, ὅσον ὄμβρους τε καὶ νιφετοὺς ἀποκρούεσθαι. ἐνταῦθα οὗτος ἀνὴρ ἐκ παλαιοῦ καθῆστο, πνίγει μὲν ἢ ψύχει ὡς ἥκιστα εἴκων, σπέρμασι δέ τισιν ἀποζῶν, οἷσπερ οὐ καθ’ ἡμέραν, ἀλλὰ χρόνου πολλοῦ σιτίζεσθαι εἰώθει.
人们还在他头顶搭建了一处微小的顶棚,刚好足以遮挡风雨和降雪。此人自古便静坐于此,绝不向酷热或严寒屈服,只靠某些植物的种子维生,而且他习惯于不是每日、而是相隔很久才进食一次。
τοῦτον οὖν τὸν Ἰάκωβον τῶν τινες Ἐφθαλιτῶν καταθέοντες τὰ ἐκείνῃ χωρία εἶδον, καὶ τὰ τόξα σπουδῇ πολλῇ ἐντεινάμενοι βάλλειν ἤθελον. πᾶσι δὲ ἀκίνητοι αἱ χεῖρες γεγονυῖαι τὰ τόξα ἐνεργεῖν οὐδαμῆ εἶχον.3
某些正在蹂躏那一带乡村的嚈哒人看见了这位雅各布,便急忙拉满弓弦想要射杀他。然而众人的双手全都僵硬不动,根本无法操纵弓箭。
ὅπερ ἐπεὶ ἐν τῷ στρατοπέδῳ περιφερόμενον ἐς Καβάδην ἦλθεν, αὐτόπτης γενέσθαι τοῦ ἔργου ὁ Καβάδης ἐβούλετο, ἰδών τε ἐν θάμβει μεγάλῳ ξὺν Περσῶν τοῖς παροῦσιν ἐγίνετο, καὶ τὸν Ἰάκωβον ἐλιπάρει ἀφεῖναι τοῖς βαρβάροις τὸ ἔγκλημα. ὁ δὲ ἀφῆκέ τε λόγῳ ἑνὶ καὶ τὰ δεινὰ τοῖς ἀνθρώποις ἐλέλυντο.
当这一消息在军营中传开并传入卡巴德斯耳中时,卡巴德斯希望亲自目睹这桩神迹;亲眼所见之后,他与在场的波斯人一同陷入极大的惊骇之中,并恳求雅各布宽恕这些蛮族的罪过。雅各布仅凭一句话便赦免了他们,人们身上的可怕灾厄随即消解。
Καβάδης μὲν οὖν αἰτεῖν τὸν ἄνδρα ἐκέλευεν ὅ τι ἂν αὐτῷ βουλομένῳ εἴη, χρήματα οἰόμενος αὐτὸν μεγάλα αἰτήσειν, καί τι καὶ νεανιευσάμενος ὡς οὐδενὸς πρὸς αὐτοῦ ἀτυχήσει.
于是卡巴德斯吩咐这位贤人提出任何他所愿之事,以为他会索要巨额钱财,并年轻气盛地夸口保证他绝不会在自己这里遭受拒绝。
ὁ δέ οἱ τοὺς ἀνθρώπους ἐδεῖτο χαρίζεσθαι ὅσοι ἐν τῷ πολέμῳ τούτῳ καταφεύγοντες παρ’ αὐτὸν ἵκωνται. ταύτην Καβάδης τὴν δέησιν ἐπιτελῆ ἐποίει καὶ γράμματα ἐδίδου τῆς ἀσφαλείας ἐνέχυρα. πολλοὶ γοῦν πανταχόθεν ξυρρέοντες ἐνταῦθα ἐσώζοντο· περιβόητος γὰρ ἡ πρᾶξις ἐγένετο. ταῦτα μὲν ὧδέ πη ἔσχε.
然而雅各布却恳求他,将在这场战争中逃到自己这里避难的所有人都赏赐给他。卡巴德斯准许了这一请求,并赐予了作为安全担保的书面文书。因此许多人从四面八方汇聚至此并保全了性命;因为这一善举名扬远近。此事大抵便是如此。
Καβάδης δὲ Ἄμιδαν πολιορκῶν κριὸν τὴν μηχανὴν πανταχόσε τοῦ περιβόλου προσέβαλε. καὶ Ἀμιδηνοὶ μὲν τὴν ἐμβολὴν ἀεὶ δοκοῖς τισιν ἐγκαρσίαις ἀνέστελλον, ὁ δὲ οὐκ ἀνῆκεν, ἕως ταύτῃ ἀνάλωτον εἶναι τὸ τεῖχος ἔγνω.
卡巴德斯围攻阿米达时,将破城槌器械推向城墙周遭的各处。阿米达人始终用横木挡开撞击,而卡巴德斯毫不退缩,直到他认识到用这种方法城壁坚不可摧。
πολλάκις γὰρ ἐμβαλὼν καθελεῖν τι τοῦ περιβόλου ἢ κατασεῖσαι ἥκιστα ἴσχυσεν, οὕτως ἀσφαλῶς ἡ οἰκοδομία τοῖς δειμαμένοις τὸ παλαιὸν εἴργαστο.
因为他虽多次冲撞,却根本无力拆毁或震塌城墙的任何部分,古时的建造者把这项建筑修建得如此牢固。
τούτου δὲ Καβάδης ἀποτυχών, λόφον τινὰ χειροποίητον ἐπιτείχισμα τῇ πόλει ἐποίει μέτρῳ πολλῷ ὑπεραίροντα τοῦ τείχους τὸ μῆκος, οἵ τε πολιορκούμενοι ἐντὸς τοῦ περιβόλου ἀρξάμενοι κατώρυχα μέχρι ἐς τὸν λόφον ἐποίουν, καὶ λάθρα ἐνθένδε τὸν χοῦν ἐκφοροῦντες κενὰ ἐπὶ πλεῖστον τὰ ἐντὸς τοῦ λόφου εἰργάσαντο.4 τὰ μέντοι ἐκτὸς ἐφ’ οὗπερ ἐγεγόνει σχήματος ἔμενεν οὐδενὶ αἴσθησιν παρεχόμενα τοῦ πρασσομένου.
卡巴德斯在此计失败后,便下令堆筑一座人工土垒作为威压该城的工事,其高度大大超过了城墙。而被围困的人则从城墙内侧开始挖掘一条直至土垒的地道,暗中将泥土运出,使土垒内部大部分被淘空。然而土垒外部仍保持原样,未向任何人暴露出暗中所做之事的迹象。
πολλοὶ μὲν οὖν Πέρσαι ὥσπερ ἐπ’ ἀσφαλοῦς ἀναβαίνοντες ἔν τε τῇ ἄκρᾳ ἐγένοντο καὶ βάλλειν ἐνθένδε κατὰ κορυφὴν τοὺς ἐν τῷ περιβόλῳ διενοοῦντο. τοῦ δὲ ὁμίλου δρόμῳ ἐπιρρέοντος ἐμπεσὼν ὁ λόφος ἐκ τοῦ αἰφνιδίου σχεδόν τι ἅπαντας ἔκτεινε.
于是许多波斯人宛若踏在坚实地面上一般登上土垒顶端,打算从那里居高临下向城墙内的人放箭。但在人群飞奔涌上之际,土垒突然塌陷,几乎将所有人全部压死。
Καβάδης δὲ τοῖς παροῦσιν ἀπορούμενος τὴν προσεδρείαν διαλύειν ἔγνω, καὶ τῷ στρατοπέδῳ ἀναχωρεῖν ἐς τὴν ὑστεραίαν ἐπήγγειλε.
卡巴德斯面对眼前局势束手无策,决定解除围攻,并向全军传令于次日撤军。
- 1.7.2ἀπέφαινον εἶναι βεβαιοτέραν τοῖς πολεμίοις χρήμασιν οἰκείοις ἐς τοὺς Ἐφθαλίτας τὴν φιλίαν ποιήσασθαι
由 ἀπέφαινον 引出的间接引语中的“宾格加不定式”结构。不定式 ποιήσασθαι 的逻辑主语在上下文中省略,指罗马人自身;τὴν φιλίαν 为宾语,βεβαιοτέραν 作宾语补足语。χρήμασιν οἰκείοις 为方式/工具与格,意为“用他们自己的资产(即罗马国库的金钱)”,τοῖς πολεμίοις(指波斯人)为利害与格。整句意指不应由罗马出资去巩固波斯与嚈哒之间的同盟。
- 1.7.3ἐξ αἰτίας οὐδεμιᾶς
介词 ἐκ 加属格表示起因或根据,形成固定短语“毫无任何(正当)理由”。这体现了普罗柯比的叙述视角:个人借款遭拒并非合法的宣战借口(开战理由)。
- 1.7.8πᾶσι δὲ ἀκίνητοι αἱ χεῖρες γεγονυῖαι τὰ τόξα ἐνεργεῖν οὐδαμῆ εἶχον
主干结构为 αἱ χεῖρες ... οὐδαμῆ εἶχον(双手无法……)。πᾶσι 为利害与格或所有与格(“对所有人而言”)。完成分词 γεγονυῖαι 与表语形容词 ἀκίνητοι 连用作原因状语(“因双手变得僵硬不动”)。εἶχον 加不定式 ἐνεργεῖν 表示能力,在此处作否定解:“根本无法操纵(弓箭)”。
- 1.7.14κενὰ ἐπὶ πλεῖστον τὰ ἐντὸς τοῦ λόφου εἰργάσαντο
动词 εἰργάσαντο(他们使……成为)构成的双宾语结构:名词化短语 τὰ ἐντὸς τοῦ λόφου(土垒的内部)作直接宾语,中性复数形容词 κενά 作宾语补足语(“变为空心”)。副词短语 ἐπὶ πλεῖστον 表示程度(“在绝大程度上”)。
