← 普罗科皮乌斯

战史

§1.6.1-1.6.19

卡巴德斯的越狱与复位

卡巴德斯在妻子的掩护下易服越狱,逃往嚈哒人处借得兵力重返波斯,将布拉塞斯刺瞎废黜并重掌王权。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.6.1

Καθειρχθέντα δὲ τὸν Καβάδην ἐθεράπευεν ἡ γυνὴ ἐσιοῦσά τε παρ’ αὐτὸν καὶ τὰ ἐπιτήδεια ἐσκομίζουσα· ἣν δὴ ὁ τῆς εἱρκτῆς ἄρχων πειρᾶν ἤρξατο· ἦν γὰρ τὴν ὄψιν ἐς τὰ μάλιστα εὐπρεπής.

卡巴德斯被囚禁之时,他的妻子常去探望他并带入生活必需品来照顾他;而狱吏却开始向她求欢,因为她在容貌上极其艳丽。

§1.6.2

ὅπερ ἐπεὶ ὁ Καβάδης παρὰ τῆς γυναικὸς ἔμαθεν, ἐκέλευσεν ἐνδιδόναι αὑτὴν τῷ ἀνθρώπῳ ὅ τι βούλοιτο χρῆσθαι. οὕτω δὴ τῇ γυναικὶ ἐς εὐνὴν ξυνελθὼν ὁ τοῦ φρουρίου ἄρχων ἠράσθη τε αὐτῆς ἔρωτα ἐξαίσιον οἷον, καὶ ἀπ’ αὐτοῦ ξυνεχώρει παρὰ τὸν ἄνδρα τὰς εἰσόδους ποιεῖσθαι, ὅπη ἂν αὐτῇ βουλομένῃ εἴη,1 καὶ αὖθις ἐνθένδε ἀπαλλάσσεσθαι, οὐδενὸς ἐμποδὼν ἱσταμένου. ἦν δέ τις τῶν ἐν Πέρσαις λογίμων Σεόσης ὄνομα, Καβάδῃ ἐς τὰ μάλιστα φίλος, ὃς ἀμφὶ τὸ φρούριον τοῦτο διατριβὴν εἶχε, καιροφυλακῶν εἴ πως αὐτὸν ἔνδοθεν ἐξελέσθαι δυνήσεται.

卡巴德斯从妻子处得知此事后,便吩咐她任由那人按其意愿处置。于是这位要塞的指挥官与她同床共枕后,便疯狂地爱上了她,因此准许她只要合乎心意即可随时去探望丈夫,并从那里再次离开,无人加以阻拦。波斯名流中有一位名叫塞奥塞斯的人,是卡巴德斯最要好的挚友,他就在这处要塞附近逗留,伺机打探是否有可能以某种方式将卡巴德斯从狱中救出。

§1.6.5

διά τε τῆς γυναικὸς τῷ Καβάδῃ ἐσήμαινεν ὡς ἵπποι τέ οἱ καὶ ἄνδρες ἐν παρασκευῇ τυγχάνουσιν ὄντες τοῦ φρουρίου οὐ μακρὰν ἄποθεν, δηλώσας τι χωρίον αὐτῷ.

他通过妻子向卡巴德斯传话,告知战马和人手已在离要塞不远处准备就绪,并为他指明了具体地点。

§1.6.6

καί ποτε νυκτὸς ἐπιλαβούσης ἀνέπεισε τὴν γυναῖκα Καβάδης ἐσθῆτα μὲν αὐτῷ τὴν οἰκείαν δοῦναι, τὰ δὲ αὑτοῦ ἀμπεχομένην ἱμάτια ἐπὶ τῆς εἱρκτῆς ἀντ’ αὐτοῦ καθῆσθαι, οὗπερ ἐκεῖνος ἐκάθητο.

有一夜降临时,卡巴德斯劝说妻子将她自己的衣服给他,而她穿上他的衣衫,替他坐在狱中他平时所坐之处。

§1.6.7

οὕτω μὲν οὖν Καβάδης ἀπηλλάσσετο ἐκ τοῦ δεσμωτηρίου. κατιδόντες δὲ αὐτὸν οἷς ἡ φυλακὴ αὕτη ἐπέκειτο τὴν γυναῖκα ὑπετόπαζον εἶναι· ταῦτά τοι οὔτε κωλύειν οὔτε ἄλλως αὐτὸν ἐνοχλεῖν ἔγνωσαν.

卡巴德斯便如此这般脱逃出了监狱。那些受命看守的人看见他,还以为是那位妇人;因此,他们决定既不阻拦他,也不在任何方面对他加以打扰。

§1.6.8

ἅμα τε ἡμέρᾳ τὴν γυναῖκα ἐς τὸ δωμάτιον ἐν τοῖς τοῦ ἀνδρὸς ἱματίοις ἰδόντες καὶ μακρὰν ἀπολελειμμένοι τοῦ ἀληθοῦς ᾤοντο Καβάδην ἐνταῦθα εἶναι. ἥ τε δόκησις αὕτη ἐν ἡμέραις συχναῖς ἤκμαζεν, ἕως Καβάδης πόρρω που τῆς ὁδοῦ ἐγεγόνει. τὰ μὲν οὖν ἀμφὶ τῇ γυναικὶ ξυνενεχθέντα, ἐπεὶ ἐς φῶς ἡ ἐπιβουλὴ ἦλθε, καὶ ὅντινα αὐτὴν τρόπον ἐκόλασαν, ἐς τὸ ἀκριβὲς οὐκ ἔχω εἰπεῖν. οὐ γὰρ ὁμολογοῦσι Πέρσαι ἀλλήλοις· διὸ δὴ αὐτὰ λέγειν ἀφίημι.

黎明破晓时,他们在房间里看见那位穿着丈夫衣裳的妇人,因离真相极远,便以为卡巴德斯仍在里面。这种错觉在数日之中一直持续未破,直到卡巴德斯早已行进至极远之处。至于当密谋败露后,那妇人身上究竟发生了何事,以及他们以何种方式惩处了她,我无法确切而言;因为波斯人彼此说法不一,故而我略过不表。

§1.6.10

Καβάδης δὲ λαθὼν ἅπαντας ξὺν τῷ Σεόσῃ ἐς Οὔννους τοὺς Ἐφθαλίτας ἀφίκετο, καὶ αὐτῷ τὴν παῖδα γυναῖκα ὁ βασιλεὺς γαμετὴν δίδωσιν, οὕτω τε στράτευμα λόγου πολλοῦ ἄξιον ἅτε κηδεστῇ ἐπὶ Πέρσας ξυνέπεμψε.

卡巴德斯避开了所有人的耳目,与塞奥塞斯一同抵达了嚈哒匈奴处;国王将自己的女儿赐给他为结发之妻,并派遣了一支可观的大军与这位姻亲一同开赴波斯。

§1.6.11

τούτῳ τῷ στρατῷ Πέρσαι ὑπαντιάζειν οὐδαμῆ ἤθελον, ἀλλὰ ἄλλος ἄλλῃ ἐς φυγὴν ὥρμηντο.

波斯人绝无意愿迎击这支军队,而是各自四散奔逃。

§1.6.12

ἐπεὶ δὲ ὁ Καβάδης ἐν τῇ χώρᾳ ἐγένετο ἔνθα ὁ Γουσαναστάδης τὴν ἀρχὴν εἶχεν, εἶπε τῶν ἐπιτηδείων τισὶν ὡς χαναράγγην καταστήσεται ἄνδρα ἐκεῖνον, ὃς ἂν αὐτῷ Περσῶν πρῶτος ἐκείνῃ τῇ ἡμέρᾳ ἐς ὄψιν ἥκων ὑπουργεῖν βούλοιτο.

当卡巴德斯来到古萨纳斯塔德斯掌管的地区时,他对几名亲信说,在当天波斯人中第一个来到他面前并愿意服侍他的人,他将立其为查纳朗格斯。

§1.6.13

εἰπόντι τέ οἱ μετέμελεν ἤδη τοῦ λόγου, ἐπεὶ νόμος αὐτὸν ἐσῄει, ὃς δὴ οὐκ ἐᾷ Πέρσαις ἐς τοὺς ἀλλοτρίους τὰς ἀρχὰς φέρεσθαι, ἀλλ’ οἷς ἡ τιμὴ ἑκάστη κατὰ γένος προσήκει.

但他刚说出口,便对这番话后悔不已,因为他脑海中浮现出一条法令:该法令不允许波斯人的官职落入外人手中,而只能归属于依家族世袭享有各项尊荣之人。

§1.6.14

ἔδεισε γὰρ μή τις ἵκοιτο ἐς αὐτὸν πρῶτος τῷ χαναράγγῃ οὐ ξυγγενὴς ὤν, τόν τε νόμον ἀναγκάζηται λύειν ὅπως αὐτὸς ἀληθίζηται.

他唯恐率先来到自己面前的人与查纳朗格斯并无亲缘关系,以致自己为了信守诺言而不得不废除法令。

§1.6.15

ταῦτα δέ οἱ ἐν νῷ ἔχοντι ξυνέβη τις τύχη ὥστε μὴ τὸν νόμον ἀτιμάζοντι ἀληθεῖ εἶναι.2 ἔτυχε γὰρ πρῶτος Ἀδεργουδουνβάδης ἐς αὐτὸν ἥκων, νεανίας ἀνήρ, ξυγγενής τε ὢν τῷ Γουσαναστάδῃ καὶ διαφερόντως ἀγαθὸς τὰ πολέμια.

当他心怀此忧时,适逢巧运降临,使他既能践行诺言又不至蔑视法令:原来古萨纳斯塔德斯的亲属阿德尔古杜恩巴德斯碰巧第一个来到他面前,此人是一名青年男子,在战事方面尤为骁勇。

§1.6.16

ὃς δὴ δεσπότην τε προσεῖπε Καβάδην καὶ βασιλέα προσεκύνησε πρῶτος, ἐδεῖτό τέ οἱ ἅτε δούλῳ ὅ τι βούλοιτο χρῆσθαι.

他尊称卡巴德斯为主公,第一个以王者之礼向其跪拜,并恳求卡巴德斯将自己视若奴仆任意驱使。

§1.6.17

Καβάδης οὖν ἐν τοῖς βασιλείοις οὐδενὶ πόνῳ γενόμενος, ἔρημόν τε Βλάσην τῶν ἀμυνομένων λαβὼν ἐξετύφλωσε, τρόπῳ δὴ ὅτῳ τυφλοὺς οἱ Πέρσαι ποιεῖν τοὺς κακούργους εἰώθασιν, ἔλαιον ἕψοντες καὶ αὐτὸ ὡς μάλιστα ζέον ἐς τοὺς ὀφθαλμοὺς οὔτι μύοντας3 ἐπιχέοντες, ἢ περόνην τινὰ σιδηρᾶν πυρακτοῦντες ταύτῃ τε τῶν ὀφθαλμῶν τὰ ἐντὸς χρίοντες, καὶ τὸ λοιπὸν ἐν φυλακῇ εἶχεν ἄρξαντα Περσῶν ἐνιαυτοὺς δύο.

于是卡巴德斯毫不费力地进入王宫,擒获了毫无护卫的布拉塞斯并刺瞎了他的双眼——按照波斯人惯常弄瞎罪犯的方式,或将油煮至沸腾,趁滚烫之极倾倒在完全睁开的眼睛里,或将一根铁针烧红,以此灼烧眼珠内部;并将这位曾统治波斯两年的国王在余生中羁押于牢狱。

§1.6.18

καὶ τὸν μὲν Γουσαναστάδην κτείνας τὸν Ἀδεργουδουνβάδην ἀντ’ αὐτοῦ κατεστήσατο ἐπὶ τῆς τοῦ χαναράγγου ἀρχῆς, τὸν δὲ Σεόσην ἀδρασταδάραν σαλάνην εὐθὺς ἀνεῖπε. δύναται δὲ τοῦτο τὸν ἐπὶ ἀρχαῖς τε ὁμοῦ καὶ στρατιώταις ἅπασιν ἐφεστῶτα.

他处死了古萨纳斯塔德斯,任命阿德尔古杜恩巴德斯接替其担任查纳朗格斯一职,并随即宣布塞奥塞斯为阿德拉斯塔达兰·萨拉内斯——这一官名意为统摄全部官职与全部士兵的首长。

§1.6.19

ταύτην ὁ Σεόσης τὴν ἀρχὴν πρῶτός τε καὶ μόνος ἐν Πέρσαις ἔσχεν· οὔτε γὰρ πρότερον οὔτε ὕστερόν τινι γέγονε· τήν τε βασιλείαν ὁ Καβάδης ἐκρατύνατο καὶ ξὺν τῷ ἀσφαλεῖ διεφύλαξεν. ἦν γὰρ ἀγχίνους τε καὶ δραστήριος οὐδενὸς ἧσσον.

塞奥塞斯成为波斯人中第一个也是唯一一个担任该职之人;因为无论在此之前还是之后,都从未有人获此殊荣。卡巴德斯巩固了王权,并在安稳之中守护住了它;因为他心思敏捷、精明强干,不输于任何人。

语法注3 条
  1. 1.6.3ὅπη ἂν αὐτῇ βουλομένῃ εἴη

    属于“与格分词与系动词搭配”的习惯句式(βουλομένῳ ἐστί / εἴη τινί),意为“凡符合其意愿/随其心意之时”。ὅπη ἄν 引导希求法 εἴη,表示过去语境中泛指或反复发生的从属条件。

  2. 1.6.15ὥστε μὴ τὸν νόμον ἀτιμάζοντι ἀληθεῖ εἶναι

    在 ὥστε 引导的结果状语从句中,不定式 εἶναι 的表语形容词 ἀληθεῖ 与伴随分词 ἀτιμάζοντι 未采用常见的对格,而是与主句中的与格(ταῦτα δέ οἱ ἐν νῷ ἔχοντι 中的代词 οἱ)在格上保持一致(与格引率)。

  3. 1.6.17οὔτι μύοντας

    副词性否定词 οὔτι 修饰分词 μύοντας,并作 τοὺς ὀφθαλμούς(眼睛)的修饰语,字面为“绝不合上的(双眼)”,描写受刑者眼睑被强制撑开以接受沸油浇灌的行刑状态。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:1.6.1-1.6.19