- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:1.5.26-1.5.40
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿尔萨克斯在泥土的试验下泄露了反意,巴西基乌斯受酷刑处决,阿尔萨克斯则被囚禁于“遗忘之堡”;其故友立功求得一日侍奉之权,阿尔萨克斯在度过极尽礼遇的一日后自刎身亡。
καὶ ταῦτα λέγων τε καὶ νεανιευόμενος ἐποιεῖτο τὸν περίπατον ὅλον, ἕως ἀναστρέψας ἐς κόπρον αὖθις τὴν ἐκ γῆς τῆς Περσίδος ἀφίκετο. ἐνταῦθα γὰρ πάλιν ὥσπερ τινὰ παλινῳδίαν ᾅδων ἱκέτης τε ἦν καὶ οἰκτρούς τινας τῷ Πακουρίῳ προὔφερε λόγους.
他便这般口出狂言、不可一世地走完了全程,直到转身再次走入来自波斯土地的泥土上。因为在那里,他仿佛再度唱起悔罪之歌,化身为哀求者,向帕库里乌斯道出种种凄苦哀求之辞。
ἐπεὶ δὲ ἐς χοῦν αὖθις τὸν Ἀρμενίων ἦλθεν, ἐς τὰς ἀπειλὰς ἀπεχώρησε. καὶ πολλάκις οὕτω μεταβληθεὶς ἐφ’ ἑκάτερα ἔκρυψε τῶν οἱ ἀπορρήτων οὐδέν.
可当他再度步入亚美尼亚人的泥土时,便又退回到威胁恐吓之中。他如此在两者之间反复易辙多次,终于未曾隐瞒下自己的任何秘密。
τότε δὴ οἱ μὲν μάγοι κατέγνωσαν αὐτοῦ ἔς τε τὰς σπονδὰς καὶ τοὺς ὅρκους ἠδικηκέναι. Πακούριος δὲ Βασσικίου μὲν τὸ δέρμα ἐκδείρας ἀσκόν τε αὐτὸ πεποιημένος καὶ ἀχύρων ἐμπλησάμενος ὅλον ἀπεκρέμασεν ἐπὶ δένδρου τινὸς ὑψηλοῦ λίαν.
于是,祭司们便判定他在和约与誓言上犯下了罪愆。帕库里乌斯剥下了巴西基乌斯的皮,将其缝制成一只皮囊,填满谷壳,悬挂于一棵极高的大树之上。
τὸν μέντοι Ἀρσάκην ʽἀποκτεῖναι γὰρ ἄνδρα τοῦ βασιλείου αἵματος ὄντα οὐδαμῆ εἶχεν’1 ἐν τῷ τῆς Λήθης φρουρίῳ καθεῖρξε.
至于阿尔萨克斯——因他无论如何也不能杀戮具有王室血统之人——便将其囚禁在“遗忘之堡”中。
Χρόνῳ δὲ ὕστερον τῶν τις Ἀρμενίων τῷ τε Ἀρσάκῃ ἐν τοῖς μάλιστα ἐπιτηδείων καί οἱ ἐπισπομένων ἐς τὰ Περσῶν ἤθη ἰόντι, Πέρσαις ἐπί τι ἔθνος ἰοῦσι βαρβαρικὸν ξυνεστράτευσεν· ὃς δὴ ἀνήρ τε ἀγαθὸς ἐν τῷ πόνῳ τούτῳ, ὁρῶντος Πακουρίου τὰ ποιούμενα, γέγονε καὶ τῆς νίκης αἰτιώτατος Πέρσαις.
过了一段时间,亚美尼亚人中有一位与阿尔萨克斯最为亲近、且在其前往波斯土地时常伴左右的亲信,随同波斯军出征讨伐一支蛮族部落。此人在帕库里乌斯亲眼注视其作战英姿的这场劳苦之中,立下了赫赫战功,成为波斯人克敌制胜的首要功臣。
διὸ δὴ αὐτὸν ὁ Πακούριος ὅ τι ἂν βούλοιτο αἰτεῖσθαι ἠξίου, ἰσχυρισάμενος ὅτι δὴ οὐδενὸς πρὸς αὐτοῦ ἀτυχήσει.
因此,帕库里乌斯便吩咐他随意提出所求,坚称他在自己这里绝不会落空任何请求。
ὁ δὲ ἄλλο οἱ οὐδὲν γενέσθαι ἠξίου ἢ ὥστε τὸν Ἀρσάκην ἐν ἡμέρᾳ μιᾷ θεραπεῦσαι ᾗ βούλοιτο.
然而他只要求得到一事,别无他求:那就是准许他按照自己的心意服侍阿尔萨克斯一日。
τοῦτο τὸν βασιλέα ἠνίασε μὲν ἐς τὰ μάλιστα, εἰ λύειν νόμον οὕτω δὴ παλαιὸν ἀναγκάζοιτο, ὅπως μέντοι παντάπασιν ἀληθίζηται, ξυνεχώρει τὴν δέησιν ἐπιτελῆ γενέσθαι.
此事令国王极为苦恼,唯恐自己被迫破除如此古老的法规;然而,为了彻底信守诺言,他还是准允达成这一祈求。
ἐπεὶ δὲ βασιλέως ἐπαγγείλαντος γέγονεν ἐν τῷ τῆς Λήθης φρουρίῳ, ἠσπάσατο μὲν τὸν Ἀρσάκην, ἄμφω δὲ ἀλλήλοιν περιβαλόντε ἐθρηνησάτην τε ἡδύν τινα θρῆνον καὶ ἀπολοφυραμένω τὴν παροῦσαν τύχην μόλις ἀπ’ ἀλλήλοιν διαλύειν τὰς αὑτοῦ χεῖρας ἑκάτερος ἔσχεν.2
当那人在国王的谕令下抵达“遗忘之堡”时,他与阿尔萨克斯互致问候,两人互相拥抱,唱起一首凄切而甘美的哀歌,为当下的厄运悲泣不已,各自几乎难以将自己的双手从对方身上松开。
ἐπεὶ δὲ τῶν ὀδυρμῶν ἐς κόρον ἐλθόντες ἐπαύσαντο, ἔλουσε μὲν ὁ Ἀρμένιος τὸν Ἀρσάκην καὶ τἄλλα οὐκ ἀπημελημένως ἐκόσμησε, σχῆμα δὲ αὐτῷ περιθέμενος τὸ βασίλειον ἐπὶ στιβάδος ἀνέκλινεν.
当他们哭泣至尽兴而止后,这位亚美尼亚人服侍阿尔萨克斯沐浴,并在其他仪容方面毫不懈怠地予以修饰,为其穿戴上王家服饰,安顿他仰卧在软榻之上。
ἐνταῦθά τε τοὺς παρόντας Ἀρσάκης βασιλικῶς εἱστία ᾗπερ εἰώθει τὰ πρότερα.
阿尔萨克斯遂在此处如往昔惯常那样,以王者的气派宴请在场之人。
ἐν ταύτῃ τῇ θοίνῃ πολλοὶ μὲν ἐπὶ κύλικι λόγοι ἐλέχθησαν οἵπερ τὸν Ἀρσάκην ἱκανῶς ἤρεσκον, πολλὰ δὲ ἄλλα ἐς μέσον ἦλθεν ἅπερ αὐτῷ ἐν ἡδονῇ ἦν· μηκυνομένου τε τοῦ πότου ἄχρι ἐς νύκτα τῇ πρὸς ἀλλήλους ὁμιλίᾳ ὑπερφυῶς ἥσθησαν, μόλις δὲ ἀλλήλων ἀπαλλαγέντες διελύθησαν, καταβεβρεγμένοι τῇ εὐπαθείᾳ. τότε δὴ λέγουσι τὸν Ἀρσάκην εἰπεῖν ὡς ἡμέραν τὴν ἡδίστην διατελέσας ἐν ταύτῃ τε ξυγγενόμενος τῷ ποθεινοτάτῳ ἀνθρώπων ἁπάντων, οὐκ ἂν ἔτι ἑκών γε εἶναι3 ὑποσταίη τὰ φλαῦρα τοῦ βίου, καὶ ταῦτα εἰπόντα μαχαίρᾳ ἑαυτὸν διαχειρίσασθαι ἥνπερ ἐν τῇ θοίνῃ ἐξεπίτηδες κεκλοφὼς ἔτυχεν, οὕτω τε αὐτὸν ἐξ ἀνθρώπων ἀφανισθῆναι.
在这场宴席上,觥筹交错之间谈及了许多令阿尔萨克斯心旷神怡的话语,亦提及了诸多令他欣喜之事;随着饮宴延展至深夜,他们在彼此的交谈中获得了无上的愉悦,饱浸于欢愉之中,好不容易才互相道别而散去。据传就在那时,阿尔萨克斯说道:自己既然度过了最甜美的一日,并在这一日中与举世最渴望相见之人重逢,便绝不再甘愿忍受余生之凄惨了;言罢,他便用在宴席上特意窃得的短剑自刎身亡,就此从人世间泯灭消逝。
τὰ μὲν οὖν κατὰ τοῦτον δὴ τὸν Ἀρσάκην ἡ τῶν Ἀρμενίων συγγραφὴ λέγει ταύτῃ, ᾗπερ ἐρρήθη, κεχωρηκέναι, καὶ τὸν νόμον τότε ἀμφὶ τῷ τῆς Λήθης φρουρίῳ λελύσθαι. ἐμοὶ δὲ ὅθενπερ ἐξέβην ἰτέον.
关于这位阿尔萨克斯的事迹,亚美尼亚人的记载便如前所述那样发展落幕,而关于“遗忘之堡”的法令在那时亦遭到了废弛破例。然而我必须回到先前离题之处了。
- 1.5.29ἀποκτεῖναι γὰρ ἄνδρα τοῦ βασιλείου αἵματος ὄντα οὐδαμῆ εἶχεν
动词 ἔχω 后接不定式(ἀποκτεῖναι),构成表示“能够”(相当于 δύναμαι)的惯用句式。结合否定副词 οὐδαμῆ,意为“绝无可能 / 无论如何也无法杀害具有王室血统之人”。
- 1.5.34ἄμφω δὲ ἀλλήλοιν περιβαλόντε ἐθρηνησάτην τε ἡδύν τινα θρῆνον καὶ ἀπολοφυραμένω τὴν παροῦσαν τύχην μόλις ἀπ’ ἀλλήλοιν διαλύειν τὰς αὑτοῦ χεῖρας ἑκάτερος ἔσχεν
前半句连贯使用了双数形式(ἄμφω、ἀλλήλοιν、περιβαλόντε、ἐθρηνησάτην、ἀπολοφυραμένω),但在后半句主句中,由于引入了分配性格的单数主语 ἑκάτερος,动词亦随之转为单数形式 ἔσχεν。ἔσχεν + 不定式(διαλύειν)表示“勉强能够……”。
- 1.5.38ἑκών γε εἶναι
一种惯用的绝对不定式结构(absolute infinitive),多用于否定句中,意为“心甘情愿地”、“就其意愿而言”(so far as he was willing)。此处修饰 οὐκ ἂν ... ὑποσταίη,表示“绝不会再自愿忍受生活的苦难”。
