- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:1.5.14-1.5.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
帕库里乌斯怀疑结盟的阿尔萨克斯意图叛乱并将其软禁,随后依拜火教祭司之计,在铺有波斯与亚美尼亚泥土的营帐中测试其真心。
καὶ ἐπεὶ παρ’ αὐτὸν Ἀρσάκης ἀφίκετο, τῆς τε ἄλλης αὐτὸν φιλοφροσύνης ἠξίωσε καὶ ἅτε ἀδελφὸν ἐπὶ τῇ ἴσῃ καὶ ὁμοίᾳ1 ἔσχε.
当阿尔萨克斯来到他驾前时,帕库里乌斯对他施以各项礼遇,将其视如兄弟,以完全平等的规格相待。
καὶ τότε μὲν ὅρκοις δεινοτάτοις τόν τε Ἀρσάκην καταλαβὼν καὶ αὐτὸς οὐδέν τι ἧσσον ὀμωμοκὼς ἦ μὴν εὔνους τε καὶ ξυμμάχους Πέρσας τε τὸ λοιπὸν καὶ Ἀρμενίους ἀλλήλοις εἶναι, αὐτίκα δὴ αὐτὸν ἐς τὰ πάτρια ἤθη ἀφῆκεν ἰέναι.
彼时,他以最严厉的誓言约束阿尔萨克斯,自己亦立下同样严正的誓言,保证波斯人与亚美尼亚人今后彼此友善并结为盟友,随后便立刻放他返回故土。
Χρόνῳ δὲ οὐ πολλῷ ὕστερον διέβαλον τὸν Ἀρσάκην τινὲς ὡς δὴ πράγμασι νεωτέροις ἐγχειρεῖν βούλοιτο. οἷσπερ ἀναπεισθεὶς ὁ Πακούριος αὖθις αὐτὸν μετεπέμπετο, ὑπειπὼν ὅτι δὴ αὐτῷ τι κοινολογεῖσθαι ὑπὲρ τῶν ὅλων ἐπιμελὲς εἴη.
然而不久之后,有人诬陷阿尔萨克斯,称其意图谋反。帕库里乌斯轻信了这些谗言,再次将他召来,声称自己关切于就国家全般大局与他商讨一番。
καὶ ὃς οὐδέν τι μελλήσας ἐς αὐτὸν ἦλθεν, ἄλλους τε τῶν ἐν Ἀρμενίοις μαχιμωτάτων ἐπαγόμενος καὶ Βασσίκιον ὅσπερ αὐτῷ στρατηγός τε καὶ ξύμβουλος ἦν· ἀνδρίας τε γὰρ καὶ ξυνέσεως ἐπὶ πλεῖστον ἀφῖκτο.
阿尔萨克斯毫无迟疑地来到他面前,随行带来了亚美尼亚人中最善战的若干勇士,以及身为其将军与顾问的巴西基乌斯;因为此人在英勇与才智上皆已达至极境。
εὐθὺς οὖν ὁ Πακούριος ἄμφω, τόν τε Ἀρσάκην καὶ Βασσίκιον, πολλὰ ὀνειδίζων ἐκάκιζεν, εἰ τὰ ὀμωμοσμένα ἠλογηκότε οὕτω δὴ τάχιστα ἐς ἀπόστασιν ἴδοιεν.2 οἱ δὲ ἀπηρνοῦντό τε καὶ ἀπώμνυον ἐνδελεχέστατα μηδὲν σφίσιν αὐτοῖς βεβουλεῦσθαι τοιοῦτο.
于是帕库里乌斯随即对阿尔萨克斯和巴西基乌斯二人大加责难与叱骂,斥责他们为何无视立下的誓言,如此迅速地将目光转向背叛。然而他们断然否认,并极其坚决地发誓称他们自己绝未谋划过此类勾当。
τὰ μὲν οὖν πρῶτα ὁ Πακούριος αὐτοὺς ἐν ἀτιμίᾳ ἐφύλασσεν, ἔπειτα δὲ τῶν μάγων ἀνεπυνθάνετο ὅ τί οἱ ποιητέα ἐς αὐτοὺς εἴη.3
起初,帕库里乌斯将他们软禁并施以辱没之待,继而向拜火教祭司们请教自己对他们应作何处置。
οἱ δὲ μάγοι τῶν μὲν ἀρνουμένων καὶ οὐ διαρρήδην ἐληλεγμένων καταγινώσκειν οὐδαμῆ ἐδικαίουν, ὑποθήκην δὲ αὐτῷ τινα ἔφραζον, ὅπως ἂν Ἀρσάκης αὐτὸς ἄντικρυς αὑτοῦ κατηγορεῖν ἀναγκάζοιτο.
祭司们认为,定罪于坚决否认且未被确凿证实有罪之人绝非正道,但他们向他献上一计,以求迫使阿尔萨克斯自己当面指控自己。
τὸ γὰρ τῆς βασιλικῆς σκηνῆς ἔδαφος κόπρῳ4 καλύπτειν ἐκέλευον, ἥμισυ μὲν ἐκ τῆς Περσῶν χώρας, θάτερον δὲ ἥμισυ ἐκ τῆς Ἀρμενίας. καὶ ὁ βασιλεὺς κατὰ ταῦτα ἐποίει.
原来,他们建议用泥土铺满王家营帐的地面,一半取自波斯领土,另一半取自亚美尼亚。国王依计而行。
τότε δὴ οἱ μάγοι τὴν σκηνὴν ὅλην μαγείαις τισὶ καταλαβόντες ἐκέλευον τὸν βασιλέα ξὺν τῷ Ἀρσάκῃ τοὺς περιπάτους ἐνταῦθα ποιεῖσθαι, ἐπικαλοῦντα τοῖς τε ξυγκειμένοις καὶ ὀμωμοσμένοις λυμήνασθαι.
随后,祭司们以某些法术对整座营帐施加法力,并建议国王与阿尔萨克斯在帐内来回漫步,就破坏协定与誓约一事对其严加质问。
δεῖν δὲ καὶ αὐτοὺς τῷ διαλόγῳ παραγενέσθαι.5 οὕτω γὰρ ἂν τῶν λόγων μάρτυρες ἁπάντων εἶεν. αὐτίκα γοῦν ὁ Πακούριος τὸν Ἀρσάκην μεταπεμψάμενος διαύλους ἐν τῇ σκηνῇ ξὺν αὐτῷ ἐποιεῖτο, παρόντων σφίσιν ἐνταῦθα τῶν μάγων, καὶ ἀνεπυνθάνετο τοῦ ἀνθρώπου ὅτου δὴ ἕνεκα τὰ ὀμωμοσμένα ἠλογηκὼς εἶτα Πέρσας τε καὶ Ἀρμενίους αὖθις τρίβειν ἀνηκέστοις κακοῖς ἐγχειροίη·
他们还表示自己也必须列席于此番对话,因为如此一来他们便能成为一切言辞的见证人。于是帕库里乌斯立刻召来阿尔萨克斯,在祭司们在场的情况下,同他在帐内反复踱步,并质问此人究竟因何无视誓言,企图再度以不可收拾的祸患折磨波斯人与亚美尼亚人。
ὁ δὲ Ἀρσάκης, ἕως μὲν ἐν τῷ χώρῳ οἱ λόγοι ἐγίνοντο οὗ δὴ ὁ χοῦς ἐκ γῆς τῆς Περσίδος ἐπέκειτο, ἀπηρνεῖτό τε καὶ ὅρκοις τοῖς δεινοτάτοις πιστούμενος ἀνδράποδον ἰσχυρίζετο εἶναι Πακουρίου πιστόν· ἐπειδὴ δὲ μεταξὺ λέγων ἐς τῆς σκηνῆς τὸ μέσον ἀφῖκτο, ἵνα δὴ κόπρου τῆς Ἀρμενίας ἐπέβησαν, ἐνταῦθα οὐκ οἶδα ὅτῳ ἀναγκασθεὶς λόγους μὲν τούτους ἐπὶ τὸ θρασύτερον ἐξαπιναίως μεταβιβάζει, ἀπειλῶν δὲ τῷ τε Πακουρίῳ καὶ Πέρσαις οὐκέτι ἀνίει, ἀλλὰ τίσασθαι αὐτοὺς ἐπηγγέλλετο ὕβρεως τῆσδε ἐπειδὰν αὐτὸς αὑτοῦ τάχιστα κύριος γένοιτο.
当交谈在铺有波斯土地泥土的区域进行时,阿尔萨克斯始终矢口否认,并以极可怖的誓言作保,坚称自己乃是帕库里乌斯的忠仆;然而,当他在说话之间走至营帐中央、踏上亚美尼亚的泥土之处时,不知受何种力量的驱使,他骤然将话锋转为极其嚣张狂妄,不断对帕库里乌斯和波斯人发出威胁,更宣称一旦自己重获人身自由,必将就此次所受的凌辱向他们讨还公道。
- 1.5.14ἐπὶ τῇ ἴσῃ καὶ ὁμοίᾳ
表示完全平等条件或地位的习语(通常省略了 μοίρᾳ 等阴性名词)。在此作状语修饰 ἔσχε,意为“在完全对等的地位上”。
- 1.5.18εἰ τὰ ὀμωμοσμένα ἠλογηκότε οὕτω δὴ τάχιστα ἐς ἀπόστασιν ἴδοιεν
紧随责难动词(ἐκάκιζεν)之后的间接疑问/原因从句,由 εἰ 引出并使用斜置祈愿语气(ἴδοιεν)。双数分词 ἠλογηκότε 与被指责的宾语 ἄμφω 一致。
- 1.5.19ὅ τί οἱ ποιητέα ἐς αὐτοὺς εἴη
间接疑问从句中的动词性形容词结构。中性复数动词性形容词 ποιητέα 与连系动词祈愿式 εἴη 结合,并带有表示施事者的间接反身代词与格 οἱ(指帕库里乌斯本人),意为“关于他们,他当做何处置”。
- 1.5.21κόπρῳ
该词通常指“粪便”,但此处与后文的 χοῦς(泥土)互文对应,系指采自地表的“泥土”、“泥沙”。
- 1.5.23δεῖν δὲ καὶ αὐτοὺς τῷ διαλόγῳ παραγενέσθαι
承接前文建议/吩咐动词(ἐκέλευον, ἔφραζον)的间接引语不定式结构,不定式 παραγενέσθαι 的宾格主语 αὐτούς 指拜火教祭司们自己。
