← 普罗科皮乌斯

战史

§1.5.1-1.5.13

卡瓦德被废与遗忘之堡的囚禁

卡瓦德因暴政与推行共妻法令遭废黜下狱,其叔父布拉塞斯继位。虽有重臣建议处决卡瓦德,但众人因其王家血统改将其禁锢于“遗忘之堡”,随后引出该要塞法令唯一一次破例解除的亚美尼亚历史逸事。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.5.1

Μετὰ δὲ Καβάδης ἐπὶ τὸ βιαιότερον τῇ ἀρχῇ χρώμενος ἄλλα τε νεώτερα ἐς τὴν πολιτείαν εἰσῆγε καὶ νόμον ἔγραψεν ἐπὶ κοινὰ ταῖς γυναιξὶ μίγνυσθαι Πέρσας· ὅπερ τὸ πλῆθος οὐδαμῆ ἤρεσκε. διὸ δὴ αὐτῷ ἐπαναστάντες παρέλυσάν τε τῆς ἀρχῆς καὶ δήσαντες ἐν φυλακῇ εἶχον.

此后,卡瓦德开始以更为专断残暴的方式行使权力,在国制中引入了诸多革新,并颁布法令要求波斯人共妻;此举绝未取悦于大众。因此,众人群起反抗他,不仅废黜了他的王位,更将其捆绑投入狱中。

§1.5.2

καὶ βασιλέα μὲν σφίσι Βλάσην τὸν Περόζου ἀδελφὸν εἵλοντο, ἐπειδὴ γόνος μὲν οὐδεὶς ἔτι ἄρρην Περόζῃ, ὥσπερ ἐρρήθη, ἐλέλειπτο, Πέρσαις δὲ οὐ θέμις ἄνδρα ἐς τὴν βασιλείαν καθίστασθαι ἰδιώτην γένος, ὅτι μὴ ἐξιτήλου παντάπασι γένους τοῦ βασιλείου ὄντος·1

他们推举了珀罗兹的兄弟布拉塞斯为王,因为正如前文所述,珀罗兹已无任何男性后裔留存,而波斯人的法度规定,绝不容许将出身平民之人立为国王,除非王室血统完全断绝。

§1.5.3

Βλάσης δὲ τὴν βασιλείαν παραλαβὼν Περσῶν τε τοὺς ἀρίστους ξυνέλεξε καὶ τὰ ἀμφὶ τῷ Καβάδῃ ἐν βουλῇ ἐποιεῖτο· τὸν γὰρ ἄνθρωπον ἀποκτιννύναι οὐκ ἦν βουλομένοις τοῖς πλείοσιν.2

布拉塞斯继承王位后,召集了波斯各界显贵,共同商议如何处置卡瓦德;因为对大多数人而言,他们并不愿将此人处死。

§1.5.4

ἔνθα δὴ πολλαὶ μὲν ἐλέχθησαν γνῶμαι ἐφ’ ἑκάτερα φέρουσαι, παρελθὼν δὲ τῶν τις ἐν Πέρσαις λογίμων, ὄνομα μὲν Γουσαναστάδης, χαναράγγης δὲ τὸ ἀξίωμα (εἴη δ’ ἂν ἐν Πέρσαις στρατηγὸς τοῦτό γε), πρὸς αὐταῖς που ταῖς ἐσχατιαῖς τῆς Περσῶν γῆς τὴν ἀρχὴν ἔχων ἐν χώρᾳ ἣ τοῖς Ἐφθαλίταις ὅμορός ἐστι, καὶ τὴν μάχαιραν ἐπιδείξας ᾗ τῶν ὀνύχων τὰ προὔχοντα Πέρσαι εἰώθασιν ἀποτέμνεσθαι, μῆκος μὲν ὅσον δακτύλου ἀνδρός, πάχος δὲ οὐδὲ τριτημόριον δακτύλου ἔχουσαν “Ταύτην ὁρᾶτε,” εἶπε, “τὴν μάχαιραν, βραχεῖαν παντάπασιν οὖσαν· αὕτη μέντοι ἔργον ἐν τῷ παρόντι ἐπιτελεῖν οἵα τέ ἐστιν, ὅπερ εὖ ἴστε ὀλίγῳ ὕστερον, ὦ φίλτατοι Πέρσαι, μυριάδες δύο τεθωρακισμένων ἀνδρῶν ἐξεργάζεσθαι οὐκ ἂν δύναιντο.” ὁ μὲν ταῦτα εἶπε, παραδηλῶν ὡς, ἢν μὴ Καβάδην ἀνέλωσιν, αὐτίκα πράγματα Πέρσαις περιὼν παρέξει.

席间提出了许多倾向截然相反的意见,随后波斯一位声名显赫之士出列——其名为古萨纳斯塔德斯,官衔为卡纳朗格(这在波斯人中大概相当于将军一职),在紧靠波斯边陲、与嚈哒人接壤的一处领地统领一方。他展示了一把波斯人平时用来修剪指甲突出部位的小刀,其长度仅如男子手指,厚度甚至不及指宽的三分之一,说道:“请看 这把小刀,尽管极其微小,然而它在当下所能办成之事,亲爱的波斯同胞们,请深信,若稍待时日,哪怕两万重装铠甲之士也绝难办成。”他说这番话,暗指若不除掉卡瓦德,他一旦苟存,很快便会给波斯人带来无穷祸患。

§1.5.7

οἱ δὲ κτεῖναι ἄνδρα τοῦ βασιλείου αἵματος οὐδ’ ὅλως ἔγνωσαν, ἀλλ’ ἐν φρουρίῳ καθεῖρξαι ὅπερ τῆς Λήθης καλεῖν νενομίκασιν.

然而众人断然不肯杀害一名王室血统之人,而是决定将其幽禁在一处波斯人依例称为‘遗忘之堡’的要塞中。

§1.5.8

ἢν γάρ τις ἐνταῦθα ἐμβληθεὶς τύχῃ, οὐκέτι ὁ νόμος ἐφίησι μνήμην αὐτοῦ εἶναι, ἀλλὰ θάνατος τῷ ὠνομακότι ἡ ζημία ἐστί· διὸ δὴ καὶ τὴν ἐπωνυμίαν ταύτην πρὸς Περσῶν ἔλαχεν.

因为一旦有人碰巧被投入其中,法令便不再容许有关于他的任何提及,直呼其名者的惩罚乃是死罪;正是因此,它才从波斯人那里获得了这一称号。

§1.5.9

ἅπαξ δὲ ἡ τῶν Ἀρμενίων ἱστορία φησὶ νόμου τοῦ ἀμφὶ τῷ Λήθης φρουρίῳ παραλελύσθαι τὴν δύναμιν Πέρσαις τρόπῳ τοιῷδε.

然而亚美尼亚史籍记载,有关遗忘之堡的法令效力,曾有一次因如下缘由在波斯人中被破例废止。

§1.5.10

Πόλεμός ποτε Πέρσαις τε καὶ Ἀρμενίοις ἀκήρυκτος γέγονεν εἰς δύο καὶ τριάκοντα ἔτη ἐπὶ Πακουρίου μὲν Περσῶν βασιλεύοντος, Ἀρμενίων δὲ Ἀρσάκου Ἀρσακίδου ἀνδρός. τούτῳ τε τῷ πολέμῳ μηκυνομένῳ κεκακῶσθαι μὲν ἐς ἄγαν ἀμφοτέρους ξυνέβη καὶ διαφερόντως τοὺς Ἀρμενίους.

昔日波斯人与亚美尼亚人之间曾爆发过一场长达三十二年不可调和的战争,当时帕库里乌斯统治波斯,而阿尔萨克王朝的阿尔萨克斯统治亚美尼亚。随着这场战争的拖延,双方皆遭受极度重创,亚美尼亚人尤甚。

§1.5.11

ἀπιστίᾳ δὲ πολλῇ ἐς ἀλλήλους ἐχόμενοι ἐπικηρυκεύεσθαι παρὰ τοὺς ἐναντίους οὐδέτεροι εἶχον. ἐν τούτῳ δὲ Πέρσας τετύχηκε πόλεμον πρὸς ἄλλους βαρβάρους τινὰς οὐ πόρρω Ἀρμενίων ᾠκημένους διενεγκεῖν.

由于彼此深怀戒心,双方皆无法遣使向敌方提议讲和。恰在此时,波斯人碰巧正与居住在离亚美尼亚不远处的其他蛮族交战。

§1.5.12

οἵ τε Ἀρμένιοι ἐν σπουδῇ ἔχοντες ἐπίδειξιν ἐς Πέρσας τῆς ἐς αὐτοὺς εὐνοίας τε καὶ εἰρήνης ποιήσασθαι, ἐσβαλεῖν ἐς τούτων δὴ τῶν βαρβάρων τὴν γῆν ἔγνωσαν, δηλώσαντες τοῦτο πρότερον Πέρσαις.

亚美尼亚人急于向波斯人展现对其怀有的善意与和平诚意,便决定在预先向波斯人通报之后,出兵入侵这些蛮族的土地。

§1.5.13

ἀπροσδόκητοί τε αὐτοὶ ἐπιπεσόντες σχεδόν τι ἅπαντας ἡβηδὸν3 ἔκτειναν. ὅ τε Πακούριος τοῖς πεπραγμένοις ὑπερησθείς, πέμψας παρὰ τὸν Ἀρσάκην τῶν οἱ ἐπιτηδείων τινὰς τά τε πιστά οἱ παρασχόμενος τὸν ἄνθρωπον μετεπέμψατο.

他们出其不意地发起突袭,将成丁男子几乎悉数屠尽。帕库里乌斯对此番战果欣喜万分,派遣心腹数人前往阿尔萨克斯处,给予信誓担保后,将此人召至驾前。

语法注3 条
  1. 1.5.2ὅτι μὴ ἐξιτήλου παντάπασι γένους τοῦ βασιλείου ὄντος

    表例外的连词短语 ὅτι μή(“除……之外”、“除非”)直接引导一个属格独立结构(ἐξιτήλου ... γένους τοῦ βασιλείου ὄντος),在语法功能上构成否定条件从句(“除非王室血统完全断绝”)。

  2. 1.5.3τὸν γὰρ ἄνθρωπον ἀποκτιννύναι οὐκ ἦν βουλομένοις τοῖς πλείοσιν

    意愿与格(或谓语与格)与连系动词 ἦν 构成的惯用句式:字面意为“对大多数人而言,杀死此人并非出于其所愿”,即“大多数人不愿处死该人”。此结构与拉丁语中的 mihi volenti est 句式完全平行。

  3. 1.5.13ἡβηδὸν

    带有副词后缀 -δόν 的方式/范围副词,字面意为“自青春期及以上者”或“已届成丁之龄者”。在此处指突袭中所有适龄成年男子均遭无差别屠戮。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:1.5.1-1.5.13