- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:1.4.18-1.4.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
记述了波斯人关于珀罗兹如何从海中凶兽处获取奇异巨珠的传说,随后叙述了波斯全军的覆灭、严禁在敌境追击之法律的制定,以及卡瓦德继位并臣服于嚈哒人统治的经过。
λέγουσιν οὖν Πέρσαι εἶναι μὲν ἐν τῷ κτενὶ τὸ μάργαρον τοῦτο ἐν θαλάσσῃ ἣ ἐν Πέρσαις ἐστί, νήχεσθαι δὲ τὸν κτένα τῆς ταύτῃ ἠιόνος οὐ πολλῷ ἄποθεν· ἀνεωγέναι τε αὐτοῦ ἄμφω τὰ ὄστρακα, ὧν δὴ κατὰ μέσον τὸ μάργαρον εἱστήκει θέαμα λόγου πολλοῦ ἄξιον. ἄλλο γὰρ αὐτῷ εἰκασθῆναι οὐδαμῆ ἔσχεν οὔτε τῷ μεγέθει οὔτε τῷ κάλλει ἐκ τοῦ παντὸς χρόνου.
因此波斯人传说,这颗珍珠原本存在于波斯境内海中的一枚双壳贝内,该贝就在离当地海岸不远处游动;它的两扇贝壳张开着,珍珠就立于正中,是一处极负盛名的奇观。因为在以往所有岁月中,无论在大小还是美丽上,世间绝无他物可与之相比。
κύνα δὲ θαλάσσιον ὑπερφυᾶ τε καὶ δεινῶς ἄγριον ἐραστὴν τοῦ θεάματος τούτου γενόμενον ἕπεσθαι κατ’ ἴχνος αὐτῷ,1 οὔτε νύκτα ἀνιέντα οὔτε ἡμέραν, ἀλλὰ καὶ ἡνίκα τροφῆς ἐπιμελεῖσθαι ἀναγκασθείη, ἐνταῦθα μέν τι περισκοπεῖσθαι τῶν ἐδωδίμων, εὑρόντα δέ τι καὶ ἀνελόμενον ἐσθίειν μὲν ὅτι τάχιστα, καταλαβόντα δὲ αὐτίκα δὴ μάλα τὸν κτένα θεάματος αὖθις τοῦ ἐρωμένου ἐμπίπλασθαι.
一条硕大无比且凶猛异常的鲛鲨成了这一奇观的爱慕者,如影随形地跟着它,不分昼夜从不离去;甚至在被迫寻觅食物时,它也只在原地环顾可食之物,一旦找到并叼住食物便以最快的速度吞下,随即立刻追赶上双壳贝,重新尽情饱览心爱之物。
καί ποτε τῶν τινα γριπέων φασὶ τὰ μὲν ποιούμενα ἐπιδεῖν, ἀποδειλιάσαντα δὲ τὸ θηρίον ἀποκνῆσαι τὸν κίνδυνον,2 ἔς τε τὸν βασιλέα Περόζην ἅπαντα τὸν λόγον ἀνενεγκεῖν.
据说曾有一名渔夫目睹了这一幕,但因惧怕那猛兽而对危险望而却步,便将整件事如实报告了国王珀罗兹。
ἃ δὴ τῷ Περόζῃ ἀκούσαντι πόθον φασὶ τοῦ μαργάρου γενέσθαι μέγαν, πολλαῖς τε ἀπ’ αὐτοῦ θωπείαις τὸν ἀσπαλιέα τοῦτον καὶ ἀγαθῶν ἐλπίσιν ἐπᾶραι.
珀罗兹听闻此事后,据说对这颗珍珠产生了强烈的渴望,便因此用许多甜言蜜语和厚禄厚赏的期望来策动这名渔夫。
ὃν δὴ ἀντιτείνειν αἰτουμένῳ δεσπότῃ οὐκ ἔχοντα λέγουσι τάδε τῷ Περόζῃ εἰπεῖν “Ὦ δέσποτα, ποθεινὰ μὲν ἀνθρώπῳ χρήματα, ποθεινοτέρα δὲ ἡ ψυχή, πάντων μέντοι ἀξιώτατα τέκνα.
面对主君的恳求,这名渔夫无法抗拒,据说对珀罗兹说了这样一番话:“主上啊,对人而言财富固然令人渴望,生命则更为可贵,但最无可比拟的乃是子女。
ὧν δὴ τῇ στοργῇ ἀναγκασθεὶς φύσει ἴσως ἄν τις καὶ πάντα τολμήσειεν. ἐγὼ τοίνυν τοῦ τε θηρίου ἀποπειράσεσθαι καὶ τοῦ μαργάρου σε κύριον θήσεσθαι ἐλπίδα ἔχω. καὶ ἢν μὲν κρατήσω τοῦ ἀγῶνος τούτου, εὔδηλον ὡς ἐν τοῖς καλουμένοις ὀλβίοις τὸ ἐνθένδε τετάξομαι. σέ τε γὰρ πᾶσιν ἀγαθοῖς με δωρήσεσθαι ἅτε βασιλέων βασιλέα οὐδὲν ἀπεικός, καὶ ἐμοὶ ἀποχρήσει, καίπερ οὐδέν, ἂν οὕτω τύχοι, κεκομισμένῳ, τὸ δεσπότου εὐεργέτην τοῦ ἐμοῦ γεγενῆσθαι.3
若受本性中对子女的挚爱所迫,人或许什么都敢于冒险。因此,我抱有与那猛兽一搏并将珍珠献与您的希望。若我在此次抗争中得胜,显而易见从今往后我将被列入所谓的富贵之列。因为作为万王之王,您赏赐给我诸般厚泽乃是顺理成章之事;而对我而言,即便碰巧一无所获,能成为我主君的恩人也已心满意足。
εἰ δὲ ἐμὲ δεῖ τῷ θηρίῳ τούτῳ ἁλῶναι, σὸν δὴ ἔργον ἔσται, ὦ βασιλεῦ, τοὺς παῖδας τοὺς ἐμοὺς θανάτου τοῦ πατρῴου ἀμείψασθαι.
但若我注定要沦为这头猛兽的猎物,那么国王啊,因父亲之死而抚恤我的子女便将是您的责任。
οὕτω γὰρ ἐγὼ μὲν καὶ τετελευτηκὼς ἐν τοῖς ἀναγκαιοτάτοις ἔμμισθος ἔσομαι, σὺ δὲ ἀρετῆς δόξαν ἀποίσῃ μείζω. τὰ παιδία γὰρ ὠφελῶν εὖ ποιήσεις ἐμὲ ὅσπερ σοι τῆς εὐεργεσίας τὴν χάριν οὐδαμῆ εἴσομαι.4 αὕτη γὰρ ἂν εὐγνωμοσύνη ἀκίβδηλος γένοιτο μόνη ἡ ἐς τοὺς ἀποθανόντας ἐπιδειχθεῖσα.”
因为如此一来,我纵使身死,在至亲骨肉身上亦得受报偿,而您则将赢取更为崇高的仁德盛名。盖善待幼子便是施恩于我,而我对您的此番恩惠绝无可能心存感激;因为唯有向死者所展现的,方能成为纯正无瑕的仁善。”
τοσαῦτα εἰπὼν ἀπηλλάσσετο. καὶ ἐπεὶ ἐς τὸν χῶρον ἀφίκετο ἵνα δὴ ὅ τε κτεὶς νήχεσθαι καὶ ὁ κύων αὐτῷ εἴθιστο ἕπεσθαι, ἐνταῦθα ἐπὶ πέτρας ἐκάθητό τινος, καιροφυλακῶν εἴ πως ἔρημόν ποτε τὸ μάργαρον τοῦ ἐραστοῦ λάβοι.
说毕这些话,他便离去了。当他抵达那双壳贝常游曳、鲛鲨常尾随之处时,便坐在一块岩石上,窥伺时机,看能否趁那爱慕者不在时捕捉到珍珠。
ἐπειδὴ δὲ τῷ κυνὶ τάχιστα τῶν τινι ἐς τὴν θοίνην οἱ ἐπιτηδείως ἐχόντων ἐντετυχηκέναι ξυνέπεσε καὶ περὶ τοῦτο διατριβὴν ἔχειν, ἀπολιπὼν ἐπὶ τῆς ἀκτῆς ὁ ἁλιεὺς τούς οἱ ἐπὶ ταύτῃ δὴ ἑπομένους τῇ ὑπουργίᾳ εὐθὺ τοῦ κτενὸς σπουδῇ πολλῇ ᾔει, καὶ αὐτοῦ ἤδη λαβόμενος ἔξω γενέσθαι κατὰ τάχος ἠπείγετο.
一旦恰逢那鲛鲨碰到了一件适合果腹之物,并在其上耽搁了时间;渔夫遂将为这项劳作而随从他的同伴留在岸上,自己全速径直扑向那双壳贝,得手后便急忙迅速到〔水〕外来。
οὗ δὴ ὁ κύων αἰσθόμενος ἐβοήθει ἐνταῦθα. ἰδών τε αὐτὸν ὁ σαγηνευτής, ἐπεὶ καταλαμβάνεσθαι τῆς ἠιόνος οὐ μακρὰν ἔμελλε, τὸ μὲν θήραμα ἠκόντισεν ἐς τὴν γῆν δυνάμει τῇ πάσῃ, αὐτὸς δὲ ἁλοὺς διεφθάρη οὐ πολλῷ ὕστερον.
鲛鲨察觉此事,立刻冲将过来。拉网渔夫见状,眼看在离海岸不远处就要被追上,便竭尽全力将捕获之物掷向陆地,自己却被擒获并在不久后丧命。
ἀνελόμενοι δὲ τὸ μάργαρον οἱ ἐπὶ τῆς ἀκτῆς λελειμμένοι τῷ τε βασιλεῖ ἀπεκόμισαν καὶ τὰ ξυνενεχθέντα πάντα ἐσήγγειλαν.
留守在岸上的人捡起珍珠呈送给国王,并将所发生的一切全数禀报。
τὰ μὲν οὖν ἀμφὶ τῷ μαργάρῳ τούτῳ τῇδε, ᾗπερ ἐρρήθη, Πέρσαι ξυνενεχθῆναί φασιν. ἐγὼ δὲ ἐπὶ τὸν πρότερον λόγον ἐπάνειμι.
波斯人称,有关这颗珍珠的始末正如上述这般展开。而我将重返先前的叙述。
Οὕτω μὲν Περόζης τε διεφθάρη καὶ ξύμπασα ἡ Περσῶν στρατιά. εἰ γάρ τις οὐκ ἐμπεπτωκὼς ἐς τὴν διώρυχα ἔτυχεν, ὅδε ὑπὸ τῶν πολεμίων ταῖς χερσὶ γέγονε.
珀罗兹及波斯全军便是如此覆灭的。盖即使碰巧有人未曾跌入壕沟,此人也落入了敌手。
καὶ ἀπ’ αὐτοῦ νόμος τέθειται Πέρσαις μή ποτε σφᾶς ἐν γῇ πολεμίᾳ ἐλαύνοντας δίωξιν ποιεῖσθαί τινα,5 ἢν καὶ κατὰ κράτος τοὺς ἐναντίους σφίσι τραπῆναι ξυμβαίη.
自此波斯人立下一条法令:凡在敌国领土上行军,即便敌人遭己方重创溃败,也绝不可展开任何追击。
ὅσοι μέντοι Περόζῃ οὐ ξυστρατεύσαντες ἐν χώρᾳ τῇ αὑτῶν ἔμειναν, οὗτοι δὴ βασιλέα σφίσι Καβάδην εἵλοντο τὸν νεώτατον Περόζου υἱόν, ὅσπερ τηνικαῦτα περιῆν μόνος.
然而,未随珀罗兹出征而留在本土的波斯人,则推举了当时唯一幸存的珀罗兹幼子卡瓦德为王。
τότε δὴ Ἐφθαλίταις κατήκοοι ἐς φόρου ἀπαγωγὴν ἐγένοντο Πέρσαι, ἕως Καβάδης τὴν ἀρχὴν ἰσχυρότατα κρατυνάμενος φόρον αὐτοῖς ἀποφέρειν τὸν ἐπέτειον οὐκέτι ἠξίου. ἦρξαν δὲ Περσῶν οἱ βάρβαροι οὗτοι ἐνιαυτοὺς δύο.
波斯人自那时起沦为向嚈哒人缴纳贡赋的附庸,直至卡瓦德极度稳固了王权,不再认为应当向他们进贡年赋为止。这些蛮族统治了波斯人整整两年。
- 1.4.19κύνα δὲ θαλάσσιον ὑπερφυᾶ τε καὶ δεινῶς ἄγριον ἐραστὴν τοῦ θεάματος τούτου γενόμενον ἕπεσθαι κατ’ ἴχνος αὐτῷ
受前文转述动词(λέγουσι 或 φασί)支配的带不定式的对格结构。κύνα θαλάσσιον 是不定式 ἕπεσθαι 的逻辑主语,分词 γενόμενον 与之同格修饰。κύων θαλάσσιος(海狗)是古希腊语中表示大型鲨鱼或海中凶兽的惯用语。
- 1.4.20ἀποδειλιάσαντα δὲ τὸ θηρίον ἀποκνῆσαι τὸν κίνδυνον
两个动词皆带直接宾格的及物用法:τὸ θηρίον 是分词 ἀποδειλιάσαντα(因畏惧怪兽而退缩)的宾语,τὸν κίνδυνον 是不定式 ἀποκνῆσαι(对危险望而却步)的宾语。
- 1.4.24καὶ ἐμοὶ ἀποχρήσει, καίπερ οὐδέν, ἂν οὕτω τύχοι, κεκομισμένῳ, τὸ δεσπότου εὐεργέτην τοῦ ἐμοῦ γεγενῆσθαι
带冠词不定式短语 τὸ ... γεγενῆσθαι 作动词 ἀποχρήσει(“对……是足够的”)的语法主语。与格代词 ἐμοί 作间接宾语,让步分词 κεκομισμένῳ(“即使得到”)与之同格。插入成分 ἂν οὕτω τύχοι 为惯用表达,意为“即便碰巧如此”。
- 1.4.26ὅσπερ σοι τῆς εὐεργεσίας τὴν χάριν οὐδαμῆ εἴσομαι
动词短语 χάριν οἶδα(知恩、感激)的惯用构词法:施恩者置于与格(σοι),感恩的事由置于属格(τῆς εὐεργεσίας)。由于关系代词 ὅσπερ 的先行词是第一人称代词 ἐμέ,因此关系从句的谓语动词采用第一人称单数将来时 εἴσομαι。
- 1.4.33μή ποτε σφᾶς ἐν γῇ πολεμίᾳ ἐλαύνοντας δίωξιν ποιεῖσθαί τινα
紧接在前文 νόμος τέθειται(立下了法令)之后的说明性不定式从句。因法令具有禁令性质,故使用否定词 μή 而非 οὐ。间接反身代词对格 σφᾶς 作不定式 ποιεῖσθαι 的逻辑主语,分词 ἐλαύνοντας 与之同格修饰。
