- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:1.4.1-1.4.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
珀罗兹背弃誓言再度进犯嚈哒人,却率全军坠入隐蔽的巨壕陷阱覆灭。普罗科匹乌斯对珀罗兹耳垂上所戴绝世珍珠的传闻提出了怀疑与评述。
Χρόνῳ δὲ οὐ πολλῷ ὕστερον ἀλογήσας τὰ ὀμωμοσμένα τίσασθαι Οὔννους τῆς ἐς αὐτὸν ὕβρεως ἤθελε.
不久之后,珀罗兹轻弃誓言,意欲就匈奴人对自己的侮辱进行报复。
πάντας οὖν αὐτίκα ἐκ πάσης γῆς Πέρσας τε καὶ ξυμμάχους ἀγείρας ἐπὶ τοὺς Ἐφθαλίτας ἦγε, τῶν παίδων ἕνα μὲν Καβάδην ὄνομα μόνον ἀπολιπὼν (τηνικαῦτα γὰρ ἡβηκὼς ἔτυχε), τοὺς δὲ λοιποὺς ἅπαντας ἐπαγόμενος τριάκοντα μάλιστα.
于是他立即从全国征集起所有的波斯人及其同盟者,率军讨伐嚈哒人,只留下了名为卡瓦德的一子(因其当时恰好刚刚成年),而带走了其余所有的儿子,约有三十人之多。
Ἐφθαλῖται δὲ αὐτοῦ τὴν ἔφοδον γνόντες ἀχθόμενοί τε οἷς δὴ πρὸς τῶν πολεμίων ἠπάτηντο τὸν βασιλέα ἐκάκιζον, ἅτε προέμενον Μήδοις τὰ πράγματα.
嚈哒人得知他的进犯,因被敌人欺骗而深感愤懑,纷纷责难其国王,怪他将大局拱手让给了米底人。
καὶ ὃς αὐτῶν ξὺν γέλωτι ἐπυνθάνετο τί ποτε ἄρα σφῶν προέμενος εἴη, πότερον τὴν γῆν ἢ τὰ ὅπλα ἢ ἄλλο τι τῶν πάντων χρημάτων.
国王却笑着问他们,自己究竟把什么拱手让出了:是他们的土地,是他们的武器,还是全数资产中的其他任何事物?
οἱ δὲ ὑπολαβόντες οὐκ ἄλλο οὐδὲν πλήν γε δὴ ὅτι τὸν καιρὸν ἔφασαν, οὗ τἄλλα πάντα ἠρτῆσθαι ξυμβαίνει.
众人接过话头说,别无他物,唯独是那其他一切事态所系的关键时机。
οἱ μὲν οὖν τοῖς ἐπιοῦσιν ὑπαντιάζειν πάσῃ προθυμίᾳ ἠξίουν, ὁ δὲ αὐτοὺς μὲν ἔν γε τῷ παρόντι ἐκώλυεν. οὐ γάρ πω σαφές τι ἀμφὶ τῇ ἐφόδῳ ἰσχυρίζετο γεγονέναι σφίσιν, ἐπεὶ οἱ Πέρσαι ἔτι ἐν γῇ τῇ οἰκείᾳ τυγχάνουσιν ὄντες· μένων δὲ αὐτοῦ ἐποίει τάδε. ἐν τῷ πεδίῳ ᾗ ἔμελλον Πέρσαι ἐς τὰ Ἐφθαλιτῶν ἤθη ἐσβάλλειν χώραν πολλήν τινα ἐπὶ πλεῖστον ἀποτεμών, τάφρον εἰργάσατο βαθεῖάν τε καὶ εὔρους ἱκανῶς ἔχουσαν, ὀλίγον τινὰ ἐν μέσῳ ἀκραιφνῆ χῶρον ἀπολιπὼν ὅσον ἵππων ὁδῷ ἐπαρκεῖν δέκα.1
于是他们竭力要求出击迎战来犯之敌,但国王在目前制止了他们。因为他坚称,关于敌军进犯一事,目前尚无确凿之事临头,毕竟波斯人仍旧留在他们自己的土地上;而他留在原地,作了如下部署: 在波斯人即将侵入嚈哒人属地的那片平原上,他截出极大的一片土地,修筑了一条既深且宽的深壕,在正中只留出一小片未动土的空地,其宽度恰好足以容纳十匹马并行通过。
καλάμους τε τῇ τάφρῳ ὕπερθεν ἐπιθεὶς καὶ γῆν ἐπὶ τοὺς καλάμους συναμησάμενος, ταύτῃ ἐπιπολῆς ἔκρυψεν, Οὔννων τε τῷ ὁμίλῳ ἐπέστελλεν, ἐπειδὰν ἐνθένδε ὀπίσω ἀπελαύνειν μέλλωσι, διὰ χώρου τοῦ χέρσου ἐς ὀλίγους σφᾶς ξυναγαγόντας σχολαιτέρους ἰέναι, φυλασσομένους ὅπως μὴ ἐς τὰ ἐσκαμμένα ἐμπίπτοιεν·
他在壕沟上覆以芦苇,又在芦苇上聚拢泥土,以此遮蔽其表面;并告诫匈奴大军,一旦他们将要从那里往回撤退时,务必收拢队形成少数几列,沿着实地较为从容地行进,小心防备不要坠入挖掘出的沟壑之中。
τοὺς δὲ ἅλας ἄκρου σημείου τοῦ βασιλείου ἀπεκρέμασεν ἐς οὓς τὸν ὅρκον Περόζης ὤμοσε πρότερον,2 ὃν δὴ ἀλογήσας εἶτα ἐπὶ Οὔννους ἐστράτευσεν.
他又在王室战旗的顶端悬挂了珀罗兹先前指其起誓的盐,珀罗兹正是弃此誓不顾而率军进犯匈奴人的。
ἕως μὲν οὖν ἐν γῇ τῇ σφετέρᾳ τοὺς πολεμίους ἤκουεν εἶναι, ἡσυχῇ ἔμενεν, ἐπεὶ δὲ αὐτοὺς ἐς Γοργὼ πόλιν ἔμαθεν ἀφικέσθαι πρὸς τῶν κατασκόπων, ἥπερ ἐν τοῖς ἐσχάτοις Περσῶν ὁρίοις τυγχάνει οὖσα, ἐνθένδε τε ἀπαλλαγέντας ὁδῷ ἐπὶ σφᾶς ἤδη ἰέναι, αὐτὸς μὲν τῷ πλείονι τοῦ στρατοῦ τῆς τάφρου ἐντὸς ἔμεινεν, ὀλίγους δὲ πέμψας ὀφθῆναι μὲν τοῖς ἐναντίοις ἐν τῷ πεδίῳ ἐκέλευε μακρὰν ἄποθεν, ὀφθέντας δὲ μόνον εἶτα ἀνὰ κράτος φεύγειν ὀπίσω, ἐν μνήμῃ τὰς αὐτοῦ ἐντολὰς ἀμφὶ τῇ κατώρυχι ἔχοντας, ἡνίκα δὴ αὐτῆς ἄγχιστα ἵκοιντο.
只要听闻敌军还在敌国境内,他就按兵不动;但当他从斥候处得知敌人已抵达地处波斯极边境的戈尔戈城,并从该处出发径直向己方杀来时,他自己率大半军队留在壕沟之内,仅派出少数人员,命令他们在平原上远远地让敌人看见,而一旦被敌发现,就要全速往回逃奔,并在最接近深壕时时刻记着关于壕沟的指示。
οἱ δὲ κατὰ ταῦτα ἐποίουν, καὶ ἐπεὶ τῆς διώρυχος ἀγχοτάτω ἐγένοντο, ἐς ὀλίγους σφᾶς ξυναγαγόντες διέβησαν ἅπαντες καὶ τῷ ἄλλῳ στρατῷ ἀνεμίγνυντο.
这些人依令行事,在极其接近壕沟时,收拢队形悉数通过,融入其余军队之中。
οἱ δὲ Πέρσαι ξυνεῖναι τῆς ἐπιβουλῆς οὐδαμῆ ἔχοντες κατὰ κράτος ἐν πεδίῳ λίαν ὑπτίῳ ἐδίωκον, θυμῷ πολλῷ ἐς τοὺς πολεμίους ἐχόμενοι, ἔς τε τὴν τάφρον ἐμπεπτώκασιν ἅπαντες, οὐχ οἱ πρῶτοι μόνον, ἀλλὰ καὶ ὅσοι ὄπισθεν εἵποντο·
而波斯人完全无法察觉这层计谋,怀着对敌人的满腔怒火,在极度平坦的原野上全速猛追;结果不仅前锋,连紧随其后的所有部队全都跌落入深壕之中。
ἅτε γὰρ τὴν δίωξιν ξὺν θυμῷ μεγάλῳ, καθάπερ ἐρρήθη, ποιούμενοι, ὡς ἥκιστα ᾔσθοντο τοῦ κακοῦ ὃ δὴ ξυντετύχηκε τοῖς ἔμπροσθεν ἰοῦσιν, ἀλλ’ ὑπὲρ αὐτοὺς ξὺν τοῖς ἵπποις τε καὶ δόρασιν ἐμπεπτωκότες ἐκείνους τε, ὡς τὸ εἰκός, ἔκτειναν καὶ αὐτοὶ οὐδέν τι ἧσσον ξυνδιεφθάρησαν.
因为他们正如前文所说怀着极大的狂怒进行追击,根本未曾察觉走在前面的人所遭遇的惨剧,反倒连人带马执矛砸落其上,理所当然地杀死了前人,自己也同样在乱军中俱遭覆灭。
ἐν οἷς καὶ Περόζης ἦν ξὺν παισὶ τοῖς αὑτοῦ ἅπασι. καὶ αὐτὸν μέλλοντα ἐς τὸ βάραθρον τοῦτο ἐμπεσεῖσθαί φασι τοῦ τε δεινοῦ ᾐσθῆσθαι καὶ τὸ μάργαρον, ὅ οἱ λευκότατόν τε καὶ μεγέθους ὑπερβολῇ ἔντιμον ἐξ ὠτὸς τοῦ δεξιοῦ ἀπεκρέματο, ἀφελόντα ῥῖψαι, ὅπως δὴ μή τις αὐτὸ ὀπίσω φοροίη, ἐπεὶ ἀξιοθέατον ὑπερφυῶς ἦν, οἷον οὔπω πρότερον ἑτέρῳ τῳ βασιλεῖ γέγονεν, ἐμοὶ μὲν οὐ πιστὰ λέγοντες.
在死者中亦有珀罗兹及其全体诸子。据说当珀罗兹行将坠入这处深渊时,察觉到了危险,便摘下挂在右耳上的那颗极白且因硕大无朋而价值连城的珍珠扔了出去,以免日后有人佩戴它——因为此珠瑰丽绝伦,是此前任何其他君王都未曾拥有过的——然而依我看来,人们的这番说法并不可信。
οὐ γὰρ ἂν ἐνταῦθα γενόμενος τοῦ κακοῦ ἄλλου ὁτουοῦν ἐς φροντίδα ἦλθεν,3 ἀλλ’ οἶμαι τό τε οὖς αὐτῷ ἐν τούτῳ ξυγκεκόφθαι τῷ πάθει καὶ τὸ μάργαρον ὅπη ποτὲ ἀφανισθῆναι.
因为一个人若是陷入了如此万劫不复的境地,绝不可能去顾及其他任何琐事;我反倒认为,他的耳朵是在这场浩劫中被砸烂,而那颗珍珠不知落向了何处。
ὅπερ ὁ Ῥωμαίων βασιλεὺς τότε πρίασθαι πρὸς τῶν Ἐφθαλιτῶν ἐν σπουδῇ ποιησάμενος ἥκιστα ἴσχυσεν. οὐ γὰρ αὐτὸ εὑρέσθαι οἱ βάρβαροι εἶχον, καίπερ πόνῳ πολλῷ τὴν ζήτησιν ποιησάμενοι. φασὶ μέντοι Ἐφθαλίτας εὑρομένους αὐτὸ ὕστερον τῷ Καβάδῃ ἀποδόσθαι.
当时的罗马皇帝曾竭力设法从嚈哒人手中求购此珠,却全然未能如愿;因为蛮族人虽经大力搜寻,也未能找到它。不过亦有人说,嚈哒人后来找到了珍珠并卖给了卡瓦德。
Ὅσα δὲ ἀμφὶ τῷ μαργάρῳ τούτῳ Πέρσαι λέγουσιν εἰπεῖν ἄξιον· ἴσως γὰρ ἄν τῳ καὶ οὐ παντάπασιν ἄπιστος ὁ λόγος δόξειεν εἶναι.
波斯人关于这颗珍珠所流传的话值得一提;因为这番叙述对某些人而言或许也并非全不可信。
- 1.4.7ὅσον ἵππων ὁδῷ ἐπαρκεῖν δέκα
关系/相关代词 ὅσον 搭配不定式 ἐπαρκεῖν 构成表示程度或结果的从句(“恰足以容纳十匹马并行的通道”)。属格 ἵππων 修饰数词 δέκα,整体限定与格 ὁδῷ。
- 1.4.9τοὺς δὲ ἅλας ἄκρου σημείου τοῦ βασιλείου ἀπεκρέμασεν ἐς οὓς τὸν ὅρκον Περόζης ὤμοσε πρότερον
ἅλας 是阳性名词 ἅλς 的宾格复数(“盐”)。关系从句中的介词短语 ἐς οὕς 表示起誓所凭依的圣物或对象(“对着/指着起誓”)。ἄκρου σημείου 是表示分离的属格,依赖动词 ἀπεκρέμασεν,表明从王室战旗顶端垂悬下来。
- 1.4.15οὐ γὰρ ἂν ἐνταῦθα γενόμενος τοῦ κακοῦ ἄλλου ὁτουοῦν ἐς φροντίδα ἦλθεν
分词 γενόμενος 承担条件从句的功能(相当于 εἰ ἐγένετο),与主句中的 ἄν 加上不定过去式直陈式 ἦλθεν 相应,构成与过去事实相反的虚拟语气(“因为若陷于此等祸患之极,断不会顾及其他任何事”)。τοῦ κακοῦ 为副词 ἐνταῦθα(“此处/此等境地”)所支配的表示限定或划分的属格。
