← 普罗科皮乌斯

战史

§1.3.12-1.3.22

尤塞比乌斯的警告与珀罗兹的权宜叩拜

察觉中计的使节尤塞比乌斯借寓言向珀罗兹警示危机,国王遂停止进军。嚈哒王提出以屈辱的叩拜和互不侵犯誓约为饶命条件;珀罗兹采纳术士的建议,借朝拜旭日之机向敌人行礼,最终率全军安全撤回。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.3.12

ὧνπερ οἱ Μῆδοι αἰσθόμενοι ʽἤδη γὰρ καί τι τοῦ κινδύνου ὑπέφαινεν’ αὐτοὶ μὲν δέει τῷ ἐκ Περόζου τὰ παρόντα σφίσιν ἐν σιωπῇ εἶχον, Εὐσέβιον δὲ πολλὰ ἐλιπάρουν παραίνεσιν ἐς τὸν βασιλέα ποιήσασθαι μακρὰν ἀπολελειμμένον τῶν οἰκείων κακῶν,1 βουλεύεσθαι μᾶλλον ἢ θρασύνεσθαι οὐκ ἐν δέοντι, καὶ διασκοπεῖσθαι ἤν τίς ποτε μηχανὴ ἐς σωτηρίαν φέρουσα εἴη.

米底人觉察到了这些动向(因为危难的端倪此时已有所显现),他们自己由于惧怕珀罗兹,对当下的处境保持缄默,却极力央求尤塞比乌斯向国王进言——国王对自身所陷的危局尚浑然不觉——劝他多加审度,勿要在不该逞强时鲁莽行事,并仔细思忖是否还有带来生机的解脱之策。

§1.3.13

ὁ δὲ Περόζῃ ἐς ὄψιν ἐλθὼν τύχην μὲν τὴν παροῦσαν ὡς ἥκιστα ἀπεκάλυψεν, ἀρξάμενος δὲ μυθοποιΐας λέοντά ποτε τράγῳ ἔφασκεν ἐντυχεῖν δεδεμένῳ τε καὶ μηκωμένῳ ἐπὶ χώρου τινὸς οὐ λίαν ὑψηλοῦ, ἐπὶ θοίνῃ δὲ αὐτοῦ τὸν λέοντα ἐφιέμενον ὁρμῆσαι μὲν ὡς ἁρπάσοντα, ἐμπεσεῖν δὲ ἐς κατώρυχα βαθεῖαν μάλιστα, ὁδὸν κυκλοτερῆ ἔχουσαν στενήν τε καὶ οὐ πεπερασμένην ʽδιέξοδον γὰρ οὐδαμῆ εἶχεν̓, ἣν δὴ οἱ τοῦ τράγου κύριοι ἐξεπίτηδες τεχνησάμενοι ὕπερθεν τῆς κατώρυχος τὸν τράγον τεθείκασι τῷ λέοντι ποδοστράβην ἐσόμενον.

尤塞比乌斯遂晋见珀罗兹,却绝不直接揭露眼前的险情,而是开始讲起寓言,说曾有一只狮子遇见一只被拴在一处不太高的地方咩咩叫的山羊;狮子企图饱餐一顿,便猛扑过去欲攫取山羊,却坠入一处极深的坑穴之中。那坑穴有一条狭窄且没有尽头的环形通路(因为各处都没有出口),乃是山羊的主人故意巧妙设下的机关,他们将山羊置于深坑之上,用作捕捉狮子的圈套。

§1.3.14

ταῦτα Περόζης ἀκούσας ἐς δέος ἦλθε μή ποτε Μῆδοι ἐπὶ πονηρῷ τῷ σφετέρῳ τὴν δίωξιν ἐπὶ τοὺς πολεμίους πεποίηνται.2 καὶ πρόσω μὲν οὐκέτι ἐχώρει, μένων δὲ αὐτοῦ τὰ παρόντα ἐν βουλῇ ἐποιεῖτο.

珀罗兹闻听此言,顿生恐惧,唯恐米底人追击敌军已给自己带来了祸患。他不再向前推进,而是停留原地商讨对策。

§1.3.15

Οὖννοι δὲ ἤδη ἑπόμενοι ἐκ τοῦ ἐμφανοῦς τοῦ χώρου τὴν εἴσοδον ἐν φυλακῇ εἶχον, ὅπως μηκέτι οἱ πολέμιοι ὀπίσω ἀπελαύνειν οἷοί τε ὦσι.

此时匈奴人已公然尾随其后,把守住这处腹地的入口,使敌军再也无法向后撤退。

§1.3.16

καὶ οἱ Πέρσαι τότε δὴ λαμπρῶς ᾐσθημένοι οὗ ἦσαν κακοῦ ἐν συμφορᾷ ἐποιοῦντο τὰ παρόντα σφίσι, διαφεύξεσθαι τὸν κίνδυνον ἐν ἐλπίδι οὐδεμιᾷ τὸ λοιπὸν ἔχοντες.

波斯人至此终于清醒地意识到自己陷于何等祸患之中,痛感眼前的大难临头,从此对逃脱危险不再抱有任何希望。

§1.3.17

ὁ δὲ τῶν Ἐφθαλιτῶν βασιλεὺς πέμψας παρὰ Περόζην τῶν οἱ ἑπομένων τινάς, πολλὰ μὲν αὐτῷ θράσους πέρι ἀλογίστου ὠνείδισεν, ἀφ’ οὗ δὴ αὑτόν τε καὶ τὸ Περσῶν γένος κόσμῳ οὐδενὶ διαφθείρειεν, ἐνδώσειν δὲ καὶ ὣς τὴν σωτηρίαν Οὔννους αὐτοῖς ἐπηγγέλλετο, ἤν γε αὐτόν τε Περόζης προσκυνεῖν βούλοιτο, ἅτε δεσπότην γεγενημένον, καὶ ὅρκους τοὺς σφίσι πατρίους ὀμνὺς τὰ πιστὰ δοίη μήποτε Πέρσας ἐπὶ τὸ Ἐφθαλιτῶν ἔθνος στρατεύσασθαι.

而嚈哒人的国王派麾下数人前往珀罗兹处,严厉斥责其盲目狂妄,正是由于这种狂妄,珀罗兹使自己和波斯民族蒙受了体面扫地的毁灭;然而他宣称,即便如此匈奴人仍愿赐予他们生路,只要珀罗兹甘愿向他俯首行叩拜之礼——承认他已成为自己的主人,并以波斯本族的祖传誓言起誓,立下保证波斯人决不再兴兵讨伐嚈哒部族的盟约。

§1.3.18

ταῦτα ἐπεὶ Περόζης ἤκουσε, μάγων τοῖς παροῦσι κοινολογησάμενος ἀνεπυνθάνετο εἰ τὰ ἐπαγγελλόμενα πρὸς τῶν ἐναντίων ποιητέα εἴη.

珀罗兹闻报后,与在场的术士们商议,垂询敌人所提出的这些要求是否应当照办。

§1.3.19

οἱ δὲ μάγοι ἀπεκρίναντο τὰ μὲν ἀμφὶ τῷ ὅρκῳ ὅπη οἱ βουλομένῳ ἐστὶν3 αὐτὸν διοικήσασθαι, ἐς μέντοι τὸ ἕτερον σοφίᾳ περιελθεῖν τὸν πολέμιον.

术士们回答说,关于誓约一事,国王尽可凭己意处之;然而对于另一事,则应当用智谋算计敌人。

§1.3.20

εἶναι γὰρ αὐτοῖς νόμον τὰς τοῦ ἡλίου ἀνατολὰς προσκυνεῖν ἡμέρᾳ ἑκάστῃ. δεήσειν οὖν αὐτὸν τηρήσαντα ἐς τὸ ἀκριβὲς τὸν καιρὸν ξυγγενέσθαι μὲν ἅμα ἡμέρᾳ τῷ τῶν Ἐφθαλιτῶν ἄρχοντι, τετραμμένον δέ που πρὸς ἀνίσχοντα ἥλιον προσκυνεῖν· ταύτῃ γὰρ ἂν ἐς τὸ ἔπειτα τῆς πράξεως τὴν ἀτιμίαν φυγεῖν δύναιτο.

因为波斯人素有每日叩拜旭日的习俗;因此,他只需准确把握时机,在破晓时分与嚈哒人的统治者会面,并面朝升起的太阳叩拜即可;这样一来,他在日后便能摆脱此举所带来的耻辱。

§1.3.22

Περόζης μὲν οὖν ἀμφί τε τῇ εἰρήνῃ τὰ πιστὰ ἔδωκε καὶ τὸν πολέμιον προσεκύνησε καθάπερ τῶν μάγων ἡ ὑποθήκη παρήγγελλεν, ἀκραιφνεῖ δὲ παντὶ τῷ Μήδων στρατῷ ἐπ’ οἴκου ἄσμενος ἀνεχώρησε.

于是珀罗兹就和平订立了誓约,并遵照术士们的指点向敌人俯首行礼,随后率领全军安然无损的米底军队欣然班师回国。

语法注3 条
  1. 1.3.12μακρὰν ἀπολελειμμένον τῶν οἰκείων κακῶν

    分词 ἀπολελειμμένον 修饰前文的 βασιλέα,属格 τῶν οἰκείων κακῶν 为表示分离的属格。字面直译为“远离自身灾祸的(国王)”,引申表达国王对自身及军队所面临的灭顶之灾尚完全浑然不觉。

  2. 1.3.14ἐς δέος ἦλθε μή ποτε Μῆδοι ἐπὶ πονηρῷ τῷ σφετέρῳ τὴν δίωξιν ἐπὶ τοὺς πολεμίους πεποίηνται

    在由 ἐς δέος ἦλθε 引出的表恐惧的 μή 从句中,使用了直陈式完成时(πεποίηνται)而非虚拟式或祈愿式。这种句式表明所忧虑的是已经发生或确定的既成事实(“唯恐他们已经进行了追击”),而非对未来偶然事件的担忧。

  3. 1.3.19ὅπη οἱ βουλομένῳ ἐστὶν

    此处是由与格人称代词 οἱ(指代珀罗兹)与与格分词 βουλομένῳ 及动词 ἐστί 结合构成的惯用句式(“随某人之意愿”)。意为“照他所愿的方式”,表示将誓约一事的处置全权交由国王自行决断。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:1.3.12-1.3.22