- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:1.3.1-1.3.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
波斯王珀罗兹出兵讨伐白匈奴(嚈哒人),叙述中展现了嚈哒人独特的定居习俗与社会法制,随后嚈哒人以诱敌之计将波斯军队引诱至无路可退的山谷险境。
Χρόνῳ δὲ ὕστερον Περόζης ὁ Περσῶν βασιλεὺς πρὸς τὸ Οὔννων τῶν Ἐφθαλιτῶν ἔθνος, οὕσπερ λευκοὺς ὀνομάζουσι, πόλεμον περὶ γῆς ὁρίων διέφερε, λόγου τε ἄξιον στρατὸν ἀγείρας ἐπ’ αὐτοὺς ᾔει.
在后来的时期,波斯人的国王珀罗兹就边界争端向嚈哒匈奴部族——即人们所称的白匈奴——宣战,并集结了一支可观的大军向他们进发。
Ἐφθαλῖται δὲ Οὐννικὸν μὲν ἔθνος εἰσί τε καὶ ὀνομάζονται, οὐ μέντοι ἀναμίγνυνται ἢ ἐπιχωριάζουσιν Οὔννων τισὶν ὧν ἡμεῖς ἴσμεν, ἐπεὶ οὔτε χώραν αὐτοῖς ὅμορον ἔχουσιν οὔτε πη αὐτῶν ἄγχιστα ᾤκηνται, ἀλλὰ προσοικοῦσι μὲν Πέρσαις πρὸς βορρᾶν ἄνεμον, οὗ δὴ πόλις Γοργὼ ὄνομα πρὸς αὐταῖς που ταῖς Περσῶν ἐσχατιαῖς ἐστιν, ἐνταῦθα δὲ περὶ γῆς ὁρίων διαμάχεσθαι πρὸς ἀλλήλους εἰώθασιν.
嚈哒人虽是并被称为匈奴的一个部族,然而他们既不与我们所知晓的任何匈奴人混杂,也不与他们往来,因为他们既没有与对方接壤的土地,也未曾定居在靠近对方的任何地方,而是毗邻波斯人居住于北风吹拂的方位;那里恰在波斯的最远边陲有一座名为戈尔戈的城市,他们向来在那里为边界土地与彼此交战。
οὐ γὰρ νομάδες εἰσὶν ὥσπερ τὰ ἄλλα Οὐννικὰ ἔθνη, ἀλλ’ ἐπὶ χώρας ἀγαθῆς τινος ἐκ παλαιοῦ ἵδρυνται.
因为他们并不像其他匈奴部族那样是游牧民,而是自古就定居在一片沃土之上。
ταῦτά τοι οὐδέ τινα ἐσβολὴν πεποίηνται πώποτε ἐς Ῥωμαίων τὴν γῆν ὅτι μὴ1 ξὺν τῷ Μήδων στρατῷ. μόνοι δὲ Οὔννων οὗτοι λευκοί τε τὰ σώματα καὶ οὐκ ἄμορφοι τὰς ὄψεις εἰσίν.
正因如此,他们除了随同米底人的军队之外,从未曾向罗马人的疆土发起过任何侵略。而在匈奴人之中,唯有他们肤色白皙,面容亦不丑陋。
οὐ μὴν οὔτε τὴν δίαιταν ὁμοιότροπον αὐτοῖς ἔχουσιν οὔτε θηρίου βίον τινὰ ᾗπερ ἐκεῖνοι ζῶσιν, ἀλλὰ καὶ πρὸς βασιλέως ἑνὸς ἄρχονται καὶ πολιτείαν ἔννομον ἔχοντες ἀλλήλοις τε καὶ τοῖς πέλας ἀεὶ ὀρθῶς καὶ δικαίως ξυμβάλλουσι, Ῥωμαίων τε καὶ Περσῶν οὐδέν τι ἧσσον. οἱ μέντοι εὐδαίμονες αὑτοῖς φίλους ἑταιρίζονται ἄχρι ἐς εἴκοσιν, ἂν οὕτω τύχοι, ἢ τούτων πλείους, οἵπερ αὐτοῖς ξυμπόται μὲν ἐς ἀεὶ γίνονται, τῶν δὲ χρημάτων μετέχουσι πάντων, κοινῆς τινος ἐξουσίας αὐτοῖς ἐς ταῦτα οὔσης.2
他们确实既不具有与其余匈奴人相似的生活方式,也不像那些人那样过着野兽般的生活,而是受一位君王统治,拥有依法治理的政制,与彼此以及邻人交往时始终恪守正直与公允,丝毫不在罗马人和波斯人之下。然而,富裕之人会为自己收纳多达二十人、视情况而定甚至更多的朋友作为伙伴,这些人终身成为其宴饮的同伴,并共享其所有资财,对这些财物拥有某种共同支配的权力。
ἐπειδὰν δὲ τῷ αὐτοὺς ἑταιρισαμένῳ τελευτῆσαι ξυμβαίη, τούτους δὴ τοὺς ἄνδρας ζῶντας ξὺν αὐτῷ ἐς τὸν τάφον ἐσκομίζεσθαι νόμος.
一旦收纳他们的那位主人恰逢离世,按习俗便要将这伙男子随他一同活葬入墓穴之中。
Ἐπὶ τούτους τοὺς Ἐφθαλίτας τῷ Περόζῃ πορευομένῳ ξυμπαρῆν πρεσβευτής, ὃς δὴ ἔτυχε πρὸς βασιλέως Ζήνωνος παρ’ αὐτὸν ἐσταλμένος, Εὐσέβιος ὄνομα. Ἐφθαλῖται δὲ δόκησιν παρεχόμενοι τοῖς πολεμίοις ὅτι δὴ αὐτῶν κατωρρωδηκότες τὴν ἔφοδον ἐς φυγὴν ὥρμηνται, ᾔεσαν δρόμῳ ἐς χῶρόν τινα ὅνπερ ὄρη ἀπότομα πανταχόθεν ἐκύκλουν, συχνοῖς τε καὶ ἀμφιλαφέσιν ἐς ἄγαν καλυπτόμενα δένδροις.
当珀罗兹进军讨伐这些嚈哒人时,有一位名叫尤塞比乌斯的使节随行,他恰是由芝诺皇帝派遣到珀罗兹那里的。嚈哒人向敌人显露出因极度畏惧其进攻而仓皇溃逃的假象,快步奔向一处被险峻群山四面环绕的腹地,那些山峰被极为浓密而繁茂的树木所遮蔽。
ἐντὸς δὲ τῶν ὀρῶν προϊόντι ὡς πορρωτάτω3 ὁδὸς μέν τις ἐφαίνετο ἐν μέσῳ εὐρεῖα ἐπὶ πλεῖστον διήκουσα, ἔξοδον δὲ τελευτῶσα οὐδαμῆ εἶχεν, ἀλλ’ ἐς αὐτὸν μάλιστα τὸν κύκλον τῶν ὀρῶν ἔληγε.
对尽量深入群山之内前行的人而言,中间赫然出现一条绵延极长的开阔大道,但这道路到了尽头却绝无任何出口,而是直接终止于群山的合围之中。
Περόζης μὲν οὖν, δόλου παντὸς ἀφροντιστήσας οὐκ ἐννοῶν τε ὡς ἐν γῇ ἀλλοτρίᾳ πορεύοιτο, ἀνεπισκέπτως ἐδίωκε.
珀罗兹因而对一切诡计不加防备,也不思虑自己正行进在异国疆土之上,鲁莽轻率地展开了追击。
τῶν δὲ Οὔννων ὀλίγοι μέν τινες ἔμπροσθεν ἔφευγον, οἱ δὲ πλεῖστοι ἐν ταῖς δυσχωρίαις διαλαθόντες κατὰ νώτου ἐγένοντο τοῦ τῶν πολεμίων στρατοῦ, οὔπω τε αὐτοῖς ἐβούλοντο ἔνδηλοι εἶναι, ὅπως δὴ τῆς ἐνέδρας πόρρω χωρήσαντες ἐντός τε τῶν ὀρῶν ἐπὶ πλεῖστον γεγενημένοι μηκέτι ὀπίσω ἀναστρέφειν οἷοί τε ὦσιν.4
少数匈奴人在前方奔逃,但大多数人则穿过险恶地形隐匿潜行,绕到了敌军背后,且尚不愿暴露在敌人眼前,以便敌军在深入圈套并在群山深处走到极远之后,再也无法回头撤退。
- 1.3.4ὅτι μὴ
在否定语境中表示“除……之外”(相当于 πλήν 或 εἰ μή)的惯用短语。承接前文的否定词 οὐδέ(未曾),引出唯一的例外情况:“除了随同米底人的军队之外”。
- 1.3.6τῶν χρημάτων μετέχουσι πάντων, κοινῆς τινος ἐξουσίας αὐτοῖς ἐς ταῦτα οὔσης
动词 μετέχουσι 支配表示分享/占有对象的属格 τῶν χρημάτων... πάντων。紧随其后的 κοινῆς τινος ἐξουσίας... οὔσης 为属格独立结构,表伴随状况或原因,其中的与格 αὐτοῖς 与 ἐξουσίας οὔσης 连用构成表示所属的结构。
- 1.3.9προϊόντι ὡς πορρωτάτω
现在分词与格 προϊόντι 充当“判断/视角与格”(dativus iudicantis),表示观察者或行进者的立足点,意为“对于尽可能向深处前进的人而言/向深处走去时”,依附于主动词 ἐφαίνετο。
- 1.3.11ὅπως δὴ τῆς ἐνέδρας πόρρω χωρήσαντες ἐντός τε τῶν ὀρῶν ἐπὶ πλεῖστον γεγενημένοι μηκέτι ὀπίσω ἀναστρέφειν οἷοί τε ὦσιν
由连词 ὅπως 引导的目的从句,支配虚拟式 ὦσιν(属于 οἷοί τε ὦσιν 结构)。分词短语 τῆς ἐνέδρας πόρρω χωρήσαντες(深入圈套)与 ἐντός τε τῶν ὀρῶν ἐπὶ πλεῖστον γεγενημένοι(到达群山极深处)修饰波斯军的动作与状态,最终落足于 μηκέτι ὀπίσω ἀναστρέφειν οἷοί τε ὦσιν(使他们再也无法掉头撤退)。
